Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

πάντων οὖν ἡμῶν ἐπαινεσάντων τὸν μάγειρον ἐπί τε τῷ ἑτοίμῳ τῶν λεγομένων καὶ τῇ τῆς τέχνης περιεργίᾳ ὁ καλὸς ἡμῶν ἑστιάτωρ Λαρήνσιος ‘καὶ πόσῳ κάλλιον, ἔφη, τὰ τοιαῦτα ἐκμανθάνειν τοὺς μαγείρους ἢ ἅπερ παρά τινι τῶν πολιτῶν ἡμῶν, ὃς ὑπὸ πλούτου καὶ τρυφῆς τοὺς τοῦ θαυμασιωτάτου Πλάτωνος διαλόγους ἠνάγκαζεν ἐκμανθάνοντας τοὺς μαγείρους φέροντάς τε τὰς λοπάδας ἅμα λέγειν (Tim.

v.2.p.333
p. 17a) ‘εἷς, δύο, τρεῖς· ὁ δὲ δὴ τέταρτος ἡμῖν, ὦ φίλε Τίμαιε, ποῦ τῶν χθὲς μὲν δαιτυμόνων, τὰ νῦν δ’ ἑστιατόρων;’ ἔπειτ’ ἄλλος ἀπεκρίνατο ‘ἀσθένειά τις αὐτῷ ξυνέπεσεν, ὦ Σώκρατες.’ διεξήρχοντό τε τοῦ διαλόγου τὰ πολλὰ τὸν τρόπον τοῦτον, ὡς ἄχθεσθαι μὲν τοὺς εὐωχουμένους, ὑβρίζεσθαι δὲ τὸν πάνσοφον ἐκεῖνον ἄνθρωπον ὁσημέραι, καὶ διὰ τοῦτο πολλοὺς τῶν καθαρείων ἐξόμνυσθαι τὰς παρ’ ἐκείνῳ ἑστιάσεις. οἱ δὲ ἡμέτεροι οὗτοι ἅμα ἴσως ταῦτ’ ἐκμανθάνοντες οὐκ ὀλίγην ὑμῖν θυμηδίαν παρέχουσιν.’ καὶ ὁ παῖς ἐπὶ τῇ μαγειρικῇ σοφίᾳ ἐπαινεθεὶς ‘τί τοιοῦτον εὑρήκασιν, ἔφη, ἢ εἰρήκασιν οἱ πρὸ ἐμοῦ; ἢ ἐπιμετρίους ἐμαυτὸν ἄγω οὐ μεγαλαυχούμενος ἐπ’ ἐμαυτῷ; καίτοι καὶ ὁ πρῶτος τῶν τὸν Ὀλυμπίασιν ἀγῶνα ἀναδησαμένων Κόροιβος ὁ Ἠλεῖος μάγειρος ἦν καὶ οὐχ οὕτως ὠγκύλλετο ἐπὶ τῇ τέχνῃ ὡς ὁ παρὰ Στράτωνι μάγειρος ἐν τῷ Φοινικίδῃ, περὶ οὗ τοιαῦτα λέγει ὁ μεμισθωμένος (IV 545 M)·

