Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

ἐπεὶ δ’ ἐν τῷ περὶ τῶν περδίκων λόγῳ ἐμνήσθημεν ὅτι εἰσὶν ὀχευτικώτατοι, προσιστορήσθω ὅτι καὶ ἀλεκτρυὼν ἀφροδισιαστικὸν τὸ ὄρνεον. Ἀριστοτέλης γοῦν φησιν (h. a. p. 614 a 7) ὅτι τῶν ἀνατιθεμένων ἐν τοῖς ἱεροῖς ἀλεκτρυόνων τὸν ἀνατεθέντα οἱ προόντες ὀχεύουσι μέχρι ἂν ἄλλος ἀνατεθῇ· εἰ δὲ μὴ ἀνατεθείη, μάχονται πρὸς ἀλλήλους καὶ ὁ ἡττήσας τὸν ἡττηθέντα διὰ παντὸς ὀχεύει. ἱστορεῖται δὲ ὅτι καὶ ἀλεκτρυὼν εἰσιὼν οἱανδήποτε θύραν ἐπικλίνει τὸν

v.2.p.354
λόφον καὶ ὅτι τῆς ὀχείας ἑτέρῳ δίχα μάχης οὐ παραχωρεῖ. ὁ δὲ Θεόφραστος (fr. 183 W) τοὺς ἀγρίους φησὶν ὀχευτικωτέρους εἶναι τῶν ἡμέρων. λέγει δὲ καὶ τοὺς ἄρρενας εὐθὺς ἐξ εὐνῆς ἐθέλειν πλησιάζειν