Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

ΣΥΟΣ δὲ ἀγρίου ἐπεισενεχθέντος, ὃς κατ’ οὐδὲν ἦν ἐλάττων τοῦ καλοῦ γραφομένου Καλυδωνίου, ‘προβάλλω, τὶς ἔφη, σοὶ ζητεῖν, φροντιστὰ καὶ λογιστὰ Οὐλπιανέ, τίς ἱστόρηκε τὸν Καλυδώνιον σῦν θήλειάν τε γεγονέναι καὶ λευκὸν τὴν χρόαν.’ ὃ δὲ σφόδρα φροντίσας καὶ τὸ προβληθὲν ἀποδιοπομπησάμενος ‘ἀλλ’ ὑμεῖς γε, ἔφη, ἄνδρες γάστρωνες, εἰ μὴ κόρον ἤδη ἔχετε τοσούτων ἐμπλησθέντες, ὑπερβάλλειν μοι δοκεῖτε πάντας τοὺς ἐπὶ πολυφαγίᾳ διαβοήτους γενομένους· καὶ τίνες εἰσὶν οὗτοι ζητεῖτε. προφέρεσθαι δὲ δίκαιόν ἐστιν ὑμᾶς σὺν τῷ σ σῦς ἐτυμώτερον· παρὰ τὸ σεύεσθαι γὰρ καὶ ὁρμητικῶς ἔχειν τὸ ζῷον εἴρηται. τέτριπται δὲ καὶ τὸ λέγειν χωρὶς τοῦ κατ’ ἀρχὰς σ ὗς. οἳ δὲ σῦν εἰρῆσθαι οἱονεὶ θῦν, τὸν εἰς θυσίαν εὐθετοῦντα. νῦν δέ, εἰ δοκεῖ, ἀποκρίνασθέ μοι τίς μνημονεύει κατὰ τὸ σύνθετον

v.2.p.375
ὁμοίως ἡμῖν συάγρου ἐπὶ τοῦ συὸς τοῦ ἀγρίου. Σοφοκλῆς μὲν γὰρ ἐν Ἀχιλλέως Ἐρασταῖς ἐπὶ κυνὸς ἔταξε τοὔνομα ἀπὸ τοῦ σῦς ἀγρεύειν, λέγων (fr. 159 N)·
  1. σὺ δ᾽, ὦ Σύαγρε, Πηλιωτικὸν τρέφος.
παρ’ Ἡροδότῳ δὲ ὄνομα κύριον Σύαγρος Λάκων γένος, ὁ πρὸς Γέλωνα τὸν Συρακόσιον πρεσβεύσας περὶ τῆς πρὸς τοὺς Μήδους συμμαχίας ἐν τῇ ἐβδόμῃ (c. 153). καὶ Αἰτωλῶν δὲ οἶδα στρατηγὸν Σύαγρον, οὗ μνημονεύει Φύλαρχος ἐν τετάρτῃ ἱστοριῶν (FHG I 335).’ καὶ ὁ Δημόκριτος ἔφη· ‘ἀεί ποτε σύ, ὦ Οὐλπιανέ, οὐδενὸς μεταλαμβάνειν εἴωθας τῶν παρασκευαζομένων πρὶν μαθεῖν εἰ ἡ χρῆσις μὴ εἴη τῶν ὀνομάτων παλαιά. κινδυνεύεις οὖν ποτε διὰ ταύτας τὰς φροντίδας ὥσπερ ὁ Κῷος Φιλητᾶς ζητῶν τὸν καλούμενον ψευδολόγον τῶν λόγων ὁμοίως ἐκείνῳ διαλυθῆναι. ἰσχνὸς γὰρ πάνυ τὸ σῶμα διὰ τὰς ζητήσεις γενόμενος ἀπέθανεν, ὡς τὸ πρὸ τοῦ μνημείου αὐτοῦ ἐπίγραμμα δηλοῖ·
  1. ξεῖνε, Φιλητᾶς εἰμί. λόγων ὁ ψευδόμενός με
  2. ὤλεσε καὶ νυκτῶν φροντίδες ἑσπέριοι.

ἵν’ οὖν μὴ καὶ σὺ ζητῶν τὸν σύαγρον ἀφαυανθῇς, μάθε ὅτι Ἀντιφάνης μὲν ἐν Ἁρπαζομένῃ οὕτως ὠνόμασε (II 27 K)·

  1. λαβὼν ἐπανάξω σύαγρον εἰς τὴν οἰκίαν
  2. τῆς νυκτὸς αὐτῆς καὶ λέοντα καὶ λύκον.
Διονύσιος δὲ ὁ τύραννος ἐν τῷ Ἀδώνιδι (p. 616 N)·
  1. νυμφῶν ὑπὸ σπήλυγγα τὸν αὐτόστεγον
    v.2.p.376
  2. σύαγρον ἐκβόλειον εὔθηρον κλύειν,
  3. ᾧ πλεῖστ’ ἀπαρχὰς ἀκροθινιάζομαι.
Λυγκεὺς δ’ ὁ Σάμιος ἐν τῇ πρὸς Ἀπολλόδωρον ἐπιστολῇ γράφει οὕτως· ‘ἵνα τὰ μὲν αἴγεια τοῖς παισί, τὰ δὲ συάγρεια μετὰ τῶν φίλων αὐτὸς ἔχῃς.’ καὶ Ἱππόλοχος δὲ ὁ Μακεδών, οὗ ἐμνημονεύσαμεν ἐν τοῖς πρὸ τούτων (IV 128 a), ἐν τῇ πρὸς τὸν προειρημένον Λυγκέα ἐπιστολῇ ἐμνήσθη συάγρων πολλῶν. ἐπεὶ δὲ σὺ καὶ τὸ προβληθέν σοι ἀποπροσπεποίησαι περὶ τῆς χρόας τοῦ Καλυδωνίου, συός εἴ τις αὐτὸν ἱστορεῖ λευκὸν τὴν χρόαν γεγονότα, ἐροῦμεν ἡμεῖς τὸν εἰπόντα· τὸ δὲ μαρτύριον ἀνίχνευσον σύ. πάλαι γὰρ τυγχάνω ἀνεγνωκὼς τοὺς Κλεομένους τοῦ Ῥηγίνου διθυράμβους, ὧν ἐν τῷ ἐπιγραφομένῳ Μελεάγρῳ τοῦτο ἱστόρηται (III 564 B). οὐκ ἀγνοῶ δ’ ὅτι οἱ περὶ τὴν Σικελίαν κατοικοῦντες ἀσχέδωρον καλοῦσι τὸν σύαγρον. Αἰσχύλος γοῦν ἐν Φορκίσι παρεικάζων τὸν Περσέα τῷ ἀγρίῳ τούτῳ συί φησιν (fr. 254)·
  1. ἔδυ δ’ ἐς ἄντρον ἀσχέδωρος ὥς.
καὶ Σκίρας (εἷς δ’ ἐστὶν οὗτος τῆς Ἰταλικῆς καλουμένης κωμῳδίας ποιητής, γένος Ταραντῖνος) ἐν Μελεάγρῳ φησίν·
  1. ἔνθ’ οὔτε ποιμὴν ἀξιοῖ νέμειν βοτὰ
  2. οὔτ’ ἀσχέδωρος νεμόμενος καπρώζεται.
ὅτι δὲ Αἰσχύλος διατρίψας ἐν Σικελίᾳ πολλαῖς κέχρηται φωναῖς Σικελικαῖς οὐδὲν θαυμαστόν.

περιεφέροντο καὶ ΕΡΙΦΟΙ πολλάκις ποικίλως ἐσκευασμένοι· ἄλλοι δὲ καὶ πολὺ τοῦ ὀποῦ ἔχοντες,

v.2.p.377
οἵτινες οὐ τὴν τυχοῦσαν ἡδονὴν παρεῖχον ἡμῖν. καὶ γὰρ τὸ τοῦ αἰγὸς κρέας τροφιμώτατόν ἐστι. Κλειτόμαχος γοῦν ὁ Καρχηδόνιος οὐδενὸς δεύτερος τῶν ἀπὸ τῆς νέας Ἀκαδημείας κατὰ τὴν θεωρίαν ὢν Θηβαῖόν τινα ἀθλητὴν ὑπερβαλεῖν ἰσχύι φησὶ τοὺς καθ’ ἑαυτὸν κρέασιν αἰγείοις χρώμενον. εὔτονοι γὰρ καὶ γλίσχροι οἱ χυμοὶ καὶ πολὺν χρόνον ὑπομένειν ἐν τοῖς ὄγκοις δυνάμενοι. ἐσκώπτετο δὲ ὁ ἀθλητὴς διὰ τὴν ἀπὸ τῶν ἱδρώτων δυσωδίαν. τὰ δ’ ὕεια καὶ ἄρνεια κρέα ἀδιαπόνητα ταῖς ἕξεσιν ὑπάρχοντα ῥᾷστα φθείρεται διὰ τὴν πιμελήν.

τὰ δὲ παρὰ τοῖς κωμῳδιοποιοῖς λεγόμενα δεῖπνα ἡδίστην ἀκοὴν παρέχει τοῖς ὠσὶ μᾶλλον ἢ τῇ φάρυγγι, ὥσπερ τὰ παρὰ Ἀντιφάνει μὲν ἐν Ἀκεστρίᾳ (II 17 K)·

  1. κρέας δὲ τίνος ἥδιστ’ ἂν ἐσθίοις (φησίν) ; Β. τίνος;
  2. εἰς εὐτέλειαν. τῶν προβάτων μὲν οἷς ἔνι
  3. μήτ’ ἔρια μήτε τυρός, ἀρνός, φίλτατε.
  4. τῶν δ’ αἰγιδίων κατὰ ταὔθ’ ἃ μὴ τυρὸν ποιεῖ,
  5. ἐρίφου. διὰ τὴν ἐπικαρπίαν γὰρ τῶν ἁδρῶν
  6. ταῦτ’ ἐσθίων τὰ φαῦλ’ ἀνέχομαι.
ἐν δὲ Κύκλωπί φησι (II 65 K)·
  1. τῶν χερσαίων δ’ ὑμῖν ἥξει
  2. παρ’ ἐμοῦ ταυτί·
  3. βοῦς ἀγελαῖος, τράγος ὑλιβάτης,
  4. αἲξ οὐρανία, κριὸς τομίας,
  5. κάπρος ἐκτομίας, ὗς οὐ τομίας,
  6. δέλφαξ, δασύπους, ἔριφοι, ....
    v.2.p.378
  7. τυρὸς χλωρός, τυρὸς ξηρός,
  8. τυρὸς κοπτός, τυρὸς ξυστός,
  9. τυρὸς τμητός, τυρὸς πηκτός.

Μνησίμαχος δ’ ἐν Ἱπποτρόφῳ τοιαῦτα παρασκευάζει (II 437 K)·

  1. βαῖν’ ἐκ θαλάμων κυπαρισσορόφων
  2. ἔξω, Μάνη· στεῖχ’ εἰς ἀγορὰν
  3. πρὸς τοὺς Ἑρμᾶς,
  4. οὗ προσφοιτῶσ’ οἱ φύλαρχοι,
  5. τούς τε μαθητὰς τοὺς ὡραίους,
  6. οὓς ἀναβαίνειν ἐπὶ τοὺς ἵππους
  7. μελετᾷ Φείδων καὶ καταβαίνειν·
  8. οἶσθ’ οὓς φράζω;
  9. τούτοις τοίνυν ἄγγελλ᾽, ὁτιὴ
  10. ψυχρὸν τοὔψον, τὸ ποτὸν θερμόν,
  11. ξηρὸν φύραμ᾽, ἄρτοι ξηροί·
  12. σπλάγχν’ ὀπτᾶται, χναῦμ’ ἥρπασται,
  13. κρέας ἐξ ἅλμης ἐξῄρηται,
  14. τόμος ἀλλᾶντος, τόμος ἠνύστρου,
  15. χορδῆς ἕτερος, φύσκης ἕτερος
  16. διαλαιμοτομεῖθ’ ὑπὸ τῶν ἔνδον·
  17. κρατὴρ ἐξερροίβδητ’ οἴνου·
  18. πρόποσις χωρεῖ· λέπεται κόρδαξ·
  19. ἀκολασταίνει νοῦς μειρακίων·
  20. πάντ’ ἐστ’ ἔνδον τὰ κάτωθεν ἄνω.
  21. μέμνησ’ ἃ λέγω, πρόσεχ’ οἷς φράζω.
  22. χάσκεις οὗτος;
    v.2.p.379
βλέψον δευρί· πῶς αὐτὰ φράσεις; αὐτίκ’ ἐρῶ σοι πάλιν ἐξ ἀρχῆς· ἥκειν ἤδη καὶ μὴ μέλλειν τῷ τε μαγείρῳ μὴ λυμαίνεσθ᾽, ὡς τῶν ὄψων ἑφθῶν ὄντων, ὀπτῶν ὄντων, ψυχρῶν ὄντων, καθ’ ἕκαστα λέγων· βολβός, ἐλαία, σκόροδον, καυλός, κολοκύντη, ἔτνος, θρῖον, φυλλάς, θύννου τεμάχη, γλάνιδος, γαλεοῦ, ῥίνης, γόγγρου· φοξῖνος ὅλος, κορακῖνος ὅλος, μεμβράς, σκόμβρος, θυννίς, κωβιός, ἠλακατῆνες, κυνὸς οὐραῖον τῶν καρχαριῶν, νάρκη, βάτραχος, πέρκη, σαῦρος, τριχίας, φυκίς, βρίγκος, τρίγλη, κόκκυξ, τρυγών, σμύραινα, φάγρος, μύλλος, λεβίας, σπάρος, αἰολίας, θρᾷττα, χελιδών, καρίς, τευθίς, ψῆττα, δρακαινίς, πουλυπόδειον, σηπία, ὀρφώς, κάραβος, ἔσχαρος, ἀφύαι, βελόναι, κεστρεύς, σκορπίος, ἔγχελυς, ἄρκτος, κρέα τ’ ἄλλα (τὸ πλῆθος ἀμύθητον) χηνός, χοίρου, βοός, ἀρνός, οἰός, κάπρου, αἰγός, ἀλεκτρυόνος, νήττης, κίττης, πέρδικος, ἀλωπεκίου.
v.2.p.380
  1. καὶ μετὰ δεῖπνον θαυμαστὸν ὅσ’ ἔστ᾽
  2. ἀγαθῶν πλήθη.
  3. πᾶς δὲ κατ’ οἴκους μάττει, πέττει,
  4. τίλλει, κόπτει, τέμνει, δεύει,
  5. χαίρει, παίζει, πηδᾷ, δειπνεῖ,
  6. πίνει, σκιρτᾷ, λορδοῖ, κεντεῖ βινεῖ.
  7. σεμναὶ δ’ αὐλῶν ἀγαναὶ φωναί,
  8. μολπά, κλαγγὰ θράττει, νεῖται πνεῖται.
  9. κούραν Κασίας
  10. ἀπὸ γᾶς ἁγίας, ἁλίας Συρίας
  11. ὀσμὴ σεμνὴ μυκτῆρα δονεῖ
  12. λιβάνου, μάρου, σμύρνης, καλάμου,
  13. στύρακος, βάρου,
  14. λίνδου, κίνδου, κισθοῦ, μίνθου·
  15. τοιάδε δόμους ὁμίχλη κατέχει
  16. πάντων ἀγαθῶν ἀνάμεστος.

ἐπὶ τούτοις λεγομένοις παρηνέχθη ἡ ῥοδουντία καλουμένη λοπάς· περὶ ἧς ἐξετραγῴδησεν ὁ σοφὸς ἐκεῖνος μάγειρος, πρὶν καὶ ἐπιδεῖξαι ὅ τι φέρει. διεχλεύαζέ τε τοὺς πάνυ μαγείρους γενομένους, ὧν καὶ μνημονεύων ἔφη· ‘τί τοιοῦτον ἐξεῦρεν ὁ παρὰ Ἀνθίππῳ τῷ κωμικῷ μάγειρος, ὃσ ἐν τῷ Ἐγκαλυπτομένῳ τοιάδε ὠγκώσατο (IV 459 M)·

  1. Σόφων Ἀκαρνὰν καὶ Ῥόδιος Δαμόξενος
  2. ἐγένονθ’ ἑαυτῶν συμμαθηταὶ τῆς τέχνης·
  3. ἐδίδασκε δ’ αὐτοὺς Σικελιώτης Λάβδακος.
  4. οὗτοι τὰ μὲν παλαιὰ καὶ θρυλούμενα
    v.2.p.381
ἀρτύματ’ ἐξήλειψαν ἐκ τῶν βιβλίων καὶ τὴν θυίαν ἠφάνισαν ἐκ τοῦ μέσου, οἷον λέγω κύμινον, ὄξος, σίλφιον, τυρόν, κορίαννον, οἷς ὁ Κρόνος ἀρτύμασιν ἐχρῆτο, πάντ᾽ ἀφεῖλον εἶναί θ’ ὑπέλαβον τὸν τοῖς τοιούτοισ παντοπώλην χρώμενον. αὐτοὶ δ’ ἔλαιον καὶ λοπάδα καινήν, πάτερ, πῦρ τ’ ὀξὺ καὶ μὴ πολλάκις φυσώμενον ἐποίουν· ἀπὸ τούτου πᾶν τὸ δεῖπνον εὐτρεπές. οὗτοί τε πρῶτοι δάκρυα καὶ πταρμὸν πολὺν ἀπὸ τῆς τραπέζης καὶ σίαλον ἀπήγαγον, τῶν τ᾽ ἐσθιόντων ἀνεκάθηραν τοὺς πόρους. ὁ μὲν οὖν Ῥόδιος πιών τιν’ ἅλμην ἀπέθανεν· παρὰ τὴν φύσιν γὰρ τὸ ποτὸν ἦν. Β. μάλ’ εἰκότως. Α. ὁ Σόφων δὲ πᾶσαν τὴν Ἰωνίαν ἔχει, ἐμὸς γενόμενος, ὦ πάτερ, διδάσκαλος. καὐτὸς φιλοσοφῶ καταλιπεῖν συγγράμματα σπεύδων ἐμαυτοῦ καινὰ τῆς τέχνης. Β. παπαῖ· ἐμὲ κατακόψεις, οὐχ ὃ θύειν μέλλομεν. Α. τὸν ὄρθρον ἐν ταῖς χερσὶν ὄψει βιβλία ἔχοντα καὶ ζητοῦντα τὰ κατὰ τὴν τέχνην, οὐθὲν Διοδώρου διαφέροντ’ Ἀσπενδίου. γεύσω δ᾽, ἐὰν βούλῃ, σὲ τῶν εὑρημένων· οὐ ταὐτὰ προσάγω πᾶσιν ἀεὶ βρώματα, τεταγμέν’ εὐθύς ἐστί μοι πρὸς τὸν βίον· ἕτερ’ ἐστὶ τοῖς ἐρῶσι καὶ τοῖς φιλοσόφοις καὶ τοῖς τελώναις. μειράκιον ἐρωμένην
v.2.p.382
  1. ἔχον πατρῴαν οὐσίαν κατεσθίει·
  2. τούτῳ παρέθηκα σηπίας καὶ τευθίδας
  3. καὶ τῶν πετραίων ἰχθύων τῶν ποικίλων
  4. ἐμβαμματίοις γλαφυροῖσι κεχορηγημένα·
  5. ὁ γὰρ τοιοῦτός ἐστιν οὐ δειπνητικός,
  6. πρὸς τῷ φιλεῖν δὲ τὴν διάνοιάν ἐστ’ ἔχων.
  7. τῷ φιλοσόφῳ παρέθηκα κωλέαν, πόδας·
  8. ἀδηφάγον τὸ ζῷον εἰς ὑπερβολήν
  9. ἐστιν. τελώνῃ γλαῦκον, ἔγχελυν, σπάρον·
  10. ὅταν ἐγγὺς ᾖ δ’ ὅδ’ ὕστερος, ἀρτύω φακῆν
  11. καὶ τὸ περίδειπνον τοῦ βίου λαμπρὸν ποιῶ.
  12. τὰ τῶν γερόντων στόματα διαφορὰν ἔχει,
  13. νωθρότερα πολλῷ δ’ ἐστὶν ἢ τὰ τῶν νέων.
  14. σίναπυ παρατίθημι τούτοις καὶ ποιῶ
  15. χυλοὺς ἐχομένους δριμύτητος τὴν φύσιν,
  16. ἵνα διεγείρας πνευματῶ τὸν ἀέρα.
  17. ἰδὼν τὸ πρόσωπον γνώσομ’ οὗ ζητεῖ φαγεῖν
  18. ἕκαστος ὑμῶν.

καὶ ὁ παρὰ Διονυσίῳ δὲ ἐν Θεσμοφόρῳ μάγειρος, ἄνδρες δαιταλεῖς, (οὐ χεῖρον γὰρ καὶ τούτου μνησθῆναι) τί φησίν (II 423 K) ;ʼ

  1. σφόδρα μοι κεχάρισαι, Σιμία, νὴ τοὺς θεούς,
  2. ταυτὶ προείπας· τὸν μάγειρον εἰδέναι
  3. πολὺ δεῖ γὰρ αἰεὶ πρότερον οἷς μέλλει ποιεῖν
  4. τὸ δεῖπνον ἢ τὸ δεῖπνον ἐγχειρεῖν ποιεῖν.
  5. ἂν μὲν γὰρ ἕν τις τοῦτ’ ἐπιβλέψῃ μόνον,
  6. τοὔψον ποιῆσαι κατὰ τρόπον πῶς δεῖ, τίνα
    v.2.p.383
τρόπον παραθεῖναι δ’ ἢ πότ’ ἢ πῶς σκευάσαι δεῖ, μὴ προίδηται τοῦτο μηδὲ φροντίσῃ, οὐκέτι μάγειρος, ὀψοποιός ἐστι δέ. οὐ ταὐτὸ δ’ ἐστὶ τοῦτο, πολὺ διήλλαχεν. .... στρατηγὸς πᾶς καλεῖθ’ ὃς ἂν λάβῃ δύναμιν, ὁ μέντοι δυνάμενος κἀν πράγμασιν ἀναστραφῆναι καὶ διαβλέψαι τί που στρατηγός ἐστιν, ἡγεμὼν δὲ θάτερον, οὕτως ἐφ’ ἡμῖν σκευάσαι μὲν ἢ τεμεῖν ἡδύσμαθ’ ἑψῆσαί τε καὶ φυσᾶν τὸ πῦρ ὁ τυχὼν δύναιτ’ ἄν· ὀψοποιὸς οὖν μόνον ἐστὶν ὁ τοιοῦτος, ὁ δὲ μάγειρος ἄλλο τι. συνιδεῖν τόπον, ὥραν, τὸν καλοῦντα, τὸν πάλιν δειπνοῦντα, πότε δεῖ καὶ τίν’ ἰχθὺν ἀγοράσαι, ....... πάντα μὲν λήψει σχεδὸν αἰεὶ γάρ· οὐκ αἰεὶ δὲ τὴν τούτων χάριν ἔχεις ὁμοίαν οὐδ’ ἴσην τὴν ἡδονήν. Ἀρχέστρατος γέγραφέ τε καὶ δοξάζεται παρά τισιν οὕτως ὡς λέγων τι χρήσιμον. τὰ πολλὰ δ’ ἠγνόηκε κοὐδὲ ἓν λέγει. μὴ πάντ᾽ ἄκουε μηδὲ πάντα μάνθανε τῶν βιαίων ἔσθ’ ἕνεκα τὰ γεγραμμένα, κενὰ μᾶλλον ἢ ὅτε ἦν οὐδέπω γεγραμμένα. οὐδ᾽ ἔστιν εἰπεῖν περὶ μαγειρικῆς, ἐπεὶ εἶπ’ ἀρτίως ...................
v.2.p.384
  1. ὅρον γὰρ οὐκ ἔσχηκεν οὗ ὁ καιρός
  2. αὐτὴ δ’ ἑαυτῆς ἐστι δεσπότης. ἐὰν δ᾽
  3. εὖ μὲν σὺ χρήσῃ τῇ τέχνῃ, τὸν τῆς τέχνης
  4. καιρὸν δ’ ἀπολέσῃς, παραπόλωλεν ἡ τέχνη.
  5. ΣΙΜ. ἄνθρωπε, μέγας εἶ. Α. τουτονὶ δ᾽, ὃν ἀρτίως
  6. ἔφης ἔχοντα πεῖραν ἥκειν πολυτελῶν
  7. πολλῶν τε δείπνων, ἐπιλαθέσθαι, Σιμία,
  8. πάντων ποιήσω, θρῖον ἂν δείξω μόνον
  9. παραθῶ τε δεῖπνον ὄζον αὔρας Ἀττικῆς.
  10. ἐξ ἀντλίας ἥκοντα καὶ γέμοντ’ ἔτι
  11. φορτηγικῶν μοι βρωμάτων ἀγωνίαις
  12. τἠμῇ ποιήσω νυστάσαι παροψίδι.’

  1. πρὸς ταῦτα Αἰμιλιανὸς ἔφη·
  2. ‘βέλτιστε, πολλοῖς πολλὰ περὶ μαγειρικῆς
  3. εἰρημέν’ ἐστί
κατὰ τοὺς Ἡγησίππου Ἀδελφούς (IV 479 M)· σὺ οὖν ἢ δρῶν τι φαίνου καινὸν παρὰ τοὺς ἔμπροσθεν ἢ μὴ κόπτ’ ἐμέ, καὶ δεῖξον ὃ φέρεις καὶ λέγε τί ἐστι.’ καὶ ὅς· ‘καταφρονεῖς ὅτι μάγειρός εἰμι ἴσως· ὅσον ἀπὸ ταύτης τῆς τέχνης εἴργασμ’ ἐγώ, κατὰ τὸν κωμικὸν Δημήτριον, ὃς ἐν τῷ ἐπιγραφομένῳ Ἀρεοπαγίτῃ ταῦτ’ εἴρηκεν (IV 539 M)·
  1. ὅσον ἀπὸ ταύτης τῆς τέχνης εἴργασμ’ ἐγώ,
  2. οὐδεὶς ὑποκριτής ἐσθ’ ὅλως εἰργασμένος.
  3. καπνιζομένη τυραννὶς αὕτη ᾽σθ’ ἡ τέχνη.
    v.2.p.385
  4. ἀβυρτακοποιὸς παρὰ Σέλευκον ἐγενόμην,
  5. παρ’ Ἀγαθοκλεῖ δὲ πρῶτος εἰσήνεγκ’ ἐγὼ
  6. τῷ Σικελιώτῃ τὴν τυραννικὴν φακῆν.
  7. τὸ μέγιστον οὐκ εἴρηκα· Λαχάρους τινός,
  8. ὅτ’ ἦν ὁ λιμός, ἑστιῶντος τοὺς φίλους,
  9. ἀνάληψιν ἐποίησ’ εἰσενέγκας κάππαριν.’
‘γυμνὴν ἐποίησεν Ἀθηνᾶν Λαχάρης, οὐδὲν ἐνοχλοῦσαν· σὲ δ’ ἐνοχλοῦντα νῦν ἐγώ, ὁ Αἰμιλιανὸς ἔφη, εἰ μὴ δείξεις ὅ τι φέρεις.’ καὶ ὃς μόλις ἔφη· ‘ῥοδωνιὰν καλῶ μὲν τὴν λοπάδα ταύτην ἐγώ· ἐσκεύασται δ’ οὕτως, ἵνα καὶ ἥδυσμα στεφανωτικὸν μὴ μόνον ἐπὶ τῆς κεφαλῆς λαβὼν σχῇς, ἀλλὰ καὶ ἔνδον σεαυτοῦ καὶ πανδαισίᾳ τὸ σωμάτιον πᾶν ἑστιάσῃς. ῥόδα τὰ εὐοσμότατα ἐν ἴγδει τρίψας ἐπέβαλον ἐγκεφάλους ὀρνίθων τε καὶ χοίρων ἑφθοὺς σφόδρα ἐξινιασθέντας καὶ τῶν ᾠῶν τὰ χρυσᾶ, μεθ’ ἃ ἔλαιον, γάρον, πέπερι, οἶνον. καὶ ταῦτα διατρίψας ἐπιμελῶς ἐνέβαλον εἰς λοπάδα καινήν, ἁπαλὸν καὶ συνεχὲς διδοὺς τὸ πῦρ.’ καὶ ἅμα λέγων ἀναπετάσας τὴν λοπάδα τοσαύτην εὐωδίαν παρέσχε τῷ συμποσίῳ, ὡς ἀληθῶς τινα τῶν παρόντων εἰπεῖν· Il. 14.173
  1. τοῦ καὶ κινυμένοιο Διὸς ποτὶ χαλκοβατὲς δῶ
  2. ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετ’ αὐτμή.
τοσαύτη διεχύθη ἀπὸ τῶν ῥόδων εὐωδία.

μετὰ ταῦτα περιενεχθεισῶν ὀρνίθων τε ὀπτῶν

v.2.p.386
φακῆς τε καὶ πισῶν αὐταῖς χύτραις, ἔτι δὲ τῶν τοιούτων περὶ ὧν Φαινίας ὁ Ἐρέσιος ἐν τοῖς περὶ φυτῶν τάδε γράφει· ‘πᾶσα γὰρ χεδροπώδης ἥμερος φύσις ἐνσπέρματος ἣ μὲν ἑψήσεως ἕνεκα σπείρεται, οἷον ὁ κύαμος, πισός· ἐτνηρὸν γὰρ ἐκ τούτων ἕψημα γίνεται· τὰ δὲ πάλιν αὖθις λεκιθώδη, καθάπερ ἄρακος· τὸ δὲ φακῆς, οἷον ἀφάκη, φακός· τὸ δὲ χόρτου ἕνεκα τῶν τετραπόδων ζῴων, οἷον ὄροβος μὲν ἀροτήρων βοῶν, ἀφάκη δὲ προβάτων.’ πισοῦ δὲ τοῦ ὀσπρίου μνημονεύει καὶ Εὔπολις ἐν Χρυσῷ γένει. Ἡλιόδωρος δ’ ὁ περιηγητὴς ἐν αʹ περὶ ἀκροπόλεως (FHG IV 425) ‘τῆς τῶν πυρῶν, φησίν, ἑψήσεως ἐπινοηθείσης οἱ μὲν παλαιοὶ πύανον, οἱ δὲ νῦν ὁλόπυρον προσαγορεύουσιν.’ τοιούτων ἔτι πολλῶν λεγομένων ὁ Δημόκριτος ἔφη· ‘ἀλλὰ κἂν τῆς φακῆς ἐάσατε ἡμᾶς μεταλαβεῖν ἢ αὐτῆς γε τῆς χύτρας, μὴ καὶ λίθοις τις ὑμῶν βεβλήσεται, κατὰ τὸν Θάσιον Ἡγήμονα.’ καὶ ὁ Οὐλπιανὸς ἔφη· ‘τίς δ’ αὕτη ἡ λιθίνη βαλλητύς; Ἐλευσῖνι γὰρ τῇ ἐμῇ οἶδά τινα πανήγυριν ἀγομένην καὶ καλουμένην Βαλλητύν· περὶ ἧς οὐκ ἄν τι εἴποιμι μὴ παρ’ ἑκάστου μισθὸν λαβών.’ ‘ἀλλ’ ἔγωγε, φησὶν ὁ Δημόκριτος, οὐκ ὢν ‘λαβάργυρος ὡρολογητὴς’ κατὰ τὸν Τίμωνος Πρόδικον (fr. 11 W) λέξω τὰ περὶ τοῦ Ἡγήμονος.

Χαμαιλέων ὁ Ποντικὸς ἐν ἕκτῳ περὶ τῆς ἀρχαίας κωμῳδίας (fr. 18 Koepke) ‘Ἡγήμων ὁ Θάσιος ὁ τὰς παρῳδίας γράψας Φακῆ ἐπεκαλεῖτο καὶ ἐποίησεν ἔν τινι τῶν παρῳδιῶν·

v.2.p.387
  1. ταῦτά μοι ὁρμαίνοντι παρίστατο Παλλὰς Ἀθήνη,
  2. χρυσῆν ῥάβδον ἔχουσα, καὶ ἤλασεν εἶπέ τε μῦθον·
  3. δεινὰ παθοῦσα, Φακῆ βδελυρή, χώρει ᾽ς τὸν ἀγῶνα.
  4. καὶ τότ’ ἐγὼ θάρσησα.
εἰσῆλθε δέ ποτε καὶ εἰς τὸ θέατρον διδάσκων κωμῳδίαν λίθων ἔχων πλῆρες τὸ ἱμάτιον, οὓς βάλλων εἰς τὴν ὀρχήστραν διαπορεῖν ἐποίησε τοὺς θεατάς. καὶ ὀλίγον διαλιπὼν εἶπε·
  1. λίθοι μὲν οἵδε· βαλλέτω δ’ εἴ τις θέλει·
  2. ἀγαθὸν δὲ κἀν χειμῶνι κἀν θέρει φακῆ.
εὐδοκίμει δ’ ὁ ἀνὴρ μάλιστα ἐν ταῖς παρῳδίαις καὶ περιβόητος ἦν λέγων τὰ ἔπη πανούργως καὶ ὑποκριτικῶς καὶ διὰ ταῦτα σφόδρα παρὰ τοῖς Ἀθηναίοις εὐδοκίμει. ἐν δὲ τῇ Γιγαντομαχίᾳ οὕτω σφόδρα τοὺς Ἀθηναίους ἐκήλησεν, ὡς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ πλεῖστα αὐτοὺς γελάσαι, καίτοι ἀγγελθέντων αὐτοῖς ἐν τῷ θεάτρῳ τῶν γενομένων περὶ Σικελίαν ἀτυχημάτων. οὐδεὶς ἀπέστη καίτοι σχεδὸν πᾶσι τῶν οἰκείων ἀπολωλότων. ἔκλαιον οὖν ἐγκαλυψάμενοι, οὐκ ἀνέστησαν δ᾽, ἵνα μὴ γένωνται διαφανεῖς τοῖς ἀπὸ τῶν ἄλλων πόλεων θεωροῦσιν ἀχθόμενοι τῇ συμφορᾷ· διέμειναν δ’ ἀκροώμενοι καίτοι καὶ αὐτοῦ τοῦ Ἡγήμονος, ὡς ἤκουσε, σιωπᾶν διεγνωκότος. καθ’ ὃν δὲ χρόνον θαλασσοκρατοῦντες Ἀθηναῖοι ἀνῆγον εἰς ἄστυ τὰς νησιωτικὰς δίκας γραψάμενός τις καὶ τὸν Ἡγήμονα δίκην ἤγαγεν εἰς τὰς Ἀθήνας. ὃ δὲ παραγενόμενος καὶ συναγαγὼν τοὺς περὶ τὸν Διόνυσον τεχνίτας προσῆλθε μετ’ αὐτῶν Ἀλκιβιάδῃ βοηθεῖν ἀξιῶν. ὃ δὲ
v.2.p.388
θαρρεῖν παρακελευσάμενος εἰπών τε πᾶσιν ἕπεσθαι ἧκεν εἰς τὸ Μητρῷον, ὅπου τῶν δικῶν ἦσαν αἱ γραφαί, καὶ βρέξας τὸν δάκτυλον ἐκ τοῦ στόματος διήλειψε τὴν δίκην τοῦ Ἡγήμονος. ἀγανακτοῦντες δ’ ὅ τε γραμματεὺς καὶ ὁ ἄρχων τὰς ἡσυχίας ἤγαγον δι’ Ἀλκιβιάδην, φυγόντος δι’ εὐλάβειαν καὶ τοῦ τὴν δίκην γραψαμένου.’