Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

καὶ ὁ Μυρτίλος ‘ἐπὶ ταύταις, ἔφη, ταῖς συνθήκαις λέγω. τοῦ μὲν ὀλβιογάστορος Ἄμφις μέμνηται ἐν Γυναικομανίᾳ οὑτωσὶ λέγων (II 238 K)·

v.2.p.343
  1. Εὐρύβατε κνισολοῖχε, .. οὐκ ἔσθ’ ὅπως
  2. οὐκ ὀλβιογάστωρ εἶ σύ.
φασιανικοῦ δὲ ὄρνιθος ὁ ἥδιστος Ἀριστοφάνης ἐν δράματι Ὄρνισιν. Ἀττικοὶ δ’ εἰσὶ δύο πρεσβῦται ὑπὸ ἀπραγμοσύνης πόλιν ζητοῦντες ἐν ᾗ κατοικήσουσιν ἀπράγμονα· καὶ αὐτοῖς ἀρέσκει ὁ βίος ὁ μετ’ ὀρνίθων. ἔρχονται οὖν ὡς τοὺς ὄρνιθας καὶ αἰφνίδιον αὐτοῖς ἐπιπτάντος ἑνὸς τῶν ὀρνίθων ἀγρίου τὴν ὄψιν, δείσαντες ἑαυτοὺς παραμυθούμενοι λέγουσι τά τ’ ἄλλα καὶ τάδε (v. 67)·
  1. ὁδὶ δὲ δὴ τίς ἐστιν ὄρνις; οὐκ ἐρεῖς;
  2. Β. Ἐπικεχοδὼς ἔγωγε φασιανικός.
καὶ τὸ ἐν Νεφέλαις δὲ ἐπὶ τῶν ὀρνίθων ἔγωγε ἀκούω καὶ οὐκ ἐπὶ ἵππων ὡς πολλοί (v. 109)·
  1. τοὺς φασιανούς, οὓς τρέφει Λεωγόρας.
δύναται γὰρ ὁ Λεωγόρας καὶ ἵππους τρέφειν καὶ ὄρνεις φασιανούς. κωμῳδεῖται γὰρ ὁ Λεωγόρας ὡς γαστρίμαργος ὑπὸ Πλάτωνος ἐν Περιαλγεῖ (I 629 K). Μνησίμαχος δ’ ἐν Φιλίππῳ (εἷς δὲ καὶ οὗτός ἐστι τῶν τῆς μέσης κωμῳδίας ποιητῶν) φησί (II 442 K)·
  1. καὶ τὸ λεγόμενον,
  2. σπανιώτερον πάρεστιν ὀρνίθων γάλα
  3. καὶ φασιανὸς ἀποτετιλμένος καλῶς.
Θεόφραστος δὲ ὁ Ἐρέσιος, Ἀριστοτέλους μαθητής, ἐν τῇ γʹ περὶ ζῴων (fr. 180 W) μνημονεύων αὐτῶν οὑτωσί πως λέγει· ‘ἐστὶ δὲ καὶ τοῖς ὄρνισι τοιαύτη διαφορά· τὰ μὲν γὰρ βαρέα καὶ μὴ πτητικά, καθάπερ ἀτταγήν, πέρδιξ, ἀλεκτρυών, φασιανός, εὐθὺς βαδιστικὰ καὶ δασέα.’ καὶ Ἀριστοτέλης ἐν ὀγδόῃ ζῴων
v.2.p.344
ἱστορίας γράφει τάδε (p. 633a 29)· ‘εἰσὶ δὲ τῶν ὀρνίθων οἳ μὲν κονιστικοί, οἳ δὲ λοῦνται, οἳ δὲ οὔτε κονιστικοὶ οὔτε λοῦνται. ὅσοι δὲ μὴ πτητικοί, ἀλλ᾽ ἐπίγειοι, κονιστικοί, οἷον ἀλεκτορίς, πέρδιξ, ἀτταγήν, φασιανός, κορυδαλλός.’ μνημονεύει δ’ αὐτῶν καὶ Σπεύσιππος ἐν δευτέρῳ Ὁμοίων. φασιανὸν δὲ οὗτοι κεκλήκασιν αὐτὸν καὶ οὐ φασιανικόν.

Ἀγαθαρχίδης δ’ ὁ Κνίδιος ἐν τῇ τετάρτῃ καὶ τριακοστῇ τῶν Εὐρωπιακῶν (FHG III 194) περὶ τοῦ Φάσιδος ποταμοῦ τὸν λόγον ποιούμενος γράφει καὶ ταῦτα· ‘πλῆθος δ᾽ ὀρνίθων τῶν καλουμένων φασιανῶν φοιτᾷ τροφῆς χάριν πρὸς τὰς ἐκβολὰς τῶν στομάτων.’ Καλλίξενος δ’ ὁ Ῥόδιος ἐν τετάρτῃ περὶ Ἀλεξανδρείας (FHG III 65) διαγράφων τὴν γενομένην πομπὴν ἐν Ἀλεξανδρείᾳ Πτολεμαίου τοῦ Φιλαδέλφου καλουμένου βασιλέως ὡς μέγα θαῦμα περὶ τῶν ὀρνίθων τούτων οὕτως γράφει· ‘εἶτα ἐφέροντο ἐν ἀγγείοις ψιττακοὶ καὶ ταῲ καὶ μελεαγρίδες καὶ φασιανοὶ καὶ ὄρνιθες Αἰθιοπικοὶ πλήθει πολλοί.’ Ἀρτεμίδωρος δὲ ὁ Ἀριστοφάνειος ἐν ταῖς ἐπιγραφομέναις Ὀψαρτυτικαῖς Γλώσσαις καὶ Πάμφιλος ὁ Ἀλεξανδρεὺς ἐν τοῖς περὶ ὀνομάτων καὶ γλωσσῶν Ἐπαίνετον παρατίθεται λέγοντα ἐν τῷ Ὀψαρτυτικῷ ὅτι ὁ φασιανὸς ὄρνις τατύρας καλεῖται. Πτολεμαῖος δ’ ὁ Εὐεργέτης ἐν δευτέρῳ ὑπομνημάτων (FHG III 186) τέταρόν φησιν ὀνομάζεσθαι τὸν φασιανὸν ὄρνιν. τοσαῦτά σοι περὶ τῶν φασιανικῶν ὀρνίθων ἔχων λέγειν, οὓς ἐγὼ διὰ σὲ ὥσπερ οἱ πυρέσσοντες περιφερομένους εἶδον. σὺ δὲ κατὰ τὰς συνθήκας ἂν μὴ αὔριον

v.2.p.345
ἀποδῷς τὰ ὡμολογημένα, οὐκ ἐξαπατήσεως δημοσίᾳ σε γράψομαι, ἀλλὰ τὸν Φᾶσιν οἰκήσοντα ἀποπέμψω, ὡς Πολέμων ὁ περιηγητὴς Ἴστρον τὸν Καλλιμάχειον συγγραφέα εἰς τὸν ὁμώνυμον κατεπόντου ποταμόν (fr. 54 Pr).

  1. ΑΤΤΑΓΑΣ. Ἀριστοφάνης Πελαργοῖς (I 504 K)·
  2. ἀτταγᾶς ἥδιστον ἕψειν ἐν ἐπινικίοις κρέας.
Ἀλέξανδρος δ’ ὁ Μύνδιός φησιν (Rose Arist. ps. p. 293) ὅτι μικρῷ μὲν μείζων ἐστὶ πέρδικος, ὅλος δὲ κατάγραφος τὰ περὶ τὸν νῶτον, κεραμεοῦς τὴν χρόαν, ὑποπυρρίζων μᾶλλον. θηρεύεται δ’ ὑπὸ κυνηγῶν διὰ τὸ βάρος καὶ τὴν τῶν πτερῶν βραχύτητα. ἐστὶ δὲ κονιστικὸς πολύτεκνός τε καὶ σπερμολόγος. Σωκράτης δ’ ἐν τῷ περὶ ὅρων καὶ τόπων καὶ πυρὸς καὶ λίθων ‘ἐκ τῆς Λυδίας μετακομισθέντες, φησίν, εἰς Αἴγυπτον οἱ ἀτταγαῖ καὶ ἀφεθέντες εἰς τὰς ὕλας ἕως μέν τινος ὄρτυγος φωνὴν ἀφίεσαν, ἐπεὶ δὲ τοῦ ποταμοῦ κοίλου ῥυέντος λιμὸς ἐγένετο καὶ πολλοὶ τῶν κατὰ τὴν χώραν ἀπώλλυντο, οὐ διέλιπον σαφέστερον τῶν παίδων τῶν τρανοτάτων ἕως νῦν λέγοντες ‘τρὶς τοῖς κακούργοις κακά’. συλληφθέντες δὲ οὐ μόνον οὐ τιθασεύονται, ἀλλ’ οὐδὲ φωνὴν ἔτι ἀφιᾶσιν. ἐὰν δὲ ἀφεθῶσι, φωνήεντες πάλιν γίγνονται.’ μνημονεύει αὐτῶν Ἱππῶναξ οὕτως (fr. 36 B4)
  1. οὐδ’ ἀτταγᾶς τε καὶ λαγὼς διατρώγων.
καὶ Ἀριστοφάνης ἐν Ὄρνισιν· ἐν δ’ Ἀχαρνεῦσιν (v. 875) καὶ ὡς πλεοναζόντων αὐτῶν ἐν τῇ Μεγαρικῇ.
v.2.p.346
περισπῶσι δ’ οἱ Ἀττικοὶ παρὰ τὸν ὀρθὸν λόγον τοὔνομα. τὰ γὰρ εἰς ασ λήγοντα ἐκτεταμένον ὑπὲρ δύο συλλαβὰς ὅτε ἔχει τὸ ἄλφα παραλῆγον, βαρύτονά ἐστιν, οἷον ἀκάμας, Σακάδας, ἀδάμας. λεκτέον δὲ καὶ ἀτταγαῖ καὶ οὐχὶ ἀτταγῆνες.

ΠΟΡΦΥΡΙΩΝ. ὅτι καὶ τούτου Ἀριστοφάνης (Av. 707) μέμνηται δῆλον. Πολέμων δ’ ἐν πέμπτῳ τῶν πρὸς Ἀντίγονον καὶ Ἀδαῖον (fr. 59 Pr) πορφυρίωνά φησι τὸν ὄρνιν διαιτώμενον κατὰ τὰς οἰκίας τὰς ὑπάνδρους τῶν γυναικῶν τηρεῖν πικρῶς καὶ τοιαύτην ἔχειν αἴσθησιν ἐπὶ τῆς μοιχευομένης, ὥσθ’ ὅταν τοῦθ’ ὑπονοήσῃ προσημαίνει τῷ δεσπότῃ, ἀγχόνῃ τὸ ζῆν περιγράψας. οὐ πρότερόν τε, φησίν, τροφῆς μεταλαμβάνει, εἰ μὴ περιπατήσει τόπον τινὰ ἐξευρὼν ἑαυτῷ ἐπιτήδειον· μεθ’ ὃ κονισάμενος λούεται, εἶτα τρέφεται. Ἀριστοτέλης δὲ σχιδανόποδά φησιν (p. 290 R) αὐτὸν εἶναι ἔχειν τε χρῶμα κυάνεον, σκέλη μακρά, ῥύγχος ἠργμένον ἐκ τῆς κεφαλῆς φοινικοῦν, μέγεθος ἀλεκτρυόνος, στόμαχον δ’ ἔχει λεπτόν· διὸ τῶν λαμβανομένων εἰς τὸν πόδα ταμιεύεται μικρὰς τὰς ψωμίδας. κάπτων δὲ πίνει. πενταδάκτυλός τε ὢν τὸν μέσον ἔχει μέγιστον. Ἀλέξανδρος δ’ ὁ Μύνδιος ἐν βʹ περὶ τῆς τῶν πτηνῶν ἱστορίας Λίβυν εἶναί φησι τὸν ὄρνιν καὶ τῶν κατὰ τὴν Λιβύην θεῶν ἱερόν. ΠΟΡΦΥΡΙΣ. Καλλίμαχος δ’ ἐν τῷ περὶ ὀρνίθων (fr. 100 2 Schn) διεστάναι φησὶ πορφυρίωνα πορφυρίδος, ἰδίᾳ ἑκάτερον καταριθμούμενος· τὴν τροφήν τε λαμβάνειν τὸν

v.2.p.347
πορφυρίωνα ἐν σκότῳ καταδυόμενον, ἵνα μή τις αὐτὸν θεάσηται. ἐχθραίνει γὰρ τοὺς προσιόντας αὐτοῦ τῇ τροφῇ. τῆς δὲ πορφυρίδος καὶ Ἀριστοφάνης ἐν Ὄρνισιν μνημονεύει (v. 304). Ἴβυκος δέ τινας λαθιπορφυρίδας ὀνομάζει διὰ τούτων (fr. 8 B4)· ‘τοῦ μὲν πετάλοισιν ἐπ᾽ ἀκροτάτοις ἱζάνοισι ποικίλαι πανέλοπες, αἰολόδειροι λαθιπορφυρίδες καὶ ἀλκυόνες τανυσίπτεροι.’ ἐν ἄλλοις δέ φησιν (fr. 4)·
  1. αἰεί μ᾽, ὦ φίλε θυμέ, τανύπτερος ὡς ὅκα πορφυρίς.

ΠΕΡΔΙΞ. τούτων πολλοὶ μὲν μέμνηνται, ὡς καὶ Ἀριστοφάνης. τοῦ δὲ ὀνόματος αὐτῶν ἔνιοι συστέλλουσι τὴν μέσην συλλαβήν, ὡς Ἀρχίλοχος (fr. 106 B4)·

  1. πτώσσουσαν ὥστε πέρδικα.
οὕτως καὶ ὄρτυγα καὶ χοίνικα, πολὺ δέ ἐστι τὸ ἐκτεινόμενον παρὰ τοῖς Ἀττικοῖς. Σοφοκλῆς Καμικοῖς (fr. 301 N)·
  1. ὄρνιθος ἦλθ’ ἐπώνυμος
  2. πέρδικος ἐν κλεινοῖς Ἀθηναίων πάγοις.
Φερεκράτης ἢ ὁ πεποιηκὼς τὸν Χείρωνα (I 192 K)·
  1. ἔξεισιν ἄκων δεῦρο πέρδικος τρόπον.
Φρύνιχος Τραγῳδοῖς (I 384 K)·
  1. τὸν Κλεόμβροτόν τε τοῦ
  2. Πέρδικος υἱόν.
τὸ δὲ ζῷον ἐπὶ λαγνείας συμβολικῶς παρείληπται. Νικοφῶν ἐν Χειρογάστορσι (I 779 K)·
  1. τοὺς ἑψητοὺς καὶ τοὺς πέρδικας ἐκείνους.
    v.2.p.348
Ἐπίχαρμος δ’ ἐν Κωμασταῖς βραχέως (p. 244 L)·
  1. σηπίας τ’ ἆγον νεούσας πέρδικάς τε πετομένους.
φησὶ δ’ Ἀριστοτέλης περὶ τοῦ ζῴου τάδε (p. 287 R)· ‘ὁ πέρδιξ ἐστὶ μὲν χερσαῖος, σχιδανόπους, ζῇ δὲ ἔτη πεντεκαίδεκα, ἡ δὲ θήλεια καὶ πλείονα. πολυχρονιώτερα γὰρ ἐν τοῖς ὄρνισι τῶν ἀρρένων τὰ θήλεα. ἐπῳάζει δὲ καὶ ἐκτρέφει καθάπερ ἡ ἀλεκτορίς. ὅταν δὲ γνῷ ὅτι θηρεύεται, προελθὼν τῆς νεοττιᾶς κυλινδεῖται παρὰ τὰ σκέλη τοῦ θηρεύοντος, ἐλπίδα ἐμποιῶν τοῦ συλληφθήσεσθαι, ἐξαπατᾷ τε ἕως ἂν ἀποπτῶσιν οἱ νεοττοί· εἶτα καὶ αὐτὸς ἐξίπταται.

ἐστὶ δὲ τὸ ζῷον κακόηθες καὶ πανοῦργον, ἔτι δὲ ἀφροδισιαστικόν. διὸ καὶ τὰ ᾠὰ τῆς θηλείας συντρίβει, ἵνα ἀπολαύῃ τῶν ἀφροδισίων. ὅθεν ἡ θήλεια γιγνώσκουσα ἀποδιδράσκουσα τίκτει.’ τὰ αὐτὰ ἱστορεῖ καὶ Καλλίμαχος ἐν τῷ περὶ ὀρνέων (fr. 100 3 Schn). μάχονται δὲ καὶ οἱ χῆροι αὐτῶν πρὸς ἀλλήλους καὶ ὁ ἡττηθεὶς ὀχεύεται ὑπὸ τοῦ νικήσαντος. Ἀριστοτέλης δέ φησιν (h. a. p. 614 a 2) ὅτι τὸν ἡττηθέντα πάντες ἐν μέρει ὀχεύουσιν. ὀχεύουσι δὲ καὶ οἱ τιθασοὶ τοὺς ἀγρίους. ἐπειδὰν δὲ κρατηθῇ τις ὑπὸ τοῦ δευτέρου, οὗτος λάθρᾳ ὀχεύεται ὑπὸ τοῦ κρατιστεύσαντος. γίνεται δὲ τοῦτο κατά τινα ὥραν τοῦ ἔτους, ὡς καὶ ὁ Μύνδιός φησιν Ἀλέξανδρος. νεοττεύουσι δὲ ἐπὶ γῆς οἱ ἄρρενες καὶ αἱ θήλειαι, διελόμενοι ἕκαστοι οἶκον. ἐπὶ δὲ τὸν θηρεύοντα πέρδικα ὠθεῖται ὁ τῶν ἀγρίων ἡγεμὼν μαχούμενος· ἁλόντος δὲ τούτου ἕτερος ἔρχεται μαχούμενος. καὶ ὁπόταν μὲν ἄρρην ᾖ ὁ θηρεύων, τοῦτο

v.2.p.349
ποιεῖ· ὅταν δὲ θήλεια ᾖ ἡ θηρεύουσα, ᾄδει ἕως ἂν ἀπαντήσῃ ὁ ἡγεμὼν αὐτῇ· καὶ οἱ ἄλλοι ἀθροισθέντες ἀποδιώκουσιν ἀπὸ τῆς θηλείας, ὅτι ἐκείνῃ, ἀλλ᾽ οὐχ ἑαυτοῖς προσέχει. ὅθεν πολλάκις διὰ ταῦτα σιγῇ προσέρχεται, ὅπως μὴ ἄλλος ἀκούσας τῆς φωνῆς ἔλθῃ μαχούμενος αὐτῷ. ἐνίοτε δὲ ἡ θήλεια τὸν ἄρρενα προσιόντα κατασιγάζει. πολλάκις τε ἐπῳάζουσα ἐξίσταται, ὅταν προσερχόμενον ἐπαισθάνηται τὸν ἄρρενα τῇ θηρευούσῃ, ὑπομένει τε ὀχευθῆναι, ἵνα αὐτὸν ἀποσπάσῃ τῆς θηρευούσης. ἐπὶ τοσοῦτον δ’ ἐπτόηνται περὶ τὴν ὀχείαν οἱ πέρδικες καὶ οἱ ὄρτυγες ὡς εἰς τοὺς θηρεύοντας ἐμπίπτειν καθίζοντας ἐπὶ τῶν κεφαλῶν. φασὶ δὲ καὶ τοὺς ἀγομένους θήλεις πέρδικας ἐπὶ θήραν, ὁπόταν ἴδωσιν ἢ ὄσφρωνται τῶν ἀρρένων κατ’ ἄνεμον στάντων ἢ περιπετομένων, ἐγκύους γίγνεσθαι, τινὲς δὲ καὶ παραυτίκα τίκτειν. πέτονταί τε περὶ τὸν τῆς ὀχείας καιρὸν χάσκοντες καὶ τὴν γλῶσσαν ἔξω ἔχοντες οἵ τε θήλεις καὶ οἱ ἄρρενες.’ Κλέαρχος δ’ ἐν τῷ περὶ τοῦ Πανικοῦ (FHG II 324) ‘οἱ στρουθοί, φησί’ χοἰ πέρδικες, ἔτι δὲ οἱ ἀλεκτρυόνες καὶ οἱ ὄρτυγες προΐενται τὴν γονὴν οὐ μόνον ἰδόντες τὰς θηλείας, ἀλλὰ κἂν ἀκούσωσιν αὐτῶν τὴν φωνήν. τούτου δὲ αἴτιον ἡ τῇ ψυχῇ γινομένη φαντασία περὶ τῶν πλησιασμῶν. φανερώτατον δὲ γίνεται περὶ τὰς ὀχείας, ὅταν ἐξ ἐναντίας αὐτοῖς θῇς κάτοπτρον· προστρέχοντες γὰρ διὰ τὴν ἔμφασιν ἁλίσκονταί τε καὶ προΐενται τὸ
v.2.p.350
σπέρμα, πλὴν τῶν ἀλεκτρυόνων. τούτους δ’ ἡ τῆς ἐμφάσεως αἴσθησις εἰς μάχην προάγεται μόνον.’ ταῦτα μὲν ὁ Κλέαρχος.

καλοῦνται δ’ οἱ πέρδικες ὑπ’ ἐνίων κακκάβαι, ὡς καὶ ὑπ᾽ Ἀλκμᾶνος λέγοντος οὕτως (fr. 25 B4)·

  1. ἔπη τάδε καὶ μέλος Ἀλκμὰν
  2. εὗρε γεγλωσσάμενον
  3. κακκαβίδων στόμα συνθέμενος,
σαφῶς ἐμφανίζων ὅτι παρὰ τῶν περδίκων ᾄδειν ἐμάνθανε. διὸ καὶ Χαμαιλέων ὁ Ποντικὸς ἔφη (fr. 24 Koepke) ‘τὴν εὕρεσιν τῆς μουσικῆς τοῖς ἀρχαίοις ἐπινοηθῆναι ἀπὸ τῶν ἐν ταῖς ἐρημίαις ᾀδόντων ὀρνίθων· ὧν κατὰ μίμησιν λαβεῖν στάσιν τὴν μουσικήν. οὐ πάντες δ’ οἱ πέρδικες, φησί, κακκαβίζουσιν· Θεόφραστος γοῦν ἐν τῷ περὶ ἑτεροφωνίας τῶν ὁμογενῶν (fr. 181 W) ‘οἱ Ἀθήνησι, φησίν, ἐπὶ τάδε πέρδικες τοῦ Κορυδαλλοῦ πρὸς τὸ ἄστυ κακκαβίζουσιν, οἱ δ’ ἐπέκεινα τιττυβίζουσιν.’ Βάσιλις δ’ ἐν τῷ δευτέρῳ τῶν Ἰνδικῶν (FHG IV 346) ‘οἱ μικροί, φησίν, ἄνδρες οἱ ταῖς γεράνοις διαπολεμοῦντες πέρδιξιν ὀχήματι χρῶνται.’ Μενεκλῆς δ’ ἐν πρώτῃ τῆς Συναγωγῆς (FHG IV 450) ‘οἱ Πυγμαῖοι, φησί, τοῖς πέρδιξι καὶ ταῖς γεράνοις πολεμοῦσι.’ τῶν δὲ περδίκων ἐστὶν ἕτερον γένος ἐν Ἰταλίᾳ ἀμαυρὸν τῇ πτερώσει καὶ μικρότερον τῇ ἕξει, τὸ ῥύγχος οὐχὶ κινναβάρινον ἔχον. οἱ δὲ περὶ τὴν Κίρραν πέρδικες ἄβρωτον ἔχουσι τὸ κρέας διὰ τὰς νομάς. οἱ δὲ περὶ τὴν Βοιωτίαν ἢ οὐ διαβαίνουσιν εἰς τὴν Ἀττικὴν ἢ διαβαίνοντες τῇ φωνῇ
v.2.p.351
διάδηλοι γίγνονται, καθάπερ προειρήκαμεν (Litt. a). τοὺς δὲ περὶ Παφλαγονίαν γιγνομένους πέρδικάς φησι Θεόφραστος (fr. 182 W) δύο ἔχειν καρδίας. οἱ δ’ ἐν Σκιάθῳ τῇ νήσῳ κοχλίας ἐσθίουσι. τίκτουσι δ’ ἐνίοτε καὶ πεντεκαίδεκα καὶ ιϚʹ. πέτονται δὲ ἐπὶ βραχύ, ὥς φησι Ξενοφῶν ἐν πρώτῳ Ἀναβάσεως γράφων οὕτως (I 5, 3)· ‘τὰς δὲ ὠτίδας ἄν τις ταχὺ ἀνιστῇ ἔστι λαμβάνειν· πέτονταί τε γὰρ βραχὺ ὥσπερ οἱ πέρδικες καὶ ταχὺ ἀπαγορεύουσι. τὰ δὲ κρέα αὐτῶν ἡδέα ἐστίν.’

ἀληθῆ λέγειν φησὶ τὸν Ξενοφῶντα ὁ Πλούταρχος περὶ τῶν ὠτίδων· φέρεσθαι γὰρ πάμπολλα τὰ ζῷα ταῦτα εἰς τὴν Ἀλεξάνδρειαν ἀπὸ τῆς παρακειμένης Λιβύης, τῆς θήρας αὐτῶν τοιαύτης γινομένης. μιμητικὸν δέ ἐστι τὸ ζῷον τοῦτο, ὁ ὦτος, μάλιστα ὧν ἂν ἴδῃ ποιοῦντα ἄνθρωπον. ποιεῖ δ’ οὖν ταὐτὰ ὅσα ἂν ἴδῃ τοὺς κυνηγοῦντας πράττοντας. οἳ δὲ στάντες αὐτῶν καταντικρὺ ὑπαλείφονται φαρμάκῳ τοὺς ὀφθαλμούς, παρασκευάσαντες ἄλλα φάρμακα κολλητικὰ ὀφθαλμῶν καὶ βλεφάρων, ἅπερ οὐ πόρρω ἑαυτῶν ἐν λεκανίσκαις βραχείαις τιθέασιν. οἱ οὖν ὦτοι θεώμενοι τοὺς ὑπαλειφομένους τὸ αὐτὸ καὶ αὐτοὶ ποιοῦσιν ἐκ τῶν λεκανίδων λαμβάνοντες καὶ ταχέως ἁλίσκονται. γράφει δὲ περὶ αὐτῶν Ἀριστοτέλης (p. 292 R) οὕτως ὅτι ‘ἐστὶ μὲν τῶν ἐκτοπιζόντων καὶ σχιδανοπόδων καὶ τριδακτύλων, μέγεθος ἀλεκτρυόνος μεγάλου, χρῶμα ὄρτυγος, κεφαλὴ προμήκης, ῥύγχος ὀξύ, τράχηλος λεπτός, ὀφθαλμοὶ μεγάλοι, γλῶσσα ὀστώδης, πρόλοβον δ’ οὐκ ἔχει’. Ἀλέξανδρος δ’ ὁ Μύνδιος καὶ

v.2.p.352
προσαγορεύεσθαί φησιν αὐτὸν λαγωδίαν. φασὶ δ’ αὐτὸν καὶ τὴν τροφὴν ἀναμαρυκᾶσθαι ἥδεσθαί τε ἵππῳ. εἰ γοῦν τις δορὰν ἵππων περιθοῖτο, θηρεύσει ὅσους ἂν θέλῃ· προσίασι γάρ. ἐν ἄλλοις δὲ πάλιν φησὶν ὁ Ἀριστοτέλης (p. 293 R)· ‘ὁ ὦτός ἐστι μὲν παρόμοιος τῇ γλαυκί, οὔκ ἐστι δὲ νυκτερινός. ἔχει τε περὶ τὰ ὦτα πτερύγια, διὸ καὶ ὦτος καλεῖται· μέγεθος περιστερᾶς, μιμητὴς ἀνθρώπων· ἀντορχούμενος γοῦν ἁλίσκεται.’ ἀνθρωποειδὴς δ’ ἐστὶ τὴν μορφὴν καὶ πάντων μιμητὴς ὅσα ἄνθρωπος ποιεῖ. διόπερ καὶ τοὺς ἐξαπατωμένους ῥᾳδίως ἐκ τοῦ τυχόντος οἱ κωμικοὶ ὤτους καλοῦσιν. ἐν γοῦν τῇ θήρᾳ αὐτῶν ὁ ἐπιτηδειότατος ὀρχεῖται στὰς κατὰ πρόσωπον αὐτῶν, καὶ τὰ ζῷα βλέποντα εἰς τὸν ὀρχούμενον νευροσπαστεῖται. ἄλλος δέ τις ὄπισθεν στὰς καὶ λαθὼν συλλαμβάνει τῇ περὶ τὴν μίμησιν ἡδονῇ κατεχομένους.

τὸ δ’ αὐτὸ ποιεῖν λέγουσι καὶ τοὺς σκῶπας· καὶ γὰρ τούτους ὀρχήσει λόγος ἁλίσκεσθαι. μνημονεύει δ’ αὐτῶν Ὅμηρος (Od. 5.66). γένος τε ὀρχήσεως ἀπ’ αὐτῶν καλεῖται σκὼψ λαβὼν τοὔνομα ἀπὸ τῆς περὶ τὸ ζῷον ἐν τῇ κινήσει ποικιλίας. χαίρουσι δὲ οἱ σκῶπες καὶ ὁμοιότητι καὶ ἀπ’ αὐτῶν ἡμεῖς σκώπτειν καλοῦμεν τὸ συνεικάζειν καὶ καταστοχάζεσθαι τῶν σκωπτομένων διὰ τὸ τὴν ἐκείνων ἐπιτηδεύειν προαίρεσιν. πάντα δὲ τὰ τῶν ζῴων εὔγλωττα καὶ διηρθρωμένα ἐστὶ τὴν φωνὴν καὶ μιμεῖται τοὺς τῶν ἀνθρώπων καὶ τῶν ἄλλων ὀρνίθων ἤχους ὥσπερ ψιττακὸς καὶ κίττα. ‘ὁ δὲ σκώψ, ὥς

v.2.p.353
φησιν Ἀλέξανδρος ὁ Μύνδιος (cf. Rose Arist. ps. p. 294) μικρότερός ἐστι γλαυκὸς καὶ ἐπὶ μολυβδοφανεῖ τῷ χρώματι ὑπόλευκα στίγματα ἔχει δύο τε ἀπὸ τῶν ὀφρύων παρ’ ἑκάτερον κρόταφον ἀναφέρει πτερά.’ Καλλίμαχος δέ φησι (fr. 100 7 Schn) δύο γένη εἶναι σκωπῶν καὶ τοὺς μὲν φθέγγεσθαι, τοὺς δὲ οὔ. διὸ καὶ καλεῖσθαι τοὺς μὲν σκῶπας αὐτῶν, τοὺς δ’ ἀείσκωπας· εἰσὶ δὲ γλαυκοί. ὁ δὲ Μύνδιος Ἀλέξανδρός φησι τοὺς παρ’ Ὁμήρῳ χωρὶς τοῦ σ κῶπας εἶναι, καὶ Ἀριστοτέλη (h. a. p. 617b 31) οὕτως αὐτοὺς ὠνομακέναι. φαίνεσθαί τε τούτους ἀεὶ καὶ μὴ ἐσθίεσθαι. τοὺς δ’ ἐν τῷ φθινοπώρῳ φαινομένους δύο ἡμέραις ἢ μιᾷ, τούτους εἶναι ἐδωδίμους. διαφέρουσι δὲ τῶν ἀεισκώπων τῷ πάχει καί εἰσι παραπλήσιοι τρυγόνι καὶ φάττῃ. καὶ Σπεύσιππος δ’ ἐν δευτέρῳ Ὁμοίων χωρὶς τοῦ σ κῶπας αὐτοὺς ὀνομάζει. Ἐπίχαρμος (p. 283 L)· ‘σκῶπας, ἔποπας, γλαῦκας’. καὶ Μητρόδωρος δ’ ἐν τῷ περὶ συνηθείας ἀντορχουμένους φησὶν ἁλίσκεσθαι τοὺς σκῶπας.