  1. σφίγγ’ ἄρρεν᾽, οὐ μάγειρον εἰς τὴν οἰκίαν
  2. εἴληφ᾽· ἁπλῶς γὰρ οὐδὲ ἓν μὰ τοὺς θεοὺς
  3. ὅσ’ ἂν λέγῃ συνίημι· καινὰ ῥήματα
  4. πεπορισμένος πάρεστιν. ὡς εἰσῆλθε γάρ,
  5. εὐθύς μ’ ἐπηρώτησε προσβλέψας μέγα
  6. ‘πόσους κέκληκας μέροπας ἐπὶ δεῖπνον; λέγε.’
  7. ἐγὼ κέκληκα μέροπας ἐπὶ δεῖπνον; χολᾷς.
  8. τοὺς δὲ μέροπας τούτους με γινώσκειν δοκεῖς;
  9. οὐδεὶς παρέσται. τοῦτο γὰρ νὴ τὸν Δία
    v.2.p.334
ἐστὶ κατάλοιπον μέροπας ἐπὶ δεῖπνον καλεῖν. ‘οὐδ᾽ ἄρα παρέσται δαιτυμὼν οὐδεὶς ὅλως;’ οὐκ οἴομαί γε Δαιτυμών. ἐλογιζόμην· ἥξει Φιλῖνος, Μοσχίων, Νικήρατος, ὁ δεῖν᾽, ὁ δεῖνα· κατ’ ὄνομ’ ἀνελογιζόμην· οὐκ ἦν ἐν αὐτοῖς οὐδὲ εἷς μοι Δαιτυμών. οὐδεὶς παρέσται, φημί. ‘τί λέγεις; οὐδὲ εἷς;’ σφόδρ’ ἠγανάκτησ’ ὥσπερ ἠδικημένος, εἰ μὴ κέκληκα Δαιτυμόνα. καινὸν πάνυ. ‘σῦν ἄρα θύεις ἐρυσίχθον᾽;’ οὔκ, ἔφην ἐγώ. ‘βοῦν δ’ εὐρυμέτωπον;’ οὐ θύω βοῦν, ἄθλιε. ‘μῆλα θυσιάζεις ἆρα;’ μὰ Δί’ ἐγὼ μὲν οὔ, οὐδέτερον αὐτῶν, προβάτιον δ᾽. ‘οὔκουν, ἔφη, τὰ μῆλα πρόβατα;’ μῆλα πρόβατ᾽; οὐ μανθάνω .....τούτων οὐδὲν οὐδὲ βούλομαι. ἀγροικότερός εἰμ᾽· ὥσθ’ ἁπλῶς μοι διαλέγου. ‘Ὅμηρον οὐκ οἶσθα λέγοντα;’ καὶ μάλα ἐξῆν ὃ βούλοιτ᾽, ὦ μάγειρ᾽, αὐτῷ λέγειν. ἀλλὰ τί πρὸς ἡμᾶς τοῦτο, πρὸς τῆς Ἑστίας; ‘κατ’ ἐκεῖνον ἤδη πρόσεχε καὶ τὰ λοιπά μοι.’ Ὁμηρικῶς γὰρ διανοεῖ μ’ ἀπολλύναι; ‘οὕτω λαλεῖν εἴωθα.’ μὴ τοίνυν λάλει οὕτω παρ’ ἔμοιγ’ ὤν. ‘ἀλλὰ διὰ τὰς τέτταρας δραχμὰς ἀποβάλω, φησί, τὴν προαίρεσιν; τὰς οὐλοχύτας φέρε δεῦρο.’ τοῦτο δ’ ἐστὶ τί; ‘κριθαί.’ ‘τί οὖν, ἀπόπληκτε, περιπλοκὰς λέγεις; ‘πηγὸς πάρεστι;’ πηγός; οὐχὶ λαικάσει,
v.2.p.335
  1. ἐρεῖς σαφέστερόν θ’ ὃ βούλει μοι λέγειν;
  2. ‘ἀτάσθαλός γ’ εἶ, πρέσβυ, φησ᾽· ἅλας φέρε.’
  3. τοῦτ’ ἔστι πηγός; ‘ἀλλὰ δεῖξον χέρνιβα.’
  4. παρῆν. ἔθυεν, ἔλεγεν ἄλλα ῥήματα
  5. τοιαῦθ’ ἃ μὰ τὴν Γῆν οὐδὲ εἷς ἤκουσεν ἄν,
  6. μίστυλλα, μοίρας, δίπτυχ᾽, ὀβελούς, ὥστε με
  7. τῶν τοῦ Φιλητᾶ λαμβάνοντα βιβλίων
  8. σκοπεῖν ἕκαστα τί δύναται τῶν ῥημάτων,
  9. πλὴν ἱκέτευον αὐτὸν ἤδη μεταβαλεῖν
  10. ἀνθρωπίνως λαλεῖν τε. τὸν δ’ οὐκ ἂν ταχὺ
  11. ἔπεισεν ἡ Πειθὼ μὰ τὴν Γῆν οἶδ’ ὅτι.

περίεργον δ’ ἐστὶν ὡς ἀληθῶς τὸ πολὺ τῶν μαγείρων γένος περί τε τὰς ἱστορίας καὶ τὰ ὀνόματα. λέγουσι γοῦν αὐτῶν οἱ λογιώτατοι ‘γόνυ κνήμης ἔγγιον’ καὶ ‘περιῆλθον Ἀσίαν καὶ Εὐρώπην’. ἐπιτιμῶντες δέ τινί φασιν μὴ δεῖν τὸν Οἰνέα Πηλέα ποιεῖν. ἐγὼ δὲ ἕνα τῶν ἀρχαίων μαγείρων τεθαύμακα πείρᾳ τῆς τέχνης ἧς εἰσηγήσατο ἀπολαύσας. παράγει δ’ αὐτὸν Ἄλεξις ἐν Λέβητι λέγοντα τάδε (II 341 K)·

  1. ἧψε, μοὐδόκει,
  2. πνικτόν τι ὄψον δελφάκειον, ΓΛ. ἡδύ γε.
  3. Α. ἔπειτα προσκέκαυκε. ΓΛ. μηδὲν φροντίσῃς·
  4. ἰάσιμον γὰρ τὸ πάθος ἐστί. Α. τῷ τρόπῳ;
  5. ΓΛ. ὄξος λαβὼν ἢν εἰς λεκάνην τιν’ ἐγχέας
  6. ψυχρόν, ξυνιεῖς, εἶτα θερμὴν τὴν χύτραν
  7. εἰς τοὔξος ἐνθῇς· διάπυρος γὰρ οὖσ’ ἔτι
  8. ἕλξει δι’ αὑτῆς νοτίδα καὶ ζυμουμένη
    v.2.p.336
  9. ὥσπερ κίσηρις λήψεται διεξόδους
  10. σομφάς, δι’ ὧν τὴν ὑγρασίαν ἐκδέξεται·
  11. τὰ κρέα δ’ ἔσται τ’ οὐκ ἀπεξηραμμένα,
  12. ἔγχυλα δ’ ἀτρεμεὶ καὶ δροσώδη τὴν σχέσιν.
  13. Α. Ἄπολλον, ὡς ἰατρικῶς. ὦ Γλαυκία,
  14. ταυτὶ ποιήσω. ΓΛ. καὶ παρατίθει γ’ αὐτά, παῖ,
  15. ὅταν παρατιθῇς, μανθάνεις, ἐψυγμένα.
  16. ἀτμὶς γὰρ οὕτως οὐχὶ προσπηδήσεται
  17. ταῖς ῥισίν, ἀλλ’ ἄνω μάλ’ εἶσι καταφαγών.
  18. Α. πολλῷ γ’ ἀμείνων, ὡς ἔοικας, ἦσθ’ ἄρα
  19. λογογράφος ἢ μάγειρος. ὃ λέγεις οὐ λέγεις·
  20. τέχνην δ’ ὀνειδίζεις.

καὶ μαγείρων μὲν ἅλις, ἄνδρες δαιταλεῖς, μὴ καί τις αὐτῶν τὰ ἐκ Δυσκόλου Μενάνδρου βρενθυόμενος λαρυγγίσῃ τάδε (IV 108 M)·

  1. οὐδὲ εἷς
  2. μάγειρον ἀδικήσας ἀθῷος διέφυγεν·
  3. ἱεροπρεπής πώς ἐστιν ἡμῶν ἡ τέχνη.
ἐγὼ δ’ ὑμῖν, κατὰ τὸν ἥδιστον Δίφιλον (II 570 K),
  1. παρατίθημ’ ὁλοσχερῆ
  2. ἄρν’ ἐς μέσον σύμπτυκτον, ὠνθυλευμένον,
  3. χοιρίδια περιφόρινα κρομβώσας ὅλα,
  4. δούρειον ἐπάγω χῆνα τῷ φυσήματι.

ΧΗΝ. περιενεχθέντων δὲ τούτων καὶ ἄλλων χηνῶν περιττῶς ἐσκευασμένων ἔφη τις ‘οἱ χῆνες

v.2.p.337
σιτευτοί’. καὶ ὁ Οὐλπιανὸς ‘ὁ δὲ σιτευτὸς χὴν παρὰ τίνι;’ πρὸς ὃν ὁ Πλούταρχος· ‘Θεόπομπος μὲν ἔφη ὁ Χῖος ἐν ταῖς Ἑλληνικαῖς (FHG I 281) κἀν τῇ τρισκαιδεκάτῃ δὲ τῶν Φιλιππικῶν Ἀγησιλάῳ τῷ Λάκωνι εἰς Αἴγυπτον ἀφικομένῳ πέμψαι τοὺς Αἰγυπτίους χῆνας καὶ μόσχους σιτευτούς. καὶ Ἐπιγένης δ’ ὁ κωμῳδιοποιὸς ἐν Βάκχαις φησίν (II 417 K)·
  1. ἀλλ’ εἴ τις ὥσπερ χῆνα ἔτρεφέν μοι λαβὼν
  2. σιτευτόν.
καὶ Ἀρχέστρατος ἐν τῷ πολυθρυλήτῳ ποιήματι (fr. 58 R)·
  1. ὡς καὶ σιτευτὸν χηνὸς ὁμοῦ σκεύαζε νεοττόν,
  2. ὀπτὸν ἁπλῶς καὶ τόνδε.
σὺ δὲ ἡμῖν, ὦ Οὐλπιανέ, δίκαιος εἶ λέγειν, ὁ περὶ πάντων πάντας ἀπαιτῶν, ποῦ μνήμης ἠξίωται παρὰ τοῖς ἀρχαίοις τὰ πολυτελῆ ταῦτα τῶν χηνῶν ἥπατα. ὅτι γὰρ χηνοβοσκοὺς οἴδασι μάρτυς Κρατῖνος ἐν Διονυσαλεξάνδρῳ λέγων (I 26 K)· ‘χηνοβοσκοί, βουκόλοι.’ Ὅμηρος δὲ καὶ θηλυκῶς καὶ ἀρσενικῶς εἴρηκεν (Od. 15.161)· ‘αἰετὸς ἀργὴν χῆνα φέρων.’ καί· Od. 15.174
  1. ὣς ὅδε χῆν’ ἥρπαξ’ ἀτιταλλομένην ἐνὶ οἴκῳ.
καί· Od. 19.536
  1. χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσιν
  2. ἐξ ὕδατος.
χηνείων δὲ ἡπάτων (περισπούδαστα δὲ ταῦτα κατὰ τὴν Ῥώμην) μνημονεύει Εὔβουλος ἐν Στεφανοπώλισι λέγων οὕτως (II 199 K)·
v.2.p.338
  1. εἰ μὴ σὺ χηνὸς ἧπαρ ἢ ψυχὴν ἔχεις.’

ἦσαν δὲ καὶ ἡμίκραιραι πολλαὶ δελφάκων. μνημονεύει δ’ αὐτῶν Κρώβυλος ἐν Ψευδυποβολιμαίῳ (IV 568 M)·

  1. εἰσῆλθεν ἡμίκραιρα τακερὰ δέλφακος.
  2. Β. ταύτης μὰ τὸν Δί’ οὐχὶ κατέλιπον λέγω
  3. οὐδέν.
μετὰ δὲ ταῦτα ὁ καλούμενος κρεωκάκκαβος. κρέα δ᾽ ἐστὶ ταῦτα συγκεκομμένα μεθ’ αἵματος καὶ λίπους ἐν ζωμῷ γεγλυκασμένῳ. ‘λέγειν δὲ οὕτως Ἀριστοφάνης φησὶν ὁ γραμματικὸς (p. 219 N) Ἀχαιούς’, ὁ Μυρτίλος ἔφη. ‘Ἀντικλείδης δ’ ἐν ηʹ Νόστων (fr. 8 M) ‘ἐν δείπνῳ, φησίν, μελλόντων Χίων ὑπ᾽ Ἐρυθραίων ἐξ ἐπιβουλῆς ἀναιρεῖσθαι μαθών τις τὸ μέλλον γίνεσθαι ἔφη·
  1. ὦ Χῖοι, πολλὴ γὰρ Ἐρυθραίους ἔχει ὕβρις·
  2. φεύγετε δειπνήσαντες ὑὸς κρέα μηδὲ μένειν βοῦν.’
ἀναβράστων δὲ κρεῶν μνημονεύει Ἀριστομένης Γόησιν οὕτως (I 691 K)· ..... καὶ ὄρχεις ἤσθιον, οὓς καὶ νεφροὺς ἐκάλουν· Φιλιππίδης ἐν τῇ Ἀνανεώσει Γναθαίνης τῆς ἑταίρας τὸ γαστρίμαργον ἐμφανίζων λέγει (IV 468 M)·
  1. ἔπειτ’ ἐπὶ τούτοις πᾶσιν ἧκ’ ὄρχεις φέρων
  2. πολλούς. τὰ μὲν οὖν γύναια τἄλλ’ ἠκκίζετο,
  3. ἡ δ’ ἀνδροφόνος Γνάθαινα γελάσασα ....
  4. ‘καλοί γε, φησίν, οἱ νεφροί, νὴ τὴν φίλην
  5. Δήμητρα.’ καὶ δύ’ ἁρπάσασα κατέπιεν,
    v.2.p.339
  6. ὥσθ’ ὑπτίους ὑπὸ τοῦ γέλωτος καταπεσεῖν.’

εἰπόντος δὲ καὶ ἄλλου ἥδιστα γεγονέναι καὶ τὸν μετὰ ὀξυλιπάρου ἀλεκτρυόνα ὁ φιλεπιτιμητὴς Οὐλπιανὸς κατακείμενος μόνος, ὀλίγα δ’ ἐσθίων καὶ τηρῶν τοὺς λέγοντας ἔφη· ‘ὀξυλίπαρον δὲ τί ἐστι; πλὴν εἰ μὴ καὶ κόττανα ἡμᾶς καὶ λέπιδιν, τὰ πάτριά μου νόμιμα βρώματα, ὀνομάζειν μέλλετε’. καὶ ὃς ‘Τιμοκλῆς, ἔφη, ὁ κωμικὸς ἐν Δακτυλίῳ μέμνηται τοῦ ὀξυλιπάρου λέγων οὕτως (II 451 K)·

  1. γαλεοὺς καὶ βατίδας ὅσα τε τῶν γενῶν
  2. ἐν ὀξυλιπάρῳ τρίμματι σκευάζεται.
ἀκρολιπάρους δέ τινας ἀνθρώπους κέκληκεν Ἄλεξις ἐν Πονήρᾳ οὕτως (II 368 K)·
  1. ἀκρολίπαροι, τὸ δ’ ἄλλο σῶμ’ ὑπόξυλον.
παρατεθέντος δέ ποτε καὶ ἰχθύος μεγάλου ἐν ὀξάλμῃ καὶ εἰπόντος τινὸς ἥδιστον εἶναι ὀψάριον πᾶν τὸ ἐν ὀξάλμῃ παρατιθέμενον, συναγαγὼν τὰς ὀφρῦς ὁ τὰς ἀκάνθας ἀγείρων Οὐλπιανὸς ‘ποῦ κεῖται, ἔφη, ὀξάλμη; ὀψάριον γὰρ παρ’ οὐδενὶ τῶν ζώντων λεγόμενον οἶδα.’ οἱ μὲν οὖν πολλοὶ μακρὰ χαίρειν εἰπόντες αὐτῷ ἐδείπνουν, τοῦ Κυνούλκου τὰ ἐξ Αὐρῶν Μεταγένους ἀναφωνήσαντος (I 705 K)·
  1. ἀλλ᾽, ὦ ᾽γαθέ, δειπνῶμεν, κἄπειτά με πᾶν
  2. ἐπερωτᾶν
  3. ὅ τι ἂν βούλῃ· νῦν γὰρ πεινῶν δεινῶς πώς εἰμ᾽
  4. ἐπιλήσμων.
καὶ ὁ Μυρτίλος ἡδέως πως συναπογραφόμενος αὐτῷ,
v.2.p.340
ἵνα μηδενὸς μεταλαμβάνῃ, ἀλλὰ πάντα λαλῇ, ἔφη· ‘Κρατῖνος ἐν Ὀδυσσεῦσιν εἴρηκε τὴν ὀξάλμην διὰ τούτων (I 58 K)·
  1. ἀνθ’ ὧν πάντας ἑλὼν ὑμᾶς ἐρίηρας ἑταίρους,
  2. φρύξας, ἑψήσας κἀπανθρακίσας, ὀπτήσας,
  3. εἰς ἅλμην τε καὶ ὀξάλμην κᾆτ’ ἐς σκοροδάλμην
  4. χλιερὸν ἐμβάπτων, ὃς ἂν ὀπτότατός μοι ἁπάντων
  5. ὑμῶν φαίνηται, κατατρώξομαι, ὦ στρατιῶται.
καὶ Ἀριστοφάνης Σφηξίν (330)·
  1. ἀποφυσήσας
  2. εἰς ὀξάλμην ἔμβαλε θερμήν.

ὀψάριον δὲ τῶν μὲν ζώντων ἡμεῖς λέγομεν, ἀτὰρ καὶ Πλάτων ἐπὶ τοῦ ἰχθύος ἐν Πεισάνδρῳ (I 627 K)·

  1. ἤδη φαγών τι πώποθ᾽, οἷα γίνεται,
  2. ὀψάριον ἔκαμες καὶ προσέστη τοῦτό σοι;
  3. Β. ἔγωγε πέρυσι κάραβον φαγών.
Φερεκράτης Αὐτομόλοις (I 153 K)·
  1. τοὐψάριον τουτὶ παρέθηκέ τις ἡμῖν.
Φιλήμων Θησαυρῷ (II 487 K)·
  1. οὔκ ἐστ’ ἀληθὲς παραλογίσασθ’ οὐδ’ ἔχειν
  2. ὀψάρια χρηστά.
Μένανδρος Καρχηδονίῳ (IV 145 M)·
  1. ἐπιθυμιάσας τῷ Βορέᾳ λιβανίδιον
  2. ὀψάριον οὐδὲν ἔλαβον· ἑψήσω φακῆν.
καὶ ἐν Ἐφεσίῳ (IV 125 M)·
  1. ἐπ’ ἀρίστῳ λαβὼν
  2. ὀψάριον.
    v.2.p.341
εἶτ’ ἐπιφέρει·
  1. τῶν ἰχθυοπωλῶν ἀρτίωσ τις τεττάρων
  2. δραχμῶν ἐπώλει κωβιούς.
Ἀναξίλας Ὑακίνθῳ πορνοβοσκῷ (II 273 K)·
  1. ἐγὼ δ’ ἰὼν ὀψάριον ὑμῖν ἀγοράσω.
καὶ μετ’ ὀλίγα·
  1. σκεύαζε, παῖ, τοὐψάριον ἡμῖν.
τὸ δὲ ἐν Ἀναγύρῳ Ἀριστοφάνους (I 403 K)·
  1. εἰ μὴ παραμυθῇ μ’ ὀψαρίοις ἑκάστοτε,
ἀντὶ τοῦ προσοψήμασιν ἀκούομεν. καὶ γὰρ Ἄλεξις ἐν Παννυχίδι περιθεὶς μαγείρῳ τὸν λόγον φησίν (II 361 K)·
  1. θερμοτέροις χαιρεοις αἰεὶ
  2. τοῖς ὀψαρίοις ἢ τὸ μέσον ἢ κατωτέρω;
  3. Β. κατωτέρω. Α. τί λέγεις σύ; ποδαπὸς οὑτοσὶ
  4. ἅνθρωπος; οὐκ ἐπίστασαι ζῆν· ψυχρά σοι
  5. ἅπαντα παραθῶ; Β. μηδαμῶς. Α. ζέοντα δέ;
  6. Β. Ἄπολλον. Α. οὐκοῦν τὸ μέσον ἔστω. Β. δηλαδή.
  7. Α. τοῦθ’ ἕτερος οὐδεὶς τῶν ὁμοτέχνων μου ποιεῖ.
  8. Β. οὐκ οἴομ’ οὐδ’ ἄλλ’ οὐδὲν ὧν σὺ νῦν ποιεῖς.
  9. Α. ἐγὼ δ’ ἐρῶ ... τοῖς γὰρ ἑστιωμένοις
  10. τὸν καιρὸν ἀποδίδωμι τῆς συγκράσεως.
  11. Β. σὺ πρὸς θεῶν ἔθυσας ... τὸν ἔριφον·
  12. μὴ κόπτ’ ἔμ᾽, ἀλλὰ τὰ κρέα. Α. παῖδες, παράγετε·
  13. ὀπτάνιον ἔστιν; Β. ἔστι. Α. καὶ κάπνην ἔχει;
    v.2.p.342
  14. Β. δηλονότι. Α. μή μοι δῆλον, ἀλλ’ ἔχει κάπνην;
  15. Β. ἔχει. Α. κακόν, εἰ τύφουσαν. Β. ἀπολεῖ μ᾽ οὑτοσί.

ταῦτά σοι παρ’ ἡμῶν τῶν ζώντων, ὀλβιογάστορ Οὐλπιανέ, ἀπεμνημόνευσα. καὶ σὺ γάρ, ὡς ἔοικε, μετ’ ἐμοῦ κατὰ τὸν Ἄλεξιν οὐδενὸς ἐμψύχου μεταλαμβάνεις, ὅς φησιν ἐν Ἀτθίδι τάδε (II 308)·

  1. ὁ πρῶτος εἰπὼν ὅτι σοφιστὴς οὐδὲ εἷς
  2. ἔμψυχον οὐδὲν ἐσθίει σοφός τις ἦν.
  3. ἐγὼ γὰρ ἥκω νῦν ἀγοράσας οὐδὲ ἓν
  4. ἔμψυχον· ἰχθῦς ἐπριάμην τεθνηκότας
  5. μεγάλους, κρεᾴδι’ ἀρνὸς ἐσθίειν πίονος,
  6. οὐ ζῶντος· οὐχ οἷόν τε γάρ. τί ἄλλο; ναί,
  7. ἡπάτιον ὀπτὸν προσέλαβον. τούτων ἐὰν
  8. δείξῃ τις ἢ φωνήν τι ἢ ψυχὴν ἔχον,
  9. ἀδικεῖν προσομολογῶ παραβαίνων τὸν νόμον.
ἐπὶ τούτοις οὖν ἔασον ἡμᾶς δειπνεῖν. ἰδοὺ γάρ, ἕως πρὸς σὲ διαλέγομαι, καὶ οἱ ΦΑΣΙΑΝΙΚΟΙ παραπεπλεύκασιν ὑπεριδόντες ἡμᾶς διὰ τὴν ἄκαιρόν σου γλωσσαλγίαν.’ ‘ἀλλ’ ἢν ἐμοὶ εἴπῃς’, ἔφη ὁ Οὐλπιανός, ‘διδάσκαλε Μυρτίλε, ὁ ὀλβιογάστωρ σοι πόθεν καὶ εἰ φασιανικῶν τις ὀρνίθων μέμνηται τῶν παλαιῶν, ἐγώ σοι ἦρι μάλ’ οὐκ ἐφ᾽ Ἑλλήσποντον πλεύσας (Hom. Ι 360), ἀλλ’ εἰς τὴν ἀγορὰν πορευθεὶς ὠνήσομαι φασιανικόν, ὃν συγκατέδομαί σοι.’