Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

εἰσάγεται δὲ ὁ Ἡρακλῆς καὶ Λεπρεῖ περὶ πολυφαγίας ἐρίζων ἐκείνου προκαλεσαμένου, καὶ νενίκηκεν. Ζηνόδοτος δ’ ἐν δευτέρῳ Ἐπιτομῶν Καύκωνός φησι τοῦ Ποσειδῶνος καὶ Ἀστυδαμείας τῆς Φόρβαντος γενέσθαι τὸν Λεπρέα, ὃν τὸν Ἡρακλέα κελεῦσαι δεθῆναι, ὅτε Αὐγέαν τὸν μισθὸν ἀπῄτει. Ἡρακλῆς δ’ ἐκτελέσας τοὺς ἄθλους ἔρχεται ἐπὶ Καύκωνας καὶ δεηθείσης Ἀστυδαμείας διαλύεται πρὸς τὸν Λεπρέα. καὶ μετὰ ταῦτα ὁ Λεπρεὺς Ἡρακλεῖ ἐρίζει δίσκῳ καὶ ὕδατος ἀντλήσει καὶ ὅστις ἀναλώσει θᾶττον ταῦρον, καὶ λείπεται πάντα. εἶτα θωρηχθεὶς προκαλεῖται Ἡρακλέα καὶ θνῄσκει ἐν τῇ μάχῃ. Μᾶτρις δ’ ἐν τῷ τοῦ Ἡρακλέους ἐγκωμίῳ καὶ εἰς πολυποσίαν φησὶ τὸν Ἡρακλέα προκληθῆναι ὑπὸ τοῦ Λεπρέως, καὶ πάλιν νικηθῆναι. τὰ αὐτὰ ἱστορεῖ καὶ ὁ Χῖος ῥήτωρ Καύκαλος, ὁ Θεοπόμπου τοῦ ἱστοριογράφου ἀδελφός, ἐν τῷ τοῦ Ἡρακλέους ἐγκωμίῳ.

καὶ τὸν Ὀδυσσέα δὲ Ὅμηρος πολυφάγον καὶ λαίμαργον παραδίδωσιν ὅταν λέγῃ (Od. 7.215)·

v.2.p.398
  1. ἀλλ’ ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ·
  2. οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο
  3. ἔπλετο, ἥ τ’ ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκῃ
  4. καὶ μάλα τειρόμενον καὶ ἐνιπλησθῆναι ἀνώγει.
ὑπερβάλλουσα γὰρ ἐν τούτοις φαίνεται αὐτοῦ λαιμαργία μετὰ τοῦ μηδὲ ἐν δέοντι τὰ περὶ τῆς γαστρὸς γνωμολογεῖν. ἐχρῆν γάρ, εἰ καὶ ἐλίμωττεν, διακαρτερεῖν ἢ μετριάζειν τὰ περὶ τὴν τροφήν. τὸ δὲ τελευταῖον καὶ τὴν τελειοτάτην αὐτοῦ παρίστησι λαιμαργίαν καὶ γαστριμαργίαν· Od. 7.219
  1. ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν· ἣ δὲ μάλ᾽ αἰεὶ
  2. ἐσθέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντων
  3. ληθάνει ὅσσ’ ἔπαθον, καὶ ἐνιπλησθῆναι ἀνώγει.
ταῦτα γὰρ οὐδ’ ἂν ἐκεῖνος ὁ Σαρδανάπαλλος εἰπεῖν ποτε ἂν ἐτόλμησεν. γέρων τε ὢν
  1. ἤσθιεν ἁρπαλέως κρέα τ’ ἄσπετα καὶ μέθυ ἡδύ.

Θεαγένης δ’ ὁ Θάσιος ἀθλητὴς ταῦρον μόνος κατέφαγεν, ὡς Ποσείδιππός φησιν ἐν ἐπιγράμμασι·

  1. καίπερ συνθεσίης ἔφαγόν ποτε Μῃόνιον βοῦν·
  2. πάτρη γὰρ βρώμην οὐκ ἂν ἐπέσχε Θάσος
  3. Θευγένει· ἅσσα φαγὼν ἔτ’ ἐπῄτεον. οὕνεκεν οὕτω
  4. χάλκεος ἑστήκω χεῖρα προισχόμενος.
Μίλων δ’ ὁ Κροτωνιάτης, ὥς φησιν ὁ Ἱεραπολίτης Θεόδωρος ἐν τοῖς περὶ ἀγώνων (FHG IV 513), ἤσθιε μνᾶς κρεῶν εἴκοσι καὶ τοσαύτας ἄρτων οἴνου τε τρεῖς χοᾶς ἔπινεν. ἐν δὲ Ὀλυμπίᾳ ταῦρον ἀναθέμενος τοῖς ὤμοις τετραέτη καὶ τοῦτον περιενέγκας τὸ στάδιον μετὰ ταῦτα δαιτρεύσας μόνος αὐτὸν κατέφαγεν ἐν μιᾷ
v.2.p.399
ἡμέρᾳ. Τίτορμός τε ὁ Αἰτωλὸς διηριστήσατο αὐτῷ βοῦν, ὡς ἱστορεῖ ὁ Αἰτωλὸς Ἀλέξανδρος (p. 249 M). Φύλαρχος δέ φησιν ἐν τῇ γʹ τῶν ἱστοριῶν (FHG I 335) τὸν Μίλωνα ταῦρον καταφαγεῖν κατακλιθέντα πρὸ τοῦ βωμοῦ τοῦ Διός· διὸ καὶ ποιῆσαι εἰς αὐτὸν Δωριέα τὸν ποιητὴν τάδε·
  1. τοῖος ἔην Μίλων, ὅτ’ ἀπὸ χθονὸς ἤρατο βρῖθος,
  2. τετραέτη δαμάλην ἐν Διὸς εἰλαπίναις,
  3. ὤμοις δὲ κτῆνος τὸ πελώριον ὡς νέον ἄρνα
  4. ἤνεγκεν δι’ ὅλης κοῦφα πανηγύρεως.
  5. καὶ θάμβος μέν, ἀτὰρ τοῦδε πλέον ἤνυσε θαῦμα
  6. πρόσθεν Πισαίου, ξεῖνε, θυηπολίου·
  7. ὃν γὰρ ἐπόμπευσεν βοῦν ἄζυγον, εἰς κρέα τόνδε
  8. κόψας πάντα κατ’ οὖν μοῦνος ἐδαίσατό νιν.
Ἀστυάναξ δ’ ὁ Μιλήσιος τρὶς Ὀλύμπια νικήσας κατὰ τὸ ἑξῆς παγκράτιον, κληθείς ποτε ἐπὶ δεῖπνον ὑπὸ Ἀριοβαρζάνου τοῦ Πέρσου καὶ ἀφικόμενος ὑπέσχετο φαγεῖν πάντα τὰ πᾶσι παρασκευασθέντα καὶ κατέφαγε. τοῦ Πέρσου δ᾽ αὐτὸν ἀξιώσαντος, ὡς ὁ Θεόδωρος ἱστορεῖ (FHG IV 513), ἄξιόν τι ποιῆσαι τῶν κατὰ τὴν ἰσχὺν φακὸν τῆς κλίνης περίχαλκον ὄντα κλάσας ἐξέτεινε μαλάξας. τελευτήσαντος δ’ αὐτοῦ καὶ κατακαυθέντος οὐκ ἐχώρησε μία ὑδρία τὰ ὀστέα, μόλις δὲ δύο. καὶ τὰ τοῖς ἐννέα ἀνδράσι παρεσκευασμένα παρὰ τῷ Ἀριοβαρζάνῃ εἰς τὸ δεῖπνον μόνον καταφαγεῖν.

καὶ οὐδὲν παράδοξον τούτους τοὺς ἄνδρας ἀδηφάγους γενέσθαι· πάντες γὰρ οἱ ἀθλοῦντες μετὰ τῶν

v.2.p.400
γυμνασμάτων καὶ ἐσθίειν πολλὰ διδάσκονται. διὸ καὶ Εὐριπίδης ἐν τῷ πρώτῳ Αὐτολύκῳ λέγει (fr. 284 N)·
  1. κακῶν γὰρ ὄντων μυρίων καθ’ Ἑλλάδα
  2. οὐδὲν κάκιόν ἐστιν ἀθλητῶν γένους·
  3. οἳ πρῶτα μὲν ζῆν οὔτε μανθάνουσιν εὖ
  4. οὔτ’ ἂν δύναιντο· πῶς γὰρ ὅστις ἔστ’ ἀνὴρ
  5. γνάθου τε δοῦλος νηδύος θ’ ἡσσημένος,
  6. κτήσαιτ’ ἂν ὄλβον εἰς ὑπερβολὴν πατρός;
  7. οὐδ’ αὖ πένεσθαι κἀξυπηρετεῖν τύχαις
  8. οἷοί τ᾽· ἔθη γὰρ οὐκ ἐθισθέντες καλὰ
  9. σκληρῶς διαλλάσσουσιν εἰς τἀμήχανα.
  10. λαμπροὶ δ’ ἐν ἥβῃ καὶ πόλεως ἀγάλματα
  11. φοιτῶσ᾽· ὅταν δὲ προσπέσῃ γῆρας πικρόν,
  12. τρίβωνες ἐκβαλόντες οἴχονται κρόκας.
  13. ἐμεμψάμην δὲ καὶ τὸν Ἑλλήνων νόμον,
  14. οἳ τῶν δ’ ἕκατι σύλλογον ποιούμενοι
  15. τιμῶσ’ ἀχρείους ἡδονὰς δαιτὸς χάριν.
  16. τί γὰρ παλαίσας εὖ, τί δ’ ὠκύπους ἀνὴρ
  17. ἢ δίσκον ἄρας ἢ γνάθον παίσας καλῶς
  18. πόλει πατρῴᾳ στέφανον ἤρκεσεν λαβών;
  19. πότερα μαχοῦνται πολεμίοισιν ἐν χεροῖν
  20. δίσκους ἔχοντες ἢ δι’ ἀσπίδων χερὶ
  21. θείνοντες ἐκβαλοῦσι πολεμίους πάτρας;
  22. οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας
  23. στάς. ἄνδρας ... χρὴ σοφούς τε κἀγαθοὺς
  24. φύλλοις στέφεσθαι χὤστις ἡγεῖται πόλει
  25. κάλλιστα σώφρων καὶ δίκαιος ὢν ἀνήρ,
    v.2.p.401
  26. ὅστις τε μύθοις ἔργ’ ἀπαλλάσσει κακὰ
  27. μάχας τ’ ἀφαιρῶν καὶ στάσεις. τοιαῦτα γὰρ
  28. πόλει τε πάσῃ πᾶσί θ’ Ἕλλησιν καλά.

ταῦτ’ εἴληφεν ὁ Εὐριπίδης ἐκ τῶν τοῦ Κολοφωνίου ἐλεγείων Ξενοφάνους οὕτως εἰρηκότος (fr. 2 B)·

  1. ἀλλ’ εἰ μὲν ταχυτῆτι ποδῶν νίκην τις ἄροιτο
  2. ἢ πενταθλεύων, ἔνθα Διὸς τέμενος
  3. πὰρ Πίσαο ῥοῇσ’ ἐν Ὀλυμπίῃ, εἴτε παλαίων
  4. ἢ καὶ πυκτοσύνην ἀλγινόεσσαν ἔχων,
  5. εἴτε τὸ δεινὸν ἄεθλον ὃ παγκράτιον καλέουσιν,
  6. ἀστοῖσίν κ’ εἴη κυδρότερος προσορᾶν
  7. καί κε προεδρίην φανερὴν ἐν ἀγῶσιν ἄροιτο
  8. καί κεν σίτησιν δημοσίων κτεάνων
  9. ἐκ πόλεως καὶ δῶρον ὅ οἱ κειμήλιον εἴη·
  10. εἴτε καὶ ἵπποισιν, ταῦτά κε πάντα λάχοι,
  11. οὐκ ἐὼν ἄξιος ὥσπερ ἐγώ. ῥώμης γὰρ ἀμείνων
  12. ἀνδρῶν ἠδ’ ἵππων ἡμετέρη σοφίη.
  13. ἀλλ’ εἰκῇ μάλα τοῦτο νομίζεται, οὐδὲ δίκαιον
  14. προκρίνειν ῥώμην τῆς ἀγαθῆς σοφίης.
  15. οὔτε γὰρ εἰ πύκτης ἀγαθὸς λαοῖσι μετείη
  16. οὔτ’ εἰ πενταθλεῖν οὔτε παλαισμοσύνην,
  17. οὐδὲ μὲν εἰ ταχυτῆτι ποδῶν, τόπερ ἐστὶ πρότιμον
  18. ῥώμης ὅσσ’ ἀνδρῶν ἔργ’ ἐν ἀγῶνι πέλει,
  19. τοὔνεκεν ἂν δὴ μᾶλλον ἐν εὐνομίῃ πόλις εἴη.
  20. σμικρὸν δ’ ἄν τι πόλει χάρμα γένοιτ’ ἐπὶ τῷ,
  21. εἴ τις ἀεθλεύων νικῷ Πίσαο παρ’ ὄχθας·
  22. οὐ γὰρ πιαίνει ταῦτα μυχοὺς πόλεως.
πολλὰ δὲ καὶ ἄλλα ὁ Ξενοφάνης κατὰ τὴν ἑαυτοῦ
v.2.p.402
σοφίαν ἐπαγωνίζεται, διαβάλλων ὡς ἄχρηστον καὶ ἀλυσιτελὲς τὸ τῆς ἀθλήσεως εἶδος. καὶ ὁ Ἀχαιὸς δὲ ὁ Ἐρετριεὺς περὶ τῆς εὐεξίας τῶν ἀθλητῶν διηγούμενός φησι (p. 579 N)·
  1. γυμνοὶ γὰρ ὤθουν, φαιδίμους βραχίονας
  2. ἥβῃ σφριγῶντες ἐμπορεύονται, νέῳ
  3. στίλβοντες ἄνθει καρτερὰς ἐπωμίδας·
  4. ἄδην δ’ ἐλαίου στέρνα καὶ ποδῶν κύτος
  5. χρίουσιν ὡς ἔχοντες οἴκοθεν τρυφήν.

Ἡράκλειτος δ’ ἐν τῷ Ξενίζοντι Ἑλένην φησί τινα γυναῖκα πλεῖστα βεβρωκέναι. Ποσείδιππος δ’ ἐν ἐπιγράμμασι Φυρόμαχον, εἰς ὃν καὶ τόδ’ ἐπέγραψε·

  1. Φυρόμαχον τὸν πάντα φαγεῖν βορόν, οἷα κορώνην
  2. παννυχικήν, αὕτη ῥωγὰς ἔχει κάπετος
  3. χλαίνης ἐν τρύχει Πελληνίδος. ἀλλὰ σὺ τούτου
  4. καὶ χρῖε στήλην, Ἀττικέ, καὶ στεφάνου,
  5. εἴ ποτέ σοι προκύων συνεκώμασεν. ἦλθε δ’ ὁ μαυρὰ
  6. βλέψας ἐκ πελίων νωδὸς ἐπισκυνίων,
  7. ὁ τριχιδιφθερίας, μονολήκυθος· ἐκ γὰρ ἀγώνων
  8. τῶν τότε ληναικὴν ἦλθ’ ὑπὸ Καλλιόπην.
Ἀμάραντος δὲ ὁ Ἀλεξανδρεὺς ἐν τοῖς περὶ σκηνῆς Ἡρόδωρόν φησι τὸν Μεγαρέα σαλπιγκτὴν γενέσθαι τὸ μὲν μέγεθος πηχῶν τριῶν καὶ ἡμίσους, εἶναι δὲ καὶ τὰς πλευρὰς ἰσχυρόν· ἐσθίειν δὲ ἄρτων μὲν χοίνικας ἕξ, κρεῶν δὲ λίτρας εἴκοσιν οἵων ἂν εὑρήκῃ, πίνειν δὲ χοᾶς δύο καὶ σαλπίζειν ἅμα σάλπιγξι δυσί.
v.2.p.403
κοιμᾶσθαι δὲ ἔθος εἶχεν ἐπὶ λεοντῆς μόνης. ἐσήμαινε δὲ σαλπίζων μέγιστον. Ἄργος γοῦν πολιορκοῦντος Δημητρίου τοῦ Ἀντιγόνου καὶ οὐ δυναμένων τῶν στρατιωτῶν τὴν ἑλέπολιν προσαγαγεῖν τοῖς τείχεσι διὰ τὸ βάρος, ταῖς δύο σάλπιγξι σημαίνων ὑπὸ τῆς ἁδρότητος τοῦ ἤχου τοὺς στρατιώτας ἠνάγκασε προθυμηθέντας προσαγαγεῖν τὴν μηχανήν. ἐνίκησε δὲ τὴν περίοδον δεκάκις καὶ ἐδείπνει καθήμενος, ὡς ἱστορεῖ Νέστωρ ἐν τοῖς θεατρικοῖς ὑπομνήμασι. καὶ γυνὴ δὲ ἐσάλπισεν Ἀγλαὶς ἡ Μεγακλέους ἐν τῇ πρώτῃ ἀχθείσῃ μεγάλῃ πομπῇ ἐν Ἀλεξανδρείᾳ τὸ πομπικόν, περιθέτην ἔχουσα καὶ λόφον ἐπὶ τῆς κεφαλῆς, ὡς δηλοῖ Ποσείδιππος ἐν ἐπιγράμμασιν. ἤσθιε δὲ καὶ αὐτὴ λίτρας μὲν κρεῶν δώδεκα, ἄρτων δὲ χοίνικας τέσσαρας καὶ ἔπινεν οἴνου χοᾶ.

Λιτυέρσας δὲ ἦν μὲν υἱὸς Μίδου νόθος, Κελαινῶν δὲ τῶν ἐν Φρυγίᾳ βασιλεύς, ἄγριος ἰδέσθαι καὶ ἀνήμερος ἄνθρωπος, ἀδηφάγος δ’ ἰσχυρῶς. λέγει δὲ περὶ αὐτοῦ Σωσίθεος ὁ τραγῳδιοποιὸς ἐν δράματι Δάφνιδι ἢ Λιτυέρσᾳ οὕτως (p. 639, 6 N)·

  1. ἔσθει μὲν ἄρτους τρεῖς, ὄνους κανθηλίους
  2. τρεῖς τῆς βραχείας ἡμέρας· πίνει δ’ ἕνα
  3. καλῶν μετρητὴν τὸν δεκάμφορον πίθον.
τοιοῦτός ἐστι καὶ ὁ παρὰ Φερεκράτει ἢ Στράττιδι ἐν Ἀγαθοῖς, περὶ οὗ φησιν (I 145 K)·
  1. ἐγὼ κατεσθίω μόλις τῆς ἡμέρας
  2. πένθ’ ἡμιμέδιμν᾽, ἐὰν βιάζωμαι. Β. μόλις;
    v.2.p.404
  3. ὡς ὀλιγόσιτος ἦσθ’ ἄρ᾽, ὃς κατεσθίεις
  4. τῆς ἡμέρας μακρᾶς τριήρους σιτία.
Ξάνθος δ’ ἐν τοῖς Λυδιακοῖς (FHG I 38) Κάμβλητά φησι τὸν βασιλεύσαντα Λυδῶν πολυφάγον γενέσθαι καὶ πολυπότην, ἔτι δὲ γαστρίμαργον. τοῦτον οὖν ποτε νυκτὸς τὴν ἑαυτοῦ γυναῖκα κατακρεουργήσαντα καταφαγεῖν, ἔπειτα πρωὶ εὑρόντα τὴν χεῖρα τῆς γυναικὸς ἐνοῦσαν ἐν τῷ στόματι ἑαυτὸν ἀποσφάξαι, περιβοήτου τῆς πράξεως γενομένης. περὶ δὲ Θυὸς τοῦ Παφλαγόνων βασιλέως ὅτι καὶ αὐτὸς ἦν πολυφάγος προειρήκαμεν (IV 144 f), παραθέμενοι Θεόπομπον ἱστοροῦντα ἐν τῇ πέμπτῃ καὶ τριακοστῇ (FHG I 311). Ἀρχίλοχος δ’ ἐν Τετραμέτροις Χαρίλαν εἰς τὰ ὅμοια διαβέβληκεν (fr. 79 B), ὡς οἱ κωμῳδιοποιοὶ Κλεώνυμον καὶ Πείσανδρον. περὶ δὲ Χαιρίππου φησὶ Φοινικίδης ἐν Φυλάρχῳ οὕτως (IV 510 M)·
  1. τρίτον δὲ πρὸς τούτοισι τὸν σοφώτατον
  2. Χαίριππον. οὗτος, ὥσπερ οἶδας, ἐσθίει
  3. μέχρι ἂν διδῷ τις ἢ λάθῃ διαρραγείς.
  4. τοιοῦτ’ ἔχει ταμιεῖον ὥσπερ οἰκίας.

Νικόλαος δ’ ὁ περιπατητικὸς ἐν τῇ τρίτῃ πρὸς ταῖς ἑκατὸν τῶν ἱστοριῶν (FHG III 415) Μιθριδάτην φησὶ τὸν Ποντικὸν βασιλέα προθέντα ἀγῶνα πολυφαγίας καὶ πολυποσίας (ἦν δὲ τὸ ἆθλον τάλαντον ἀργυρίου) ἀμφότερα νικῆσαι. τοῦ μέντοι ἄθλου ἐκστῆναι τῷ μετ’ αὐτὸν κριθέντι Καλαμόδρυι τῷ Κυζικηνῷ ἀθλητῇ. καὶ Τιμοκρέων δ’ ὁ Ῥόδιος ποιητὴς καὶ ἀθλητὴς πένταθλος ἄδην ἔφαγε καὶ ἔπιεν, ὡς τὸ ἐπὶ τοῦ τάφου αὐτοῦ ἐπίγραμμα δηλοῖ (Simon. fr. 169 B)·

v.2.p.405
  1. πολλὰ πιὼν καὶ πολλὰ φαγὼν καὶ πολλὰ κάκ’ εἰπὼν
  2. ἀνθρώπους κεῖμαι Τιμοκρέων Ῥόδιος.
Θρασύμαχος δ’ ὁ Χαλκηδόνιος ἔν τινι τῶν προοιμίων (fr. 3 Tur) τὸν Τιμοκρέοντά φησιν ὡς μέγαν βασιλέα ἀφικόμενον καὶ ξενιζόμενον παρ’ αὐτῷ πολλὰ ἐμφορεῖσθαι. πυθομένου δὲ τοῦ βασιλέως ὅ τι ἀπὸ τούτων ἐργάζοιτο, εἶπε Περσῶν ἀναριθμήτους συγκόψειν. καὶ τῇ ὑστεραίᾳ πολλοὺς καθ’ ἕνα νικήσας μετὰ τοῦτο ἐχειρονόμησε. πυνθανομένου δὲ τὴν πρόφασιν ὑπολείπεσθαι ἔφη τοσαύτας, εἰ προσίοι τις, πληγάς. Κλέαρχος δ’ ἐν πέμπτῳ βίων (FHG II 307) Καντιβάρι φησὶ τῷ Πέρσῃ, ὁπότε κοπιάσειε τὰς σιαγόνας ἐσθίων, κεχηνότι καθάπερ εἰς ἄψυχον ἀγγεῖον εἰσαντλεῖν τὴν τροφὴν τοὺς οἰκείους. Ἑλλάνικος δ’ ἐν αʹ Δευκαλιωνείας (FHG I 48) Ἐρυσίχθονά φησι τὸν Μυρμιδόνος, ὅτι ἦν ἄπληστος βορᾶς, Αἴθωνα κληθῆναι. Πολέμων δ’ ἐν αʹ τῶν πρὸς Τίμαιον (fr. 39 Pr) παρὰ Σικελιώταις φησὶν Ἀδηφαγίας ἱερὸν εἶναι καὶ Σιτοῦς Δήμητρος ἄγαλμα, οὗ πλησίον ἱδρῦσθαι καὶ Ἱμαλίδος, καθάπερ ἐν Δελφοῖς ερμούχου, ἐν δὲ Σκώλῳ τῷ Βοιωτιακῷ Μεγαλάρτου καὶ Μεγαλομάζου.

καὶ Ἀλκμὰν δ’ ὁ ποιητὴς ἑαυτὸν ἀδηφάγον εἶναι παραδίδωσιν ἐν τῷ τρίτῳ διὰ τούτων (fr. 33)·

  1. καὶ ποκά τοι δώσω τρίποδος κύτος,
  2. ᾧ κ’ ἔνι ......... λε’ ἀγείρῃς.
  3. ἀλλ’ ἔτι νῦν γ’ ἄπυρος, τάχα δὲ πλέος
  4. ἔτνεος, οἷον ὁ παμφάγος Ἀλκμὰν
    v.2.p.406
  5. ἠράσθη χλιερὸν πεδὰ τὰς τροπάς.
  6. οὔ τι γὰρ ἠὺ τετυγμένον ἔσθει ...
  7. ἀλλὰ τὰ κοινὰ γάρ, ὥσπερ ὁ δᾶμος,
  8. ζατεύει.
κἀν τῷ εʹ δὲ ἐμφανίζει αὑτοῦ τὸ ἀδηφάγον λέγων οὕτως (fr. 76)·
  1. ὥρας δ’ ἔσηκε τρεῖς, θέρος
  2. καὶ χεῖμα κὠπώραν τρίταν
  3. καὶ τέτρατον τὸ ἦρ, ὅκα
  4. σάλλει μέν, ἐσθίεν δ’ ἄδαν
  5. οὐκ ἔστι.
Ἀναξίλας δ’ ὁ κωμικὸς περὶ Κτησίου τινὸς διαλεγόμενος ἐν Χρυσοχόῳ δράματί φησιν (II 273 K)·
  1. ἤδη σχεδόν τι πάντα σοι πλὴν Κτησίου.
  2. δείπνου γὰρ οὗτος, ὡς λέγουσιν οἱ σοφοί,
  3. ἀρχήν, τελευτὴν δ’ οὐκ ἐπίσταται μόνος.
κἀν Πλουσίοις (ib. p. 272)·
  1. διαρραγήτω χἄτερος δειπνῶν τις εὖ,
  2. μὴ Κτησίας μόνος. Β. τί γὰρ σὲ κωλύει;
  3. Α. δείπνου γὰρ οὗτος, ὡς λέγουσιν οἱ σοφοί,
  4. ἀρχήν, τελευτὴν δ’ ἔμαθεν οὐδεπώποτε.
κἀν Χάρισι δὲ Κραναόν τινα συγκαταλέγει οὕτως αὐτῷ (p. 273)·
  1. οὐκ ἐτὸς ἐρωτῶσίν με προσιόντες τινές·
  2. ὄντως ὁ Κραναὸς Κτησίου κατεσθίει
  3. ἔλαττον ἢ δειπνοῦσιν ἀμφότεροι συχνά;
    v.2.p.407
Φιλέταιρος δ’ ἐν Ἀταλάντῃ (II 230 K)·
  1. κἂν δέῃ, τροχάζω στάδια πλείω Σωτάδου,
  2. τὸν Ταυρέαν δὲ τοῖς πόνοις ὑπερβαλῶ
  3. τὸν Κτησίαν τε τῷ φαγεῖν ὑπερδραμῶ.
Ἀνάξιππος Κεραυνῷ (IV 464 M)·
  1. ὁρῶ γὰρ ἐκ παλαίστρας τῶν φίλων
  2. προσιόντα μοι Δάμιππον. Β. ἦ τοῦτον λέγεις
  3. τὸν πέτρινον, ὃν οἱ φίλοι καλοῦσί σοι
  4. νυνὶ δι’ ἀνδρείαν Κεραυνόν; εἰκότως·
  5. ἀβάτους ποιεῖν γὰρ τὰς τραπέζας οἴομαι
  6. αὐτὸν κατασκήπτοντα αὐταῖς τῇ γνάθῳ.
ἐν τούτοις ἐδήλωσεν ὁ κωμικὸς διότι καὶ τὸ δρᾶμα Κεραυνὸν ἀπ’ αὐτοῦ ἐπιγέγραφε. Θεόφιλος δ’ ἐν Ἐπιδαύρῳ (II 474 K)·
  1. Ἀτρεστίδας τις Μαντινεὺς λοχαγὸς ἦν,
  2. ἀνδρῶν ἁπάντων πλεῖστα δυνάμενος φαγεῖν.
ἐν δὲ Παγκρατιαστῇ παραγαγὼν τὸν ἀθλητὴν ὡς πολλὰ ἐσθίοντά φησιν (p. 475)·
  1. ἑφθῶν μὲν σχεδὸν
  2. τρεῖς μνᾶς, Β. λέγ’ ἄλλο. Α. ῥυγχίον, κωλῆν, πόδας
  3. τέτταρας ὑείους, Β. Ἡράκλεις. Α. βοὸς δὲ τρεῖς,
  4. ὄρνιθ᾽, Β. Ἄπολλον. λέγ’ ἕτερον. Α. σύκων δύο
  5. μνᾶς. Β. ἐπέπιες δὲ πόσον; Α. ἀκράτου δώδεκα
  6. κοτύλας. Β. Ἄπολλον, Ὧρε καὶ Σαβάζιε.