Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

καὶ οἱ μνηστῆρες δὲ παρ’ αὐτῷ

πεσσοῖσι προπάροιθε θυράων
ἐτέρποντο, οὐ παρὰ τοῦ μεγάλου Διοδώρου ἢ Θεοδώρου μαθόντες τὴν πεττείαν οὐδὲ τοῦ Μιτυληναίου Λέοντος τοῦ ἀνέκαθεν Ἀθηναίου, ὃς ἀήττητος ἦν κατὰ τὴν πεττευτικήν, ὥς φησι Φαινίας. Ἀπίων δὲ ὁ Ἀλεξανδρεὺς καὶ ἀκηκοέναι φησὶ παρὰ τοῦ Ἰθακησίου Κτήσωνος τὴν τῶν μνηστήρων πεττείαν οἵα ἦν.
ὀκτὼ γάρ, φησί, καὶ ἑκατὸν ὄντες οἱ μνηστῆρες διετίθεσαν ψήφους ἐναντίας ἀλλήλαις, ἴσας πρὸς ἴσας τὸν ἀριθμόν ὅσοιπερ ἦσαν καὶ αὐτοί. γίνεσθαι οὖν ἑκατέρωθεν δ’ καὶ πεντήκοντα. τὸ δ’ ἀνὰ μέσον τούτων διαλιπεῖν ὀλίγον ἐν δὲ τῷ μεταιχμίῳ τούτῳ μίαν τιθέναι ψῆφον, ἣν καλεῖν μὲν αὐτοὺς Πηνελόπην, σκοπὸν δὲ ποιεῖσθαι εἲ τις βάλλοι ψήφῳ ἑτέρᾳ· καὶ κληρουμένων τὸν λαχόντα στοχάζεσθαι ταύτης. εἰ δέ τις τύχοι καὶ
ἐκκρούσειε πρόσω τὴν Πηνελόπην, ἀποτίθεσθαι τὴν ἑαυτοῦ εἰς τὴν τῆς βληθείσης καὶ ἐξωσμένης χώραν, ἐν ᾗ πρότερον ἦν καὶ πάλιν στήσαντα τὴν Πηνελόπην ἐν ᾧ τὸ δεύτερον ἐγένετο χωρίῳ ἐντεῦθεν βάλλειν τὴν ἑαυτοῦ. εἰ δὲ τύχοι ἄνευ τοῦ μηδεμιᾶς τῶν ἄλλων ψαῦσαι, νικᾶν καὶ ἐλπίδας ἔχειν πολλὰς γαμήσειν αὐτήν. τὸν δὲ Εὐρύμαχον πλείστας εἰληφέναι ταύτῃ τῇ παιδιᾷ καὶ εὔελπιν εἶναι τῷ γάμῳ.
οὕτω δὲ διὰ τὴν τρυφὴν τὰς χεῖρας οἱ μνηστῆρες ἔχουσιν ἁπαλὰς ὡς μηδὲ τὸ τόξον ἐντεῖναι δύνασθαι. πολυτελεῖς δ’ αὐτοῖς καὶ οἱ διακονούμενοι. δυνατωτάτη δὲ παρ᾽ Ὁμήρῳ καὶ ἡ τῶν μύρων εὐωδία· οὗ κινυμένου Διὸς ποτὶ χαλκοβατὲς δῶμα
ἔμπης εἰς γαῖάν τε καὶ οὐρανὸν ἵκετ’ ἀυτμή.
καὶ στρωμνὰς δὲ οἶδε διαπρεπούσας· τοιαύτας οὖν Ἀρήτη Ὀδυσσεῖ ὑποστρωννύειν κελεύει, καὶ Νέστωρ αὐχεῖ πρὸς Τηλέμαχον πολλῶν τοιούτων εὐπορεῖν.

τῶν δ’ ἄλλων ποιητῶν ἔνιοι τὰς καθ’ αὑτοὺς πολυτελείας καὶ ῥᾳθυμίας ἀνέπεμπον ὡς οὔσας καὶ κατὰ τὰ Τρωικά. Αἰσχύλος γοῦν ἀπρεπῶς που παράγει μεθύοντας τοὺς Ἕλληνας, ὡς καὶ τὰς ἀμίδας ἀλλήλοις περικαταγνύναι. λέγει γοῦν

ὅδ’ ἐστὶν ὅς ποτ’ ἀμφ’ ἐμοὶ βέλος γελωτοποιόν, τὴν κάκοσμον οὐράνην, ἔρριψεν οὐδ’ ἥμαρτε· περὶ δ’ ἐμῷ κάρᾳ
πληγεῖσ’ ἐναυάγησεν ὀστρακουμένη, χωρὶς μυρηρῶν τευχέων πνέουσ’ ἐμοί .
καὶ Σοφοκλῆς δὲ ἐν Ἀχαιῶν συνδείπνῳ·
ἀλλ’ ἀμφὶ θυμῷ τὴν κάκοσμον οὐράνην ἔρριψεν οὐδ’ ἥμαρτε; περὶ δ’ ἐμῷ κάρᾳ κατάγνυται τὸ τεῦχος οὐ μύρου πνέον. ἐδειματούμην δ’ οὐ φίλης ὀσμῆς ὕπο.
Εὔπολις δὲ τὸν πρῶτον εἰσηγησάμενον τὸ τῆς ἀμίδος ὄνομα ἐπιπλήττει λέγων
Ἀλκιβιάδης
  1. μισῶ λακωνίζειν, ταγηνίζειν δὲ κἂν πριαίμην.
β
  1. πολλὰς δ’ οἶμαι νῦν βεβινῆσθαι.
Ἀλκιβιάδης
  1. ---ὃς δὲ πρῶτος ἐξεῦρεν τὸ πρῴ πιπίνειν,
β
  1. πολλήν γε λακκοπρωκτίαν ἡμῖν ἐπίστασ’ εὑρών.
Ἀλκιβιάδης
  1. εἶεν τίς εἶπεν ἀμίδα παῖ πρῶτος μεταξὺ πίνων;
β
  1. Παλαμηδικόν γε τοῦτο τοὐξεύρημα καὶ σοφὸν σου.
παρ’ Ὁμήρῳ δὲ οἱ ἀριστεῖς κοσμίως δειπνοῦσιν ἐν Ἀγαμέμνονος. εἰ δ’ ἐν Ὀδυσσείᾳ φιλονεικοῦσιν Ἀχιλλεὺς καὶ Ὀδυσσεὺς καὶ Ἀγαμέμνων
χαῖρε νόῳ,
ἀλλ’ ὠφέλιμοι αἱ φιλοτιμίαι ζητούντων εἰ λόγῳ ἢ μάχῃ αἱρεθῆναι δεῖ τὸ Ἴλιον. ἀλλ᾽ οὐδ’ ὅτε μνηστῆρας εἰσάγει μεθύοντας, οὐδὲ τότε τοιαύτην ἀκοσμίαν εἰσήγαγεν ὡς Σοφοκλῆς καὶ Αἰσχύλος πεποιήκασιν, ἀλλὰ πόδα βόειον ἐπὶ τὸν Ὀδυσσέα ῥιπτούμενον.

καθέζονται δ’ ἐν τοῖς συνδείπνοις οἱ ἥρωες, οὐ κατακέκλινται. τοῦτο δὲ καὶ παρ’ Ἀλεξάνδρῳ τῷ βασιλεῖ ἐνίοτε ἦν, ὥς φησι Δοῦρις. ἑστιῶν γοῦν ποτε ἡγεμόνας εἰς ἑξακισχιλίους ἐκάθισεν ἐπὶ δίφρων ἀργυρῶν καὶ κλιντήρων, ἁλουργοῖς περιστρώσας ἱματίοις. Ἡγήσανδρος δέ φησιν οὐδὲ ἔθος εἶναι ἐν Μακεδονίᾳ κατακλίνεσθαί τινα ἐν δείπνῳ, εἰ μή τις ἔξω λίνων ὗν κεντήσειεν· ἕως δὲ τότε καθήμενοι ἐδείπνουν. Κάσανδρος οὖν πέντεα καὶ τριάκοντα ὢν ἐτῶν ἐδείπνει παρὰ τῷ πατρὶ καθήμενος, οὐ δυνάμενος τὸν ἆθλον ἐκτελέσαι καίπερ ἀνδρεῖος γεγονὼς καὶ κυνηγὸς ἀγαθός. ἐς τὸ πρέπον δὲ Ὅμηρος ἀφορῶν τοὺς ἥρωας οὐ παρήγαγεν ἄλλο τι δαινυμένους ἢ κρέα, καὶ ταῦτα ἑαυτοῖς σκευάζοντας. οὐ γὰρ ἔχει γέλωτα οὐδ’ αἰσχύνην ὀψαρτύοντας αὐτοὺς καὶ ἕψοντας ὁρᾶν. ἐπετήδευον γὰρ τὴν αὐτοδιακονίαν καὶ ἐκαλλωπίζοντο, φησὶ Χρύσιππος, τῇ ἐν τούτοις εὐστροφίᾳ. Ὀδυσσεὺς γοῦν δαιτρεῦσαί τε καὶ

πῦρ νηῆσαι
οἷος οὐκ ἄλλος δεξιὸς εἶναί φησι. καὶ ἐν Λιταῖς δὲ Πάτροκλος καὶ Ἀχιλλεὺς πάντα εὐτρεπίζει. καὶ Μενελάου δὲ τελοῦντος γάμους ὁ νυμφίος Μεγαπένθης οἰνοχοεῖ. νῦν δὲ ἐπὶ τοσοῦτον ἐκπεπτώκαμεν ὡς κατακεῖσθαι δαινύμενοι.

προσφάτως δὲ καὶ τὰ βαλανεῖα παρῆκται, τὴν ἀρχὴν οὐδὲ ἔνδον τῆς πόλεως ἐώντων εἶναι αὐτά, ὧν τὸ βλαπτικὸν Ἀντιφάνης δηλοῖ·

εἰς μακαρίαν τὸ λουτρόν, ὡς διέθηκέ με. ἑφθὸν κομιδῇ πεποίηκεν ἀποκναίσειεν ἂν
κἂν ὁστισοῦν μου λαβόμενος τοῦ δέρματος. οὕτω στερεόν τι πρᾶγμα θερμὸν ἐσθ’ ὕδωρ.
Ἕρμιππος·
μὰ τὸν Δί᾽, οὐ μέντοι μεθύειν τὸν ἄνδρα χρὴ τὸν ἀγαθὸν οὐδὲ θερμολουτεῖν, ἃ σὺ ποιεῖς.
ηὔξηται δὲ καὶ ἡ τῶν ὀψοποιῶν περιεργία καὶ ἡ τῶν μυρεψῶν· ὥστ’
οὐδ’ ἂν κολυμβᾶν εἰς κολυμβήθραν μύρου
ἀρκεῖσθαί τις ἂν δύναιτο, φησὶν Ἄλεξις. ἀνθοῦσι δὲ καὶ αἱ τῶν περὶ τὰ πέμματα δημιουργίαι καὶ αἱ περὶ τὰς συνουσίας περιεργίαι, ὥστ’ ἐπιτεχνᾶσθαι σπόγγους ὑποτίθεσθαι· ἐπακτικὸν γὰρ εἶναι τὸ τοιοῦτον πρὸς ἀφροδισίων πλῆθος. Θεόφραστος δ’ οὕτω φησί τινας ὀχευτικὰς δυνάμεις εἶναι ὡς καὶ μέχρι ἑβδομήκοντα συνουσιῶν ἐπιτελεῖν καὶ τὸ τελευταῖον αὐτοῖς αἷμα ἀποκρίνεσθαι. Φύλαρχος δὲ Σανδρόκοττόν φησι τὸν Ἰνδῶν βασιλέα Σελεύκῳ μεθ’ ὧν ἔπεμψε δώρων ἀποστεῖλαί τινας δυνάμεις στυτικὰς τοιαύτας ὡς ὑπὸ τοὺς πόδας τιθεμένας τῶν συνουσιαζόντων οἷς μὲν ὁρμὰς ἐμποιεῖν ὀρνίθων δίκην οὓς δὲ καταπαύειν. ηὔξηται δὲ νῦν καὶ ἡ τῆς μουσικῆς διαστροφή, καὶ ἡ περὶ τὰς ἐσθήσεις καὶ ὑποδέσεις ἐπήκμασε πολυτέλεια.

Ὅμηρος δὲ τὴν τοῦ μύρου φύσιν εἰδὼς οὐκ εἰσήγαγε μύροις ἀλειφομένους τοὺς ἥρωας πλὴν τὸν Πάριν ἐν οἷς φησὶ

κάλλει στίλβων,
ὡς καὶ Ἀφροδίτη κάλλει τὰ πρόσωπα καθαίρει. ἀλλ’ οὐδὲ στεφανουμένους εἰσάγει, καίτοι τῷ ἐκ τῆς μεταφορᾶς ὁμοιώματι σημαίνεται ὅτι ᾔδει τὸν στέφανον. φησὶ γοῦν
νῆσος, ἣν πέρι πόντος ἀπείριτος ἐστεφάνωτο.
καὶ
πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε.
παρατηρητέον δὲ καὶ ὅτι ἐν μὲν Ὀδυσσείᾳ ἀπονιζομένους τὰς χεῖρας ποιεῖ πρὶν μεταλαβεῖν τροφῆς, ἐν Ἰλιάδι. δὲ τοῦτο ποιοῦντας οὐκ ἔστιν εὑρεῖν. σχολαζόντων γὰρ βίος ὁ ἐν Ὀδυσσείᾳ καὶ διὰ τὴν εἰρήνην τρυφώντων διὸ οἱ ἐνταῦθα ἐθεράπευον τὸ σῶμα διὰ λουτρῶν καὶ κατανιμμάτων. διὰ τοῦτο καὶ ἀστραγαλίζουσιν ἐν ταύτῃ τῇ πολιτείᾳ καὶ ὀρχοῦνται καὶ σφαιρίζουσιν. Ἡρόδοτος δὲ οὐ καλῶς εἴρηκεν ἐπὶ Ἄτυος διὰ λιμὸν εὑρεθῆναι τὰς παιδιὰς· πρεσβεύει γὰρ τοῖς χρόνοις τὰ ἡρωικά. οἱ δ’ ἐν τῇ Ἰλιακῇ πολιτείᾳ μονονοὺ βοῶσι·
κλῦθ’ Ἀλαλά, Πολέμου θύγατερ, ἐγχέων προοίμιον.

ὅτι Ἀριστόνικον τὸν Καρύστιον, τὸν Ἀλεξάνδρου σφαιριστήν, Ἀθηναῖοι πολίτην ἐποιήσαντο διὰ τὴν τέχνην καὶ ἀνδριάντα ἀνέστησαν. τὰς γὰρ βαναύσους τέχνας Ἕλληνες ὕστερον περὶ πλείστου μᾶλλον ἐποιοῦντο ἢ τὰς κατὰ παιδείαν γινομένας ἐπινοίας. Ἑστιαιεῖς γοῦν καὶ Ὠρεῖται Θεοδώρου τοῦ ψηφοκλέπτου ἐν θεάτρῳ χαλκῆν εἰκόνα ἀνέθηκαν ψῆφον κρατοῦσαν· ὡς δ’ αὕτως Μιλήσιοι Ἀρχελάου τοῦ κιθαριστοῦ. ἐν δὲ Θήβαις Πινδάρου μὲν οὐκ ἔστιν εἰκών, Κλέωνος δὲ τοῦ ᾠδοῦ, ἐφ’ ἧς ἐπιγέγραπται·

Πυθέα υἱὸς ὅδ’ ἐστὶ Κλέων Θηβαῖος ἀοιδός, ὃς πλείστους θνητῶν ἀμφέθετο στεφάνους
κρατὸς ἐπὶ σφετέρου, καὶ οἱ κλέος οὐρανόμηκες. χαῖρε, Κλέων, Θήβας πατρίδ’ ἐπευκλεΐσας
ὑπὸ. τούτου τὸν ἀνδριάντα, ὅτε Ἀλέξανδρος τὰς Θήβας κατασκάπτων ---, φησὶ Πολέμων φεύγοντά τινα χρυσίον εἰς τὸ ἱμάτιον κοῖλον ὂν ἐνθέσθαι, καὶ ἀνοικιζομένης τῆς πόλεως ἐπανελθόντα εὑρεῖν τὸ χρυσίον μετὰ ἔτη τριάκοντα. Ἡρόδοτος δὲ ὁ λογόμιμος, ὥς φησιν Ἡγήσανδρος, καὶ Ἀρχέλαος ὁ ὀρχηστὴς παρὰ Ἀντιόχῳ τῷ βασιλεῖ μάλιστα ἐτιμῶντο τῶν φίλων. ὁ δὲ πατὴρ αὐτοῦ Ἀντίοχος τοὺς Σωστράτου τοῦ αὐλητοῦ υἱεῖς σωματοφύλακας ἐπεποίητο.

ἐθαυμάζετο δὲ παρ᾽ Ἕλλησι καὶ Ῥωμαίοις Ματρέας ὁ πλάνος ὁ Ἀλεξανδρεύς, ὃς ἔλεγε καὶ θηρίον τρέφειν ὃ αὐτὸ ἑαυτὸ κατεσθίει· ὡς καὶ ζητεῖσθαι μέχρι νῦν τὸ Ματρέου θηρίον τί ἐστιν. ἐποίησε δ’ οὗτος καὶ παρὰ τὰς Ἀριστοτέλους ἀπορίας καὶ ἀνεγίνωσκε δημοσίᾳ, διὰ τί ὁ ἥλιος δύνει μὲν κολυμβᾷ δ’ οὔ, καὶ διὰ τί οἱ σπόγγοι συμπίνουσι μὲν συγκωθωνίζονται δ’ οὔ, καὶ τὰ τετράδραχμα καταλλάττεται μὲν ὀργίζεται δ’ οὔ. Ἀθηναῖοι δὲ Ποθεινῷ τῷ νευροσπάστῃ τὴν σκηνὴν ἔδωκαν ἀφ’ ἧς ἐνεθουσίων οἱ περὶ Εὐριπίδην. Ἀθηναῖοι δὲ καὶ Εὐρυκλείδην ἐν τῷ θεάτρῳ ἀνέστησαν μετὰ τῶν περὶ Αἰσχύλον. ἐθαυμάζετο καὶ Ξενοφῶν ὁ θαυματοποιός, ὃς μαθητὴν κατέλιπε Κρατισθένη τὸν Φλιάσιον ὃς πῦρ τε αὐτόματον ἐποίει ἀναφύεσθαι καὶ ἄλλα πολλὰ φάσματα ἐτεχνᾶτο, ἀφ’ ὧν ἐξίστα τῶν ἀνθρώπων τὴν διάνοιαν. τοιοῦτος ἦν καὶ Νυμφόδωρος ὁ

θαυματοποιός, ὃς προσκρούσας Ῥηγίνοις, ὥς φησι Δοῦρις, εἰς δειλίαν αὐτοὺς ἔσκωψε πρῶτος. Εὔδικος δὲ ὁ γελωτοποιὸς ηὐδοκίμει μιμούμενος παλαιστὰς καὶ πύκτας, ὥς φησιν Ἀριστόξενος. Στράτων δ᾽ ὁ Ταραντῖνος ἐθαυμάζετο τοὺς διθυράμβους μιμούμενος· τὰς δὲ κιθαρῳδίας οἱ περὶ τὸν ἐξ Ἰταλίας Οἰνώναν, ὃς καὶ Κύκλωπα εἰσήγαγε τερετίζοντα καὶ ναυαγὸν Ὀδυσσέα σολοικίζοντα, ὁ αὐτός φησι. Διοπείθης δὲ ὁ Λοκρός, ὥς φησι Φανόδημος, παραγενόμενος εἰς Θήβας καὶ ὑποζωννύμενος οἴνου κύστεις μεστὰς καὶ γάλακτος καὶ ταύτας ἀποθλίβων ἀνιμᾶν ἔλεγεν ἐκ τοῦ στόματος. τοιαῦτα ποιῶν ηὐδοκίμει καὶ Νοήμων ὁ ἠθολόγος. ἔνδοξοι δ’ ἦσαν καὶ παρ’ Ἀλεξάνδρῳ θαυματοποιοὶ Σκύμνος ὁ Ταραντῖνος, Φιλιστίδης ὁ Συρακούσιος, Ἡράκλειτος ὁ Μιτυληναῖος. γεγόνασι δὲ καὶ πλάνοι ἔνδοξοι, ὧν Κηφισόδωρος καὶ Πανταλέων, Φιλίππου δὲ τοῦ γελωτοποιοῦ Ξενοφῶν μνημονεύει.

ὅρος.. οἰκουμένης δῆμον τὴν Ῥώμην φησί, λέγει δὲ καὶ ὅτι οὐκ ἄν τις σκοποῦ πόρρω τοξεύων λέγοι τὴν Ῥώμην πόλιν ἐπιτομὴν τῆς οἰκουμένης· ἐν ᾗ συνιδεῖν ἔστιν οὕτως πάσας τὰς πόλεις ἱδρυμένας, καὶ κατ’ ἰδίαν δὲ τὰς πολλάς, ὡς Ἀλεξανδρέων μὲν τὴν χρυσῆν, Ἀντιοχέων δὲ τὴν καλήν, Νικομηδέων δὲ τὴν περικαλλῆ, προσέτι τε

τὴν λαμπροτάτην πόλεων πασῶν ὁπόσας ὁ Ζεὺς ἀναφαίνει,
τὰς Ἀθήνας λέγω. ἐπιλείποι δ’ ἄν με οὐχ ἡμέρα μία ἐξαριθμούμενον τὰς ἐν τῇ Ῥωμαίων οὐρανοπόλει Ῥώμῃ ἀριθμουμένας πόλεις, ἀλλὰ πᾶσαι αἱ κατὰ τὸν ἐνιαυτὸν ἀριθμούμεναι διὰ τὸ πλῆθος. καὶ γὰρ ὅλα ἔθνη ἀθρόως αὐτόθι συνῴκισται, ὡς τὸ Καππαδοκῶν καὶ Σκυθῶν καὶ Ποντίων καὶ ἄλλων πλειόνων. οὗτοι οὖν πάντες, ὁ σύμπας δῆμος τῆς οἰκουμένης, τὸν ἐφ’ ἡμῶν, φησί, φιλόσοφον ὀρχηστὴν Μέμφιν ἐκάλεσαν ἀπαρχαΐζοντες τὴν διὰ τοῦ σώματος αὐτοῦ κίνησιν τῇ τῶν πόλεων ἀρχαιοτάτῃ καὶ βασιλικωτάτῃ, περὶ ἧς Βακχυλίδης φησὶ
τὴν ἀχείμαντόν τε Μέμφιν καὶ δονακώδεα Νεῖλον.
οὗτος τὴν Πυθαγόρειον φιλοσοφίαν ἐπιδείκνυσιν ἥτις ἐστί, μετὰ σιωπῆς πάνθ’ ἡμῖν ἐμφανίζων σαφέστερον ἢ οἱ τὰς τῶν λόγων τέχνας ἐπαγγελλόμενοι διδάσκειν.

τῆς δὲ κατὰ τοῦτον ὀρχήσεως τῆς τραγικῆς καλουμένης πρῶτος εἰσηγητὴς γέγονε Βάθυλλόν φησιν Ἀλεξανδρεύς, ὅν φησι παντομίμους ὀρχήσασθαι Σέλευκος. τοῦτον τὸν Βάθυλλόν φησιν Ἀριστόνικος καὶ Πυλάδην, οὗ ἐστι καὶ σύγγραμμα περὶ ὀρχήσεως, τὴν Ἰταλικὴν ὄρχησιν συστήσασθαι ἐκ τῆς κωμικῆς, ἣ ἐκαλεῖτο κόρδαξ, καὶ τῆς τραγικῆς, ἣ ἐκαλεῖτο ἐμμέλεια, καὶ τῆς σατυρικῆς ἣ ἐλέγετο σίκιννις διὸ καὶ οἱ σάτυροι σικιννισταί, ἧς εὑρετὴς Σίκιννός τις βάρβαρος.

οἱ δέ φασιν ὅτι Κρὴς ἦν ὁ Σίκιννος. ἦν δὲ ἡ Πυλάδου ὄρχησις ὀγκώδης παθητική τε καὶ πολυπρόσωπος, ἡ δὲ Βαθύλλειος ἱλαρωτέρα καὶ γὰρ ὑπόρχημά τι τοῦτον διατίθεσθαι. Σοφοκλῆς δὲ πρὸς τῷ καλὸς γεγενῆσθαι τὴν ὥραν ἦν καὶ ὀρχηστικὴν δεδιδαγμένος καὶ μουσικὴν ἔτι παῖς ὢν παρὰ Λάμπρῳ. μετὰ γοῦν τὴν ἐν Σαλαμῖνι ναυμαχίαν περὶ λ τρόπαιον γυμνὸς ἀληλιμμένος ἐχόρευσε μετὰ λύρας· οἱ δὲ ἐν ἱματίῳ φασί. καὶ τὸν Θάμυριν διδάσκων αὐτὸς ἐκιθάρισεν ἄκρως δὲ ἐσφαίρισεν ὅτε τὴν Ναυσικάαν καθῆκε. τῆς δὲ Μέμφιδος ὀρχήσεως ἤρα καὶ Σωκράτης ὁ σοφὸς καὶ πολλάκις καταλαμβανόμενος ὀρχούμενος, ὥς φησι Ξενοφῶν, ἔλεγε τοῖς γνωρίμοις παντὸς εἶναι μέλους τὴν ὄρχησιν γυμνάσιον. ἔταττον γὰρ τὸ ὀρχεῖσθαι ἐπὶ τοῦ κινεῖσθαι καὶ ἐρεθίζεσθαι. Ἀνακρέων
καλλίκομοι κοῦραι Διὸς ὠρχήσαντ’ ἐλαφρῶς. Ἴων·
ἐκ τῶν ἀέλπτων μᾶλλον ὤρχησεν φρένας.

Ἕρμιππος δέ φησι Θεόφραστον παραγίνεσθαι εἰς τὸν περίπατον καθ’ ὥραν λαμπρὸν καὶ ἐξησκημένον, εἶτα καθίσαντα διατίθεσθαι τὸν λόγον οὐδεμιᾶς ἀπεχόμενον κινήσεως οὐδὲ σχήματος ἑνός. καί ποτε ὀψοφάγον μιμούμενον ἐξείραντα τὴν γλῶσσαν περιλείχειν τὰ χείλη. ἔμελε δὲ αὐτοῖς καὶ τοῦ κοσμίως ἀναλαμβάνειν τὴν ἐσθῆτα καὶ τοὺς μὴ τοῦτο ποιοῦντας

ἔσκωπτον. Πλάτων ἐν Θεαιτήτῳ·
πάντα δυναμένους ὀξέως τε καὶ τορῶς διακονεῖν, ἀναβάλλεσθαι δ’ οὐκ ἐπισταμένους ἐπιδέξι’ ἐλευθερίως οὐδ’ ἁρμονίαν λόγων λαβόντας ὀρθῶς ὑμνῆσαι θεῶν τε καὶ ἀνθρώπων εὐδαιμόνων βίον.
Σαπφὼ περὶ Ἀνδρομέδας σκώπτει
τίς δ’ ἀγροιῶτις θέλγει νόον οὐκ ἐπισταμένη τὰ βράκε’ ἕλκειν ἐπὶ τῶν σφυρῶν;
Φιλέταιρος·
ἀμφιβάλλου σφυροῖς· οὐ καθήσεις, τάλαν, μηδ’ ἀγροίκως ἄνω γόνατος ἀμφέξει;
Ἕρμιππος δέ φησι Θεόκριτον τὸν Χῖον ὡς ἀπαίδευτον μέμφεσθαι τὴν Ἀναξιμένους περιβολὴν Καλλίστρατός τε ὁ Ἀριστοφάνειος Ἀρίσταρχον ἐν συγγράμματι κακῶς εἴρηκεν ἐπὶ τῷ μὴ εὐρύθμως ἀμπέχεσθαι, φέροντός τι καὶ τοῦ τοιούτου πρὸς παιδείας ἐξέτασιν. διὸ καὶ Ἄλεξίς φησιν
ἓν γὰρ νομίζω τοῦτο τῶν ἀνελευθέρων εἶναι τὸ βαδίζειν ἀρρύθμως ἐν ταῖς ὁδοῖς, ἐξὸν καλῶς. οὗ μήτε πράττεται τέλος μηδεὶς --- ἡμᾶς, μήτε τιμὴν δόντα δεῖ ἑτέρων λαβεῖν, φέρει δὲ τοῖς μὲν χρωμένοις δόξης τιν’ ὄγκον, τοῖς δ’ ὁρῶσιν ἡδονήν, κόσμον δὲ τῷ βίῳ τὸ τοιοῦτον γέρας τίς οὐκ ἂν αὑτῷ κτῷτο φάσκων νοῦν ἔχειν;

καὶ Αἰσχύλος δὲ οὐ μόνον ἐξεῦρε τὴν τῆς στολῆς εὐπρέπειαν καὶ σεμνότητα, ἣν ζηλώσαντες οἱ

ἱεροφάνται καὶ δᾳδοῦχοι ἀμφιέννυνται, ἀλλὰ καὶ πολλὰ σχήματα ὀρχηστικὰ αὐτὸς ἐξευρίσκων ἀνεδίδου τοῖς χορευταῖς. χαμαιλέων γοῦν πρῶτον αὐτόν φησι σχηματίσαι τοὺς χοροὺς ὀρχηστοδιδασκάλοις οὐ χρησάμενον, ἀλλὰ καὶ αὐτὸν τοῖς χοροῖς τὰ σχήματα ποιοῦντα τῶν ὀρχήσεων, καὶ ὅλως πᾶσαν τὴν τῆς τραγῳδίας οἰκονομίαν εἰς ἑαυτὸν περιιστάντα. ὑπεκρίνετο γοῦν μετὰ τοῦ εἰκότος τὰ δράματα. Ἀριστοφάνης γοῦν παρὰ δὲ τοῖς κωμικοῖς ἡ περὶ τῶν τραγικῶν ἀπόκειται πίστισ’ ποιεῖ αὐτὸν Αἰσχύλον λέγοντα·
τοῖσι χοροῖς αὐτὸς τὰ σχήματ’ ἐποίουν. καὶ πάλιν·
τοὺς Φρύγας οἶδα θεωρῶν, ὅτε τῷ Πριάμῳ συλλυσόμενοι τὸν παῖδ’ ἦλθον τεθνεῶτα, πολλὰ τοιαυτὶ καὶ τοιαυτὶ καὶ δεῦρο σχηματίσαντες.
καὶ Τέλεσις δὲ ἢ Τελέστης ὁ ὀρχηστοδιδάσκαλος πολλὰ ἐξεύρηκε σχήματα, ἄκρως ταῖς χερσὶ τὰ λεγόμενα δεικνύς. Φίλλις ὁ Δήλιος μουσικὸς τοὺς ἀρχαίους φησὶ κιθαρῳδοὺς κινήσεις ἀπὸ μὲν τοῦ προσώπου μικρὰς φέρειν, ἀπὸ ποδῶν δὲ πλείους, ἐμβατηρίους καὶ χορευτικάς. Ἀριστοκλῆς οὖν φησιν ὅτι Τελέστης ὁ Αἰσχύλου ὀρχηστὴς οὕτως ἦν τεχνίτης ὥστε ἐν τῷ ὀρχεῖσθαι τοὺς Ἑπτὰ ἐπὶ Θήβας φανερὰ ποιῆσαι τὰ πράγματα δι’ ὀρχήσεως. φασὶ δὲ καὶ ὅτι οἱ ἀρχαῖοι ποιηταί, Θέσπις, Πρατίνας, Κρατῖνος, Φρύνιχος ὀρχησταὶ ἐκαλοῦντο διὰ τὸ μὴ μόνον τὰ ἑαυτῶν δράματα
ἀναφέρειν εἰς ὄρχησιν τοῦ χοροῦ, ἀλλὰ καὶ ἔξω τῶν ἰδίων ποιημάτων διδάσκειν τοὺς βουλομένους ὀρχεῖσθαι Μεθύων. δὲ ἐποίει τὰς τραγῳδίας Αἰσχύλος, ὥς φησι Χαμαιλέων. Σοφοκλῆς γοῦν ὠνείδιζεν αὐτῷ ὅτι εἰ καὶ τὰ δέοντα ποιεῖ, ἀλλ’ οὐκ εἰδώς γε.

ὀρχήσεις δὲ ἐθνικαὶ αἵδε· Λακωνικαί, Τροιζήνιαι, Ἐπιζεφύριοι, Κρητικαί, Ἰωνικαί, Μαντινικαί, ἃς προκρίνει Ἀριστόξενος διὰ τὴν τῶν χειρῶν κίνησιν. οὕτως δ’ ἦν ἔνδοξον καὶ σοφὸν ἡ ὄρχησις ὥστε Πίνδαρος τὸν Ἀπόλλωνα ὀρχηστὴν καλεῖ·

ὀρχήστ’ ἀγλαΐας ἀνάσσων, εὐρυφάρετρ’ Ἄπολλον,
καὶ Ὅμηρος ἢ τῶν Ὁμηριδῶν τις ἐν τῷ εἰς Ἀπόλλωνα ὕμνῳ φησίν·
Ἀπόλλωνφόρμιγγ’ ἐν χείρεσσιν ἔχων χάριεν κιθάριζε, καλὰ καὶ ὕψι βιβάς.
Εὔμηλος δὲ ὁ Κορίνθιος ἢ Ἀρκτῖνος τὸν Δία ὀρχούμενόν που παράγει λέγων·
μέσσοισιν δ’ ὠρχεῖτο πατὴρ ἀνδρῶν τε θεῶν τε.
Θεόφραστος δὲ πρῶτόν φησιν Ἄνδρωνα τὸν Καταναῖον αὐλητὴν κινήσεις καὶ ῥυθμοὺς ποιῆσαι τῷ σώματι αὐλοῦντα· ὅθεν σικελίζειν τὸ ὀρχεῖσθαι παρὰ τοῖς παλαιοῖς· μεθ’ ὃν Κλεόλαν τὸν Θηβαῖον. ὀρχησταὶ δὲ ἔνδοξοι Βολβὸς μὲν παρὰ Κρατίνῳ καὶ Καλλίᾳ, Ζήνων δὲ ὁ Κρὴς ὁ πάνυ Ἀρταξέρξῃ προσφιλέστατος παρὰ Κτησίᾳ. Ἀλέξανδρος δὲ ἐν τῇ πρὸς Φιλόξενον ἐπιστολῇ μέμνηται Θεοδώρου καὶ Χρυσίππου·

ὅτι τὸ Μουσεῖον ὁ Φλιάσιος Τίμων ὁ σιλλοαγράφος τάλαρὸν πού φησιν ἐπισκώπτων τοὺς ἐν αὐτῷ τρεφομένους φιλοσόφους, ὅτι ὥσπερ ἐν πανάγρῳ τινὶ σιτοῦνται καθάπερ οἱ πολυτιμότατοι ὄρνιθες·

πολλοὶ μὲν βόσκονται ἐν Αἰγύπτῳ πολυφύλῳ βιβλιακοὶ χαρακῖται ἀπείριτα δηριόωντες Μουσέων ἐν ταλάρῳ. --- ἕως ἂν τῆς λογοδιαρροίας ἀπαλλαγῶσιν οὗτοι οἱ
τραπεζορήτορες· οἳ ὑπὸ γλωσσαλγίας ἐπιλελῆσθαί μοι δοκοῦσι καὶ τοῦ Πυθικοῦ χρησμοῦ, ὃν ἀναγράφει Χαμαιλέων
εἴκοσι τὰς πρὸ κυνὸς καὶ εἴκοσι τὰς μετέπειτα οἴκῳ ἐνὶ σκιερῷ Διονύσῳ χρῆσθαι ἰητρῷ.
καὶ Μνησίθεος δ’ ὁ Ἀθηναῖος Διόνυσον ἰατρόν φησι τὴν Πυθίαν χρῆσαι τιμᾶν Ἀθηναίοις. φησὶ δὲ καὶ Ἀλκαῖος ὁ Μιτυληναῖος ποιητής·
τέγγε πνεύμονα οἴνῳ· τὸ γὰρ ἄστρον περιτέλλεται· ἡ δ’ ὥρη χαλεπή· πάντα δὲ δίψαισ’ ὑπὸ καύματος.
καὶ ἀλλαχοῦ·
πίνωμεν, τὸ γὰρ ἄστρον περιτέλλεται.
Εὔπολίς τε τὸν Καλλίαν φησὶν ἀναγκάζεσθαι ὑπὸ Πρωταγόρου πίνειν, ἵνα·
πρὸ τοῦ κυνὸς τὸν πνεύμον’ ἔκλυτον φορῇ.
ἡμῖν δ’ οὐ μόνον ὁ πνεύμων ἀπεξήρανται, κινδυνεύει δὲ καὶ ἡ καρδία. καίτοι Ἀντιφάνης λέγει·
τὸ δὲ ζῆν, εἰπέ μοι, τί ἐστι; πίνειν φήμ’ ἐγώ. ὁρᾷς παρὰ ῥείθροισι χειμάρροις ὅσα δένδρων ἀεὶ τὴν νύκτα καὶ τὴν ἡμέραν βρέχεται, μέγεθος καὶ κάλλος οἷα γίνεται, τὰ δ’ ἀντιτείνοντ’ οἱονεὶ δίψαν τινὰ ἢ ξηρασίαν σχόντ’ αὐτόπρεμν’ ἀπόλλυται.
οὕτω τούτοις, φησί, κυνολογήσασιν ἐδόθη πιεῖν. εἴρηται δὲ τὸ βρέχειν καὶ ἐπὶ τοῦ πίνειν. Ἀντιφάνης·
δεῖ γὰρ φαγόντας δαψιλῶς βρέχειν.
Εὔβουλος·
Σίκων ἐγὼ βεβρεγμένος ἥκω καὶ κεκωθωνισμένος. β. πέπωκας οὗτος; ς. ---πέπωκ’ ἐγώ, μὰ Δία τὸν Μενδαῖον

ὅτι τὸ ἀναπίπτειν κυρίως ἐπὶ ψυχῆς ἐστιν, οἷον ἀθυμεῖν, ὀλιγοδρανεῖν. Θουκυδίδης α′·

νικώμενοι ἐπ’ ἐλάχιστον ἀναπίπτουσι.
Κρατῖνος δ’ ἐπὶ ἐρετῶν χρᾶται τῇ λέξει·
ῥοθίαζε κἀνάπιπτε.
καὶ Ξενοφῶν ἐν Οἰκονομικῷ·
διὰ τί ἄλυποι ἀλλήλοις εἰσὶν οἱ ἐρέται; ἢ ὅτι ἐν τάξει μὲν κάθηνται, ἐν τάξει δὲ προνεύουσιν, ἐν τάξει δὲ ἀναπίπτουσιν;
ἀνακεῖσθαι δέ φαμεν ἐπὶ ἀνδριάντος· ὅθεν τοὺς ἐπὶ κατακειμένων χρωμένους τῇ λέξει διέσυρον. Δίφιλος·
ἐγὼ δ’ ἕως μέν τινος ἀνεκείμην.
πρὸς ὃν δυσχεραίνων ὁ ἑταῖρός φησιν
ἀνάκεισο.
Φιλιππίδης·
καὶ δειπνῶν ἀεὶ ι ἀνακείμενος παρ’ αὐτόν,
καὶ ἐπάγει·
πότερον ἀνδριάντας εἱστία;
κατακεῖσθαι δὲ λέγεται καὶ κατακεκλίσθαι, ὡς ἐν Συμποσίοις Ξενοφῶν καὶ Πλάτων. Ἄλεξις·
ὥς ἐστι κατακεῖσθαι πρὸ δείπνου συμφορά οὔτε γὰρ ὕπνος δήπουθεν οὐδέν’ ἂν λάβοι οὔτε ἃν λέγῃ τις οὐδαμῶς μάθοιμεν ἂν ὁ νοῦς γάρ ἐστι τῆς τραπέζης πλησίον.
ἔστι δὲ εὑρεῖν καὶ ἐπὶ τῆς ἐννοίας ταύτης σπανίως τὸ ἀνακεῖσθαι. σάτυρος παρὰ Σοφοκλεῖ τοῦτό φησιν ἐπικαιόμενος τῷ Ἡρακλεῖ·
ἀνακειμένῳ μέσον εἰς τὸν αὐχέν’ εἰσαλοίμην.
Ἀριστοτέλης ἐν Τυρρηνῶν Νομίμοις·
οἱ δὲ Τυρρηνοὶ δειπνοῦσι μετὰ τῶν γυναικῶν ἀνακείμενοι ὑπὸ τῷ αὐτῷ ἱματίῳ.
Θεόπομπος
ἐπίνομεν μετὰ ταῦτα --- κατακείμενοι μαλακώτατ᾽· τρικλινίῳ, Τελαμῶνος οἰμώζοντες ἀλλήλοις μέλη.
Φιλωνίδης·
κατάκειμαι, ὡς ὁρᾶτε, δεκάπαλαι.
Εὐριπίδης Κύκλωπι·
ἀνέπεσε φάρυγος αἰθέρ’ ἐξανιεὶς βαρύν.

Ἄλεξις·

μετὰ ταῦτ’ ἀναπεσεῖν ἐκέλευον αὐτὴν παρ’ ἐμέ.

ὅτι τὸ πάσασθαι ἐπὶ τοῦ ἀπογεύσασθαι τίθεται, φησὶ γοῦν Φοῖνιξ πρὸς Ἀχιλλέα·

οὐκ ἤθελον ἅμ’ ἄλλῳ ἐν μεγάροισι πάσασθαι.
καὶ ἀλλαχοῦ·
εὖθ’ οἱ σπλάγχν’ ἐπάσαντο.
τῶν γὰρ σπλάγχνων ἀπογεύσασθαι μόνον ὡς ἂν ὀλίγων πολὺς ὅμιλος, καὶ ὁ Πρίαμος δὲ πρὸς Ἀχιλλέα φησί·
νῦν δὴ καὶ σίτου πασάμην.
οἰκεῖον γὰρ τοῦ τηνικάδε ἀτυχήσαντος ἀπογεύσασθαι μόνον εἰς κόρον γὰρ ἐλθεῖν οὐκ εἴα τὸ πένθος, διὸ καὶ ὁ τὸ σύνολον οὐ γευσάμενος τροφῆς
κεῖτ’ ἄσιτος, ἄπαστος.
ἐπὶ δὲ τῶν ἀποπληρουμένων οὐδέποτε λέγει τὸ πάσασθαι, ἀλλ’ ὁπόσα δηλοῖ κόρον
αὐτὰρ ἐπεὶ σίτου τάρφθεν
καὶ
ἐδητύος ἐξ ἔρον ἕντο.
οἱ δὲ νεώτεροι καὶ ἐπὶ τοῦ πληρωθῆναι τιθέασι τὸ πάσασθαι. Καλλίμαχος·
μύθου δὲ πασαίμην ἥδιον.
Ἐρατοσθένης·
ὀπταλέα κρέα ἐκ τέφρης ἐπάσαντο τὰ τ’ ἀγρώσσοντες ἕλοντο.

ποτίκολλον ἅτε ξύλον παρὰ ξύλῳ,
φησὶν ὁ Θηβαῖος μελοποιός. ἔτι περὶ τοῦ Τῶν ἡρώων Βίου ὅτι Σέλευκός φησι τὴν παρ’ Ὁμήρῳ δαῖτα
θάλειαν στοιχείων μεταθέσει δίαιταν εἶναι· τὸ δὲ ἀπὸ τοῦ δαίσασθαι λέγειν βιαιότερόν ἐστι. ὅτι Καρύστιος ὁ Περγαμηνὸς ἱστορεῖ τὰς Κερκυραίας γυναῖκας ἔτι καὶ νῦν σφαιριζούσας ᾄδειν. σφαιρίζουσι δὲ παρ᾽παρ’ Ὁμήρῳ οὐ μόνον ἄνδρες ἀλλὰ καὶ γυναῖκες, καὶ δίσκοις δὲ καὶ ἀκοντίοις μετά τινος συμμετρίας ἐχρῶντο
δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες.
τὸ γὰρ τερπνὸν τὴν κακοπάθειαν κουφίζει. καὶ ἐπὶ κυνηγέσια δὲ ἐξίασιν οἱ νέοι πρὸς μελέτην τῶν πολεμικῶν κινδύνων καὶ ἐπὶ θήρας παντοίας, ἀφ’ ὧν ῥωμαλεώτεροι καὶ ὑγιεινότεροι διετέλουν, ὡς ὅτε
πυργηδὸν σφέας αὐτοὺς ἀρτύνουσι καὶ ἀντίον ἱστάμενοι ἀκοντίζουσιν.
᾽ἴσασι δὲ καὶ λουτρὰ ἄκη πόνων παντοῖα, κόπον μὲν θαλάττῃ λύοντες, ἣ μάλιστα τοῖς νεύροις ἐστὶ πρόσφορος, ἀναχαλῶντες δὲ ταῖς ἐμβάσεσι τὰς τῶν μυῶν συντάσεις, εἶτ’ ἐπαλείφοντες λίπα πρὸς τὸ μὴ ξηρανθέντος τοῦ ὕδατος ἀπεσκληρυμμένα γίνεσθαι τὰ σώματα, οἱ γοῦν ἀπὸ τῆς σκοπιῆς ἐπανελθόντες
ἱδρῶ πολλὸν ἀπενίζοντο θαλάσσῃ κνήμας ἠδὲ λόφον ἀμφί τε μηρούς,
καὶ οὕτως ἀναψύξαντες
ἐς ἀσαμίνθους βάντες ἐυξέστας λούσαντο καὶ ἀλειψάμενοι λίπ’ ἐλαίῳ δείπνῳ ἐφιζανέτην.
ἔστι καὶ τρόπος ἕτερος καμάτων λύσεως ἐκ τῶν κατὰ κεφαλῆς καταιονήσεων·
θυμῆρες κεράσασα κατὰ κρατός τε καὶ ὤμων.
αἱ γὰρ ἐμβάσεις περικεχυμένου πανταχόθεν τοῖς πόροις τοῦ ὕδατος φράττουσι τὴν τῶν ἱδρώτων
ἔκκρισιν καθάπερ ἂν εἴ τις ἠθμὸς εἰς ὕδωρ βληθείς. διέξεισι γὰρ οὐθέν, εἰ μή τις αὐτὸν μετεωρίσας τοῖς πόροις ἀναψυχὴν καὶ διέξοδον εἰς τὸ ἔξω παράσχῃ, ὡς Ἀριστοτέλης εἴρηκεν ἐν τοῖς φυσικοῖς προβλήμασι ζητῶν διὰ τί οἱ ἱδροῦντες ἐπὰν ἔλθωσιν εἰς θερμὸν ἢ ψυχρὸν ὕδωρ οὐκ ἔτι ἱδροῦσιν, ἕως ἂν πάλιν ἐπανέλθωσιν ἀπὸ τῶν ἐμβάσεων.

παρετίθετο δὲ τοῖς ἥρωσι δειπνοῦσι καὶ λάχανα, ὅτι δὲ οἴδασι τὰς λαχανείας δῆλον ἐκ τῶν παρὰ νείατον ὄρχον κοσμητῶν πρασιῶν. ἀλλὰ μὴν καὶ τοῖς κακοχυμοτάτοις κρομύοις ἐχρῶντο·

ἐπὶ δὲ κρόμυον ποτοῦ ὄψον.
ἐπιμελουμένους δὲ αὐτοὺς εἰσάγει καὶ τῶν ἀκροδρύων
ὄγχνη γὰρ ἐπ’ ὄγχνῃ που γηράσκει, σῦκον δ’ ἐπὶ σύκῳ.
διὸ καὶ τῶν δένδρων τὰ μὲν καρποφόρα καλὰ προσαγορεύει·
ἔνθα δένδρεα καλὰ πεφύκει, ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι.
τὰ δ’ εἰς ξυλείαν εὔθετα μακρά, τοῖς ἐπιθέτοις τὰς χρήσεις διαστέλλων
ἔνθα δένδρεα μακρὰ πεφύκει, κλήθρη τ’ αἴγειρὸς τ’ ἐλάτη τ’ ἦν οὐρανομήκης.
ἀρχαιοτέρα δ’ ἦν καὶ τῶν Τρωικῶν ἡ τούτων χρῆσις. Τάνταλος γοῦν οὐδὲ θανὼν ἀπαλλάττεται τῆς τούτων ἐπιθυμίας· εἴπερ ὁ κολάζων αὐτὸν θεὸς προσείων, καθάπερ οἱ τὰ ἄλογα τῶν ζῴων τοῖς θαλλοῖς ἄγοντες, τοὺς τοιούτους καρποὺς ἀποκρούεται αὐτὸν τῆς ἀπολαύσεως, ὅτε τῆς ἐλπίδος ἐγγὺς ἔλθοι. καὶ Λαέρτην δ’ Ὀδυσσεὺς ἀναμιμνήσκει ὧν ἔδωκεν αὐτῷ παιδὶ ὄντι·
ὄγχνας μοι δῶκας τρισκαίδεκα
καὶ τὰ ἑξῆς.

ὅτι δὲ καὶ ἰχθῦς ἤσθιον Σαρπηδὼν δῆλον ποιεῖ, ὁμοιῶν τὴν ἅλωσιν πανάγρου δικτύου θήρᾳ. καίτοι Εὔβουλος κατὰ τὴν κωμικὴν χάριν φησὶ παίζων

ἰχθὺν δ’ Ὅμηρος ἐσθίοντ’ εἴρηκε ποῦ τίνα τῶν Ἀχαιῶν; κρέα δὲ μόνον ὤπτων, ἐπεὶ ἕψοντά γ’ οὐ πεποίηκεν αὐτῶν οὐδένα. ἀλλ’ οὐδὲ μίαν ὅλως ἑταίραν εἶδέ τις αὐτῶν, ἑαυτοὺς δ’ ἔδεφον ἐνιαυτοὺς δέκα. πικρὰν στρατείαν δ’ εἶδον, οἵτινες πόλιν μίαν λαβόντες εὐρυπρωκτότεροι πολὺ τῆς πόλεος ἀπεχώρησαν ἧς εἷλον τότε.
οὐδὲ τὸν ἀέρα δ’ οἱ ἥρωες τοῖς ὄρνισιν εἴων ἐλεύθερον, παγίδας καὶ νεφέλας ἐπὶ ταῖς κίχλαις καὶ πελειάσιν ἱστάντες. ἐγυμνάζοντο δὲ πρὸς ὀρνεοθηρευτικήν, καὶ τὴν πελειάδα τῇ μηρίνθῳ κρεμῶντες ἀπὸ νηὸς ἱστοῦ καὶ τοξεύοντες ἑκηβόλως εἰς αὐτήν, ὡς ἐν τῷ ἐπιταφίῳ δηλοῦται. παρέλιπε δὲ τὴν χρῆσιν τῶν λαχάνων καὶ ἰχθύων καὶ τῶν ὀρνίθων διά τε τὴν λιχνείαν καὶ προσέτι τὴν ἐν ταῖς σκευασίαις ἀπρέπειαν, ἐλάττω κεκρικὼς ἡρωικῶν καὶ θείων ἔργων. ὅτι δὲ καὶ ἑφθοῖς ἐχρῶντο κρέασιν ἐμφανίζει ἐν οἷς λέγει·
ὡς δὲ λέβης ζεῖ --- κνίσσῃ μελδόμενος ἁπαλοτρεφέος σιάλοιο.
καὶ ὁ κατ’ ᾽ Ὀδυσσέως ἀφεθεὶς ποῦς βοὸς τούτου σημεῖον· πόδα γὰρ βόειον οὐδεὶς ὀπτᾷ. καὶ τὸ
κρειῶν δὲ πίνακας παρέθηκεν ἀείρας παντοίων
οὐ μόνον τὴν τῶν κρεῶν ἐξαλλαγὴν δηλοῖ, ὡς ὀρνίθεια, χοίρεια, ἐρίφεια, βόεια λέγων, ἀλλὰ τὴν σκευασίαν ὡς ποικίλην ἔχοντα καὶ οὐ μονοειδῆ ἀλλὰ περιττήν.
ὡς ἀνακύπτειν τὰς Σικελικὰς καὶ Συβαριτικὰς τραπέζας, ἤδη δὲ καὶ Χίας. μαρτυροῦνται γὰρ καὶ Χῖοι οὐκ ἔλαττον τῶν προειρημένων ἐπὶ ὀψαρτυτικῇ. Τιμοκλῆς·
Χῖοι πολὺ ἄριστ’ ἀνευρήκασιν ὀψαρτυτικήν.
κοιμῶνται δὲ μετὰ γυναικῶν παρ’ Ὁμήρῳ οὐ μόνον οἱ νέοι, ἀλλὰ καὶ οἱ γέροντες Φοῖνιξ τε καὶ Νέστωρ, μόνῳ Μενελάῳ οὐ συνέζευκται γυνὴ διὰ γυναικῶν γαμετὴν ἡρπασμένην τὴν στρατείαν πεποιημένῳ.

παλαιὸν μὲν οἶνον, ἄνθεα δ’ ὕμνων νεωτέρων
Πίνδαρος ἐπαινεῖ. Εὔβουλος δέ φησιν
ἄτοπον δὲ τὸν μὲν οἶνον εὐδοκιμεῖν ἀεὶ παρὰ ταῖς ἑταίραις τὸν παλαιόν, ἄνδρα δὲ μὴ τὸν παλαιόν, ἀλλὰ τὸν νεώτερον.
τὸ αὐτὸ δὲ καὶ Ἄλεξις σχεδὸν ἀπαραλλάκτως, τοῦ σφόδρα μόνου κειμένου ἀντὶ τοῦ ἀεί. ὄντως δὲ ὁ παλαιὸς οἶνος οὐ πρὸς ἡδονὴν μόνον, ἀλλὰ καὶ πρὸς ὑγίειαν προσφορώτερος, πέσσει τε γὰρ μᾶλλον τὰ σῖτα καὶ λεπτομερὴς ὢν εὐανάδοτός ἐστι δύναμίν τε τοῖς σώμασιν ἐμποιεῖ τὸ αἷμά τε ἐνερευθὲς καὶ εὐανάδοτον κατασκευάζει καὶ τοὺς ὕπνους ἀταράχους παρέχει, ἐπαινεῖ δὲ Ὅμηρος τὸν ἐπιδεχόμενον ἱκανὴν κρᾶσιν, ὡς τὸν τοῦ Μάρωνος. ἐπιδέχεται δὲ πλείω κρᾶσιν ὁ παλαιὸς οἶνος διὰ τὸ μᾶλλον θερμὸς γίνεσθαι παλαιούμενος. ἔνιοι δὲ καὶ τὴν Διονύσου φυγὴν εἰς τὴν θάλασσαν οἰνοποιίαν σημαίνειν φασὶ πάλαι γνωριζομένην. ἡδὺν γὰρ εἶναι τὸν οἶνον παρεγχεομένης
θαλάσσης, ἐπαινῶν δὲ Ὅμηρος τὸν μέλανα οἶνον πολλάκις αὐτὸν καὶ αἴθοπα καλεῖ. δυναμικώτατος γάρ ἐστι καὶ μένων ἐν ταῖς ἕξεσι τῶν πινόντων πλεῖστον χρόνον. Θεόπομπος δέ φησι παρὰ Χίοις πρώτοις γενέσθαι τὸν μέλανα οἶνον, καὶ τὸ φυτεύειν δὲ καὶ θεραπεύειν ἀμπέλους Χίους πρώτους μαθόντας παρ’ Οἰνοπίωνος τοῦ Διονύσου, ὃς καὶ συνῴκισε τὴν νῆσον, τοῖς ἄλλοις ἀνθρώποις μεταδοῦναι. ὁ δὲ λευκὸς οἶνος ἀσθενὴς καὶ λεπτός, ὁ δὲ κιρρὸς πέττει ῥᾷον ξηραντικὸς ὤν.

περὶ Ἰταλικῶν οἴνων φησὶν ὁ παρὰ τούτῳ τῷ σοφιστῇ Γαληνός·

ὁ Φαλερῖνος οἶνος ἀπὸ ἐτῶν δέκα ἐστὶ πότιμος καὶ ἀπὸ πεντεκαίδεκα μέχρι εἴκοσιν· ὁ δ᾽· ὑπὲρ τοῦτον ἐκπίπτων τὸν χρόνον κεφαλαλγὴς καὶ τοῦ νευρώδους καθάπτεται. εἴδη δ’ αὐτοῦ δύο, ὁ αὐστηρὸς καὶ ὁ γλυκάζων οὗτος δὲ τοιοῦτος γίνεται ὅταν ὑπὸ τὸν τρυγητὸν νότοι πνεύσωσι, παρ’ ὃ καὶ μελάντερος γίνεται, ὁ δὲ μὴ οὕτω τρυγηθεὶς αὐστηρός τε καὶ τῷ χρώματι κιρρός. καὶ τοῦ Ἀλβανοῦ δὲ οἴνου εἴδη δύο, ὁ μὲν γλυκάζων, ὁ δ’ ὀμφακίας· ἀμφότεροι δὲ ἀπὸ πεντεκαίδεκα ἐτῶν ἀκμάζουσι. Συρεντῖνος δὲ ἀπὸ πέντε καὶ εἴκοσιν ἐτῶν ἄρχεται γίνεσθαι πότιμος· ὢν γὰρ ἀλιπὴς καὶ λίαν ψαφαρὸς μόλις πεπαίνεται καὶ παλαιούμενος σχεδὸν μόνοις ἐστὶν ἐπιτήδειος τοῖς χρωμένοις διηνεκῶς. ὁ δὲ Ῥηγῖνος τοῦ Συρεντίνου λιπαρώτερος ὢν χρήσιμος ἀπὸ ἐτῶν πεντεκαίδεκα. χρήσιμος καὶ ὁ Πριούερνος λεπτομερέστερος ὢν τοῦ Ῥηγίνου ἥκιστά τε καθαπτόμενος κεφαλῆς, τούτῳ ἐμφερὴς ὁ Φορμιανός, ταχὺ δὲ ἀκμάζει καὶ λιπαρώτερός ἐστιν αὐτοῦ.
βράδιον δ’ ἀκμάζει ὁ Τριφολῖνος, ἐστὶ δὲ τοῦ Συρεντίνου γεωδέστερος. ὁ δὲ Στατανὸς τῶν πρώτων ἐστὶν οἴνων, ἐμφερὴς τῷ Φαλερίνῳ, κουφότερος, οὐ πληκτικός, ὁ Τιβουρτῖνος λεπτός, εὐδιάπνευστος, ἀκμάζων ἀπὸ ἐτῶν δέκα· κρείττων δὲ γίνεται παλαιούμενος. ὁ Λαβικανὸς ἡδὺς καὶ λιπαρὸς τῇ γεύσει, μεταξὺ Φαλερίνου καὶ ᾽ Ἀλβανοῦ· ὁ δὲ ἄρχεται τῆς πόσεως ἀπὸ ἐτῶν δέκα. ὁ Γαυρανὸς δὲ καὶ ὀλίγος καὶ κάλλιστος, προσέτι τε εὔτονος καὶ παχύς, Πραινεστίνου δὲ καὶ Τιβουρτίνου λιπαρώτερος. ὁ Μαρσικὸς δὲ πάνυ αὐστηρός, εὐστόμαχος δέ. γίνεται δὲ περὶ τὴν Καμπανίας Κύμην ὁ καλούμενος Οὐλβανός, κοῦφος, πότιμος ἀπὸ ἐτῶν πέντε, ὁ Ἀγκωνιτανὸς χρηστός, λιπαρός, πο ---ὁ Βυξεντῖνος ἐμφερῶς ἔχει τῷ Ἀλβανῷ τῷ ὀμφακίᾳ· ἐστὶ δὲ δυνάμει καὶ εὐστόμαχος. ὁ Οὐελίτερνος δὲ ἡδὺς πινόμενος, εὐστόμαχος· ἴδιον δ’ αὐτοῦ τὸ μὴ δοκεῖν ἀπαρέγχυτος εἶναι· ἐμφαίνει γὰρ ὡς ἐμμεμιγμένου αὐτῷ ἑτέρου, ὁ Καληνὸς κοῦφος, τοῦ Φαλερίνου εὐστομαχώτερος. εὐγενὴς δὲ καὶ ὁ Καίκουβος, πληκτικός, εὔτονος· παλαιοῦται δὲ μετὰ ἱκανὰ ἔτη. ὁ Φουνδανὸς εὔτονος, πολύτροφος, κεφαλῆς καὶ στομάχου ἅπτεται· διὸ οὐ πολὺς ἐν συμποσίοις πίνεται. πάντων δὲ τούτων ὁ Σαβῖνος κουφότερος, ἀπὸ ἐτῶν ἑπτὰ ἐπιτήδειος πίνεσθαι μέχρι πεντεκαίδεκα. ὁ δὲ Σιγνῖνος μέχρις ἐτῶν ἓξ χρήσιμος, παλαιωθεὶς δὲ πολὺ χρησιμώτερος. ὁ Νουμεντανὸς ἀκμάζει ταχὺ καὶ ἀπὸ ἐτῶν πέντε πότιμός ἐστιν ἐστὶ οὔτε λίαν ἡδὺς οὔτε λεπτός, ὁ Σπωλητῖνος οἶνος ---καὶ πινόμενος ἡδὺς καὶ τῷ χρώματι χρυσίζει. Αἰκουανὸς κατὰ πολλὰ τῷ Συρεντίνῳ
παρεμφερής, ὁ Βαρῖνος λίαν αὐστηρὸς καὶ ἀεὶ ἑαυτοῦ κρείττων γίνεται, εὐγενὴς καὶ ὁ Καυκῖνος καὶ τῷ Φαλερίνῳ ἐμφερής. ὁ Βενεφρανὸς εὐστόμαχος καὶ κοῦφος, ὁ ἐν Νεαπόλει Τρεβιλλικὸς εὔκρατος τῇ δυνάμει, εὐστόμαχος, εὔστομος. ὁ Ἔρβουλος ἐν ἀρχῇ μέν ἐστι μέλας, μετ’ οὐ πολλὰ δὲ ἔτη λευκὸς γίνεται· ἐστὶ δὲ λίαν κοῦφος καὶ τρυφερός, ὁ Μασσαλιήτης καλός· ὀλίγος δὲ γίνεται, παχύς, σαρκώδης. Ταραντῖνος δὲ καὶ οἱ ἀπὸ τοῦ κλίματος τούτου πάντες ἁπαλοί, οὐ πλῆξιν, οὐ τόνον ἔχοντες, ἡδεῖς, εὐστόμαχοι. ὁ δὲ Μαμερτῖνος ἔξω μὲν τῆς Ἰταλίας γίνεται· καὶ γινόμενος ἐν Σικελίᾳ καλεῖται Ἰωτάλινος. ἡδὺς δ’ ἐστί, κοῦφος, εὔτονος
ὅτι παρ’ Ἰνδοῖς τιμᾶται δαίμων, ὥς φησι Χάρης ὁ Μιτυληναῖος, ὃς καλεῖται Σοροάδειος· ἑρμηνεύεται δὲ Ἑλλάδι φωνῇ οἰνοποιός.