Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

αὕτη παρ’ ἡμῶν, Οὐλπιανέ, ἡ βαλλητύς. σὺ δ’ ὅταν βουληθῇς ἐρεῖς περὶ τῆς Ἐλευσῖνι.’ καὶ ὁ Οὐλπιανός· ‘ἀλλά με ἀνέμνησας, καλὲ Δημόκριτε, μνησθεὶς χύτρας ποθοῦντα μαθεῖν πολλάκις τίς ἡ Τηλεμάχου καλουμένη χύτρα καὶ τίς ὁ Τηλέμαχος.’ καὶ ὁ Δημόκριτος ἔφη· ‘Τιμοκλῆς ὁ τῆς κωμῳδίας ποιητὴς (ἦν δὲ καὶ τραγῳδίας) ἐν μὲν δράματι Λήθῃ φησί (II 461 K)·

  1. μετὰ τοῦτον αὐτῷ Τηλέμαχος συνετύγχανε.
  2. καὶ τοῦτον ἀσπασάμενος ἡδέως πάνυ
  3. ἔπειτα ‘χρῆσόν μοι σύ, φησί, τὰς χύτρας,
  4. ἐν αἷσιν ἕψεις τοὺς κυάμους.’ καὶ ταῦτά γε
  5. ἔφη τε καὶ παριόντα Φείδιππον πάλιν
  6. τὸν Χαιρεφίλου πόρρωθεν ἀπιδὼν τὸν παχὺν
  7. ἐπόππυσ᾽, εἶτ’ ἐκέλευσε πέμπειν σαργάνας.
ὅτι δὲ καὶ τῶν δήμων Ἀχαρνεὺς ὁ Τηλέμαχος ὁ αὐτὸς ποιητής φησιν ἐν Διονύσῳ οὕτως (II 454 K)·
  1. ὁ δ’ Ἀχαρνικὸς Τηλέμαχος ἔτι δημηγορεῖ.
  2. οὗτος δ’ ἔοικε τοῖς νεωνήτοις Σύροις.
  3. Β. πῶς ἢ τί πράττων; βούλομαι γὰρ εἰδέναι.
  4. Α. θανατηγὸν καλὴν χύτραν φέρει.
ἐν δ’ Ἰκαρίοις σατύροις φησίν (II 459 K)·
v.2.p.389
  1. ὥστ’ ἔχειν οὐδὲν παρ’ ἡμῖν. νυκτερεύσας δ’ ἀθλίως
  2. πρῶτα μὲν σκληρῶς καθεῦδον, εἶτα Θούδιππος
  3. βδέων
  4. παντελῶς ἔπνιξεν ἡμᾶς, εἶθ’ ὁ λιμὸς ἥπτετο.
  5. ἐφέρετο πρὸς Δίωνα τὸν διάπυρον· ἀλλὰ γὰρ
  6. οὐδ’ ἐκεῖνος οὐθὲν εἶχε. πρὸς δὲ τὸν χρηστὸν
  7. δραμὼν
  8. Τηλέμαχον Ἀχαρνέα σωρόν τε κυάμων καταλαβὼν
  9. ἁρπάσας τούτων ἐνέτραγον. ὁ δ’ ὄνος ἡμᾶς
  10. ὡς ὁρᾷ,
  11. ..... ὁ Κηφισόδωρος περὶ τὸ βῆμ᾽, ἐπέρδετο.
ἐκ τούτων δῆλόν ἐστιν ὅτι Τηλέμαχος κυάμων χύτρας ἀεὶ σιτούμενος ἦγε Πυανέψια πορδὴν ἑορτήν.

ἔτνους δὲ κυαμίνου μνημονεύει Ἡνίοχος ὁ κωμικὸς ἐν Τροχίλῳ λέγων οὕτως (II 432)·

  1. πρὸς ἐμαυτὸν ἐνθυμούμενος, νὴ τοὺς θεούς,
  2. ὅσῳ διαφέρει σῦκα καρδάμων. σὺ δὲ
  3. Παύσωνι φὴς τὸ δεῖνα προσλελαληκέναι;
  4. Β. καὶ πρᾶγμά γ᾽ ἠρώτα με δυστράπελον πάνυ,
  5. ἔχον δὲ πολλὰς φροντίδων διεξόδους.
  6. Α. λέγ’ αὐτό· καὶ γὰρ οὐκ ἀγέλοιόν ἐστ’ ἴσως.
  7. Β. ἔτνος κυάμινον διότι τὴν μὲν γαστέρα
  8. φυσᾷ, τὸ δὲ πῦρ οὔ. Α. χάριεν οἷς γινώσκεται
  9. τὸ πρᾶγμα τοῦ Παύσωνος. ὡς δ’ ἀεί ποτε
    v.2.p.390
  10. περὶ τοὺς κυάμους ἔσθ’ οὗτος ὁ σοφιστὴς γέλως.

τοιούτων οὖν πολλάκις λεγομένων ὕδωρ ἐφέρετο κατὰ χειρῶν. καὶ πάλιν ὁ Οὐλπιανὸς ἐζήτει εἰ τὸ χέρνιβον εἴρηται, καθάπερ ἡμεῖς λέγομεν ἐν τῇ συνηθείᾳ. καί τις αὐτῷ ἀπήντησεν λέγων τὸ ἐν Ἰλιάδι · Il. 24.302

  1. ἦ ῥα καὶ ἀμφίπολον ταμίην ὤτρυν’ ὁ γεραιὸς
  2. χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον· ἣ δὲ παρέστη
  3. χέρνιβον ἀμφίπολος πρόχοόν θ’ ἅμα χερσὶν ἔχουσα.
Ἀττικοὶ δὲ χερνίβιον λέγουσιν, ὡς Λυσίας ἐν τῷ κατὰ Ἀλκιβιάδου λέγων οὕτως (i. e. Andoc. 29)· ‘τοῖς χρυσοῖς χερνιβίοις καὶ θυμιατηρίοις.’ χειρόνιπτρον δ᾽ Εὔπολις ἐν Δήμοις (I 289 K)·
  1. κἄν τις τύχῃ πρῶτος δραμὼν εἴληφε χειρόνιπτρον·
  2. ἀνὴρ δ’ ὅταν τις ἀγαθὸς ᾖ καὶ χρήσιμος πολίτης
  3. νικᾷ τε πάντασ χρηστὸς ὤν, οὐκ ἔστι χειρόνιπτρον.
Ἐπίχαρμος δ’ ἐν Θεαροῖς εἴρηκε χειρόνιβα διὰ τούτων (p. 242 L)·
  1. κιθάρα, τρίποδες, ἅρματα, τράπεζαι χαλκίαι,
  2. χειρόνιβα, λοιβάσια, λέβητες χαλκίοι.
ἡ πλείων δὲ χρῆσις κατὰ χειρὸς ὕδωρ εἴωθε λέγειν, ὡς Εὔπολις ἐν Χρυσῷ γένει καὶ Ἀμειψίας Σφενδόνῃ Ἀλκαῖός τε ἐν Ἱερῷ γάμῳ. πλεῖστον δ’ ἐστὶ τοῦτο. Φιλύλλιος δὲ ἐν Αὔγῃ κατὰ χειρῶν εἴρηκεν οὕτως (I 782 K)·
  1. καὶ δὴ δεδειπνήκασιν αἱ γυναῖκες· ἀλλ’ ἀφαιρεῖν
  2. ὥρα ᾽στὶν ἤδη τὰς τραπέζας, εἶτα παρακορῆσαι,
    v.2.p.391
  3. ἔπειτα κατὰ χειρῶν ἑκάστῃ καὶ μύρον τι δοῦναι.
Μένανδρος Ὑδρίᾳ (IV 208 M)·
  1. οἳ δὲ κατὰ χειρῶν λαβόντες περιμένουσι φίλτατοι.

Ἀριστοφάνης δὲ ὁ γραμματικὸς ἐν τοῖς πρὸς τοὺς Καλλιμάχου πίνακας (p. 251 N) χλευάζει τοὺς οὐκ εἰδότας τὴν διαφορὰν τοῦ τε κατὰ χειρὸς καὶ τοῦ ἀπονίψασθαι. παρὰ γὰρ τοῖς παλαιοῖς τὸ μὲν πρὸ ἀρίστου καὶ δείπνου λέγεσθαι κατὰ χειρὸς, τὸ δὲ μετὰ ταῦτα ἀπονίψασθαι. ἔοικε δ’ ὁ γραμματικὸς τοῦτο πεφυλαχέναι παρὰ τοῖς Ἀττικοῖς, ἐπεί τοι Ὅμηρός πῃ μέν φησι Od. 1.138

  1. νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
πῂ δέ· Od. 1.146
  1. τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
  2. σῖτον δὲ δμωαὶ παρενήνεον ἐν κανέοισι.
καὶ Σώφρων ἐν γυναικείοις (fr. 23 Bo)· ‘τάλαινα Κοικόα, κατὰ χειρὸς δοῦσα ἀπόδος πόχ’ ἁμῖν τὰν τράπεζαν.’ παρὰ μέντοι τοῖς τραγικοῖς καὶ τοῖς κωμικοῖς παροξυτόνως ἀνέγνωσται χερνίβα· παρ’ Εὐριπίδῃ ἐν Ἡρακλεῖ (929)·
  1. εἰς χερνίβ’ ὡς βάψειεν Ἀλκμήνης γόνος.
ἀλλὰ καὶ παρ’ Εὐπόλιδι ἐν Αἰξίν (I 262 K)·
  1. αὐτοῦ τὴν χερνίβα παύσεις.
ἐστὶ δὲ ὕδωρ εἰς ὃ ἀπέβαπτον δαλὸν ἐκ τοῦ βωμοῦ λαμβάνοντες ἐφ’ οὗ τὴν θυσίαν ἐπετέλουν· καὶ τούτῳ περιρραίνοντες τοὺς παρόντας ἥγνιζον. χρὴ μέντοι προπαροξυτόνως προφέρεσθαι. τὰ γὰρ τοιάδε ῥηματικὰ σύνθετα εἰς ψ λήγοντα γεγονότα παρὰ τὸν παρακείμενον τὴν παραλήγουσαν τοῦ παρακειμένου
v.2.p.392
φυλάσσουσιν, ἄν τε ἔχῃ τοῦτον διὰ τῶν δύο μμ λεγόμενον, βαρύνεται, λέλειμμαι αἰγίλιψ, τέτριμμαι οἰκότριψ, κέκλεμμαι βοίκλεψ, παρὰ Σοφοκλεῖ Ἑρμῆς (fr. 927), βέβλεμμαι κατῶβλεψ, παρὰ Ἀρχελάῳ τῷ Χερρονησίτῃ ἐν τοῖς Ἰδιοφυέσιν. ἐν δὲ ταῖς πλαγίοις τὰ τοιαῦτα ἐπὶ τῆς αὐτῆς συλλαβῆς φυλάττειν τὴν τάσιν. Ἀριστοφάνης δ’ ἐν Ἥρωσι (I 472 K) χερνίβιον εἴρηκεν.

ἐχρῶντο δ’ εἰς τὰς χεῖρας ἀποπλύνοντες αὐτὰς καὶ σμήματι ἀπορύψεως χάριν, ὡς παρίστησιν Ἀντιφάνης ἐν Κωρύκῳ (II 67 K)·

  1. ἐν ὅσῳ δ’ ἀκροῶμαί σου κέλευσόν μοί τινα
  2. φέρειν ἀπονίψασθαι. Β. δότω τις δεῦρ’ ὕδωρ
  3. καὶ σμῆμα.
ἔτι δὲ καὶ εὐώδεσι τὰς χεῖρας κατεχρίοντο τὰς ἀπομαγδαλίας ἀτιμάσαντες, ἃς Λακεδαιμόνιοι ἐκάλουν κυνάδας, ὥς φησι Πολέμων ἐν τῇ περὶ ὀνομάτων ἀδόξων ἐπιστολῇ (fr. 77 Pr). περὶ δὲ τοῦ εὐώδεσι χρίεσθαι τὰς χεῖρας Ἐπιγένης ἢ Ἀντιφάνης φησὶν ἐν Ἀργυρίου ἀφανισμῷ οὕτως (II 26 K)·
  1. καὶ τότε
  2. περιπατήσεις κἀπονίψει κατὰ τρόπον
  3. τὰς χεῖρας εὐώδη λαβὼν τὴν γῆν.
καὶ Φιλόξενος δ’ ἐν τῷ ἐπιγραφομένῳ Δείπνῳ φησίν (fr. 2, 39 B)·
  1. ἔπειτα δὲ παῖδες νίπτρ’ ἔδοσαν κατὰ χειρῶν,
    v.2.p.393
  2. σμήμασιν ἰρινομίκτοις χλιεροθαλπὲς ὕδωρ ἐπεγχέοντες
  3. τόσσον ὅσον τις ἔχρῃζ᾽, ἐκτρίμματά τε ....
  4. λαμπρὰ
  5. σινδονυφῆ, δίδοσαν δὲ χρίματά τ᾽ ἀμβροσίοδμα
  6. καὶ στεφάνους ἰοθαλέας.
Δρόμων δ’ ἐν Ψαλτρίᾳ (II 419 K)·
  1. ἐπεὶ δὲ θᾶττον ἦμεν ἠριστηκότες,
  2. ..... περιεῖλε τὰς τραπέζας, νίμματα
  3. ἐπέχει τις, ἀπενιζόμεθα, τοὺς στεφάνους πάλιν
  4. τοὺς ἑσπερίνους λαβόντες ἐστεφανούμεθα.

ἐκάλουν δ’ ἀπόνιπτρον τὸ ἀπόνιμμα τῶν χειρῶν καὶ τῶν ποδῶν. Ἀριστοφάνης (Ach. 616)·

  1. ὥσπερ ἀπόνιπτρον ἐκχέοντες ἑσπέρας.
ἴσως δὲ καὶ τὴν λεκάνην οὕτως ἔλεγον, ἐν ᾧ τρόπῳ καὶ χειρόνιπτρον. ἰδίως δὲ καλεῖται παρ’ Ἀθηναίοις ἀπόνιμμα ἐπὶ τῶν εἰς τιμὴν τοῖς νεκροῖς γινομένων καὶ ἐπὶ τῶν τοὺς ἐναγεῖς καθαιρόντων, ὡς καὶ Κλείδημος ἐν τῷ ἐπιγραφομένῳ Ἐξηγητικῷ. προθεὶς γὰρ περὶ ἐναγισμῶν γράφει τάδε (FHG I 363)· ‘ὄρυξαι βόθυνον πρὸς ἑσπέραν τοῦ σήματος. ἔπειτα παρὰ τὸν βόθυνον πρὸς ἑσπέραν βλέπε, ὕδωρ κατάχεε λέγων τάδε· ὑμῖν ἀπόνιμμα οἷς χρὴ καὶ οἷς θέμις. ἔπειτα αὖθις μύρον κατάχεε.’ παρέθετο ταῦτα καὶ Δωρόθεος, φάσκων καὶ ἐν τοῖς τῶν Εὐπατριδῶν πατρίοις τάδε
v.2.p.394
γεγράφθαι περὶ τῆς τῶν ἱκετῶν καθάρσεως· ‘ἔπειτα ἀπονιψάμενος αὐτὸς καὶ οἱ ἄλλοι οἱ σπλαγχνεύοντες ὕδωρ λαβὼν κάθαιρε, ἀπόνιζε τὸ αἷμα τοῦ καθαιρομένου καὶ μετὰ τὸ ἀπόνιμμα ἀνακινήσας εἰς ταὐτὸ ἔγχεε.’

χειρόμακτρον δὲ καλεῖται ᾧ τὰς χεῖρας ἀπεμάττοντο ὠμολίνῳ· ὅπερ ἐν τοῖς προκειμένοις (p. 409e) Φιλόξενος ὁ Κυθήριος ὠνόμασεν ἔκτριμμα. Ἀριστοφάνης Ταγηνισταῖς (I 521 K)·

  1. φέρε, παῖ, ταχέως κατὰ χειρὸς ὕδωρ,
  2. παράπεμπε τὸ χειρόμακτρον.
σημειωτέον δὲ ὅτι καὶ μετὰ τὸ δειπνῆσαι κατὰ χειρὸς ἔλεγον, οὐχ ὡς Ἀριστοφάνης ὁ γραμματικός φησιν ὅτι πρὶν φαγεῖν οἱ Ἀττικοὶ κατὰ χειρὸς ἔλεγον, μετὰ δὲ τὸ δειπνῆσαι ἀπονίψασθαι (supra p. 408f). Σοφοκλῆς Οἰνομάῳ (fr. 429)·
  1. σκυθιστὶ χειρόμακτρον ἐκκεκαρμένος.
καὶ Ἡρόδοτος ἐν δευτέρᾳ (c. 122). Ξενοφῶν δ’ ἐν αʹ Παιδείας γράφει (3, 5)· ‘ὅταν δὲ τούτων τινὸς θίγῃς, εὐθὺς ἀποκαθαίρῃ τὴν χεῖρα εἰς τὰ χειρόμακτρα, ὡς πάνυ ἀχθόμενος ὅτι κατάπλεά σοι ἀπ’ αὐτῶν ἐγένετο.’ Πολέμων δ’ ἐν ἕκτῳ τῶν πρὸς Ἀντίγονον καὶ Ἀδαῖον περὶ τῆς διαφορᾶς λέγει τοῦ κατὰ χειρὸς πρὸς τὸ νίψασθαι (fr. 62 Pr). Δημόνικος δ’ ἐν τῷ Ἀχελωνίῳ τὸ πρὸ τοῦ δείπνου κατὰ χειρός φησι διὰ τούτων (IV 570 M)·
  1. ἐσπουδάκει δ’ ἕκαστος ὡς ἂν ἑστιῶν
  2. ἅμα τ’ ὀξύπεινον ἄνδρα καὶ Βοιώτιον.
  3. τὸ γοῦν κατὰ χειρὸς περιέγραψ᾽, εἴπας ὅτι
  4. μετὰ δεῖπνον αὐτῷ τοῦτο γίνεται λαβεῖν.
    v.2.p.395
ὠμολίνου δὲ μέμνηται Κρατῖνος ἐν Ἀρχιλόχοις (I 14 K)· ‘ὠμολίνοις κόμη βρύουσ’ ἀτιμίας πλέως.’ Σαπφὼ δ’ ὅταν λέγῃ ἐν τῷ πέμπτῳ τῶν μελῶν πρὸς τὴν Ἀφροδίτην (fr. 44 B)·
  1. χειρόμακτρα δὲ καγγονων
  2. πορφύρᾳ καταυταμενἀτατι
  3. Μνᾶσις πέμψ’ ἀπὺ Φωκάας
  4. δῶρα τίμια καγγόνων,
κόσμον λέγει κεφαλῆς τὰ χειρόμακτρα, ὡς καὶ Ἑκαταῖος δηλοῖ ἢ ὁ γεγραφὼς τὰς περιηγήσεις ἐν τῇ Ἀσίᾳ ἐπιγραφομένῃ (FHG I 25)· ‘γυναῖκες δ’ ἐπὶ τῆς κεφαλῆς ἔχουσι χειρόμακτρα.’ Ἡρόδοτος δ’ ἐν τῇ βʹ φησί (c. 122)· ‘μετὰ δὲ ταῦτα ἔλεγον τοῦτον τὸν βασιλέα ζωὸν καταβῆναι κάτω εἰς ὃν οἱ Ἕλληνες Ἅιδην νομίζουσι κἀκεῖθι συγκυβεύειν τῇ Δήμητρι, καὶ τὰ μὲν νικᾶν αὐτήν, τὰ δὲ ἑσσοῦσθαι ὑπ’ αὐτῆς· καί μιν πάλιν ἀναφικέσθαι δῶρον ἔχοντα παρ’ αὐτῆς χειρόμακτρον χρύσεον.’

τὸν δὲ τῷ χερνίβῳ ῥάναντα παῖδα διδόντα κατὰ χειρὸς Ἡρακλεῖ ὕδωρ, ὃν ἀπέκτεινεν ὁ Ἡρακλῆς κονδύλῳ, Ἑλλάνικος μὲν ἐν ταῖς ἱστορίαις Ἀρχίαν φησὶ καλεῖσθαι· δι’ ὃν καὶ ἐξεχώρησε Καλυδῶνος. ἐν δὲ τῷ δευτέρῳ τῆς Φορωνίδος Χερίαν αὐτὸν ὀνομάζει (FHG I 45). Ἡρόδωρος δ’ ἐν ἑπτακαιδεκάτῃ τοῦ καθ’ Ἡρακλέα λόγου (FHG II 36) Εὔνομον. καὶ Κύαθον δὲ τὸν Πύλητος μὲν υἱόν, ἀδελφὸν δὲ Ἀντιμάχου ἀπέκτεινεν ἄκων Ἡρακλῆς οἰνοχοοῦντα αὐτῷ, ὡς Νίκανδρος ἱστορεῖ ἐν

v.2.p.396
δευτέρῳ Οἰταικῶν (fr. 17 Schn), ᾧ καὶ ἀνεῖσθαί φησι τέμενος ὑπὸ τοῦ Ἡρακλέους ἐν Προσχίῳ, ὃ μέχρι νῦν προσαγορεύεσθαι Οἰνοχόου.

ἡμεῖς δ’ ἐνταῦθα καταπαύσαντες τὸν λόγον ἀρχὴν ποιησόμεθα τῶν ἑξῆς ἀπὸ τῆς τοῦ Ἡρακλέους ἀδηφαγίας.

  1. Ἀλλ’ ὥσπερ δείπνου γλαφυροῦ ποικίλην εὐωχίαν
  2. τὸν ποιητὴν δεῖ παρέχειν τοῖς θεαταῖς τὸν σοφόν,
  3. ἵν’ ἀπίῃ τις τοῦτο φαγὼν καὶ πιών, ὅπερ λαβὼν
  4. χαίρει τις, καὶ σκευασία μὴ μί’ ᾖ τῆς μουσικῆς,
Ἀστυδάμας ὁ τραγικὸς ἐν Ἡρακλεῖ σατυρικῷ (p. 604 N), ἑταῖρε, φησί, Τιμόκρατες. φέρε εἴπωμεν ἐνταῦθα τοῖς προειρημένοις τὰ ἀκόλουθα ὅτι ἦν καὶ ὁ Ἡρακλῆς ἀδηφάγος. ἀποφαίνονται δὲ τοῦτο σχεδὸν πάντες ποιηταὶ καὶ συγγραφεῖς. Ἐπίχαρμος μὲν ἐν Βουσίριδι λέγων (p. 223 L)·
  1. πρῶτον μὲν αἴ κ’ ἔσθοντ’ ἴδοις νιν ἀποθάνοις.
  2. βρέμει μὲν ὁ φάρυγξ ἔνδοθ᾽, ἀραβεῖ δ’ ἁ γνάθος,
  3. ψοφεῖ δ’ ὁ γομφίος, τέτριγε δ’ ὁ κυνόδων,
  4. σίζει δὲ ταῖς ῥίνεσσι, κινεῖ δ’ οὔατα.
Ἴων δ’ ἐν Ὀμφάλῃ ἐμφανίσας αὐτοῦ τὴν ἀδηφαγίαν ἐπιφέρει (p. 571 N)·
  1. ὑπὸ δὲ τῆς εὐφημίας
    v.2.p.397
  2. κατέπινε καὶ τὰ κᾶλα καὶ τοὺς ἄνθρακας.
παρὰ Πινδάρου δὲ τοῦτ’ εἴληφεν εἰπόντος (fr. 168 B)· ‘διαβοῶν θερμὰ δ’ εἰς ἀνθρακιὰν στέψαν πυρὶ δ’ εἰς ἀνθρακιὰν στέψαν πυρὶ δ᾽ ὑπνόων τε σώματα. καὶ τότ’ ἐγὼ σαρκῶν τ’ ἐνοπὰν ἠδ’ ὀστέων στεναγμὸν βαρὺν ην ἰδόντα διακρῖναι πολλὸς ἐν καιρῷ χρόνος.’ τοιοῦτον οὖν αὐτὸν ὑποστησάμενοι ταῖς ἀδηφαγίαις καὶ τῶν ὀρνέων ἀποδεδώκασιν αὐτῷ τὸν λάρον τὸν προσαγορευόμενον βουφάγον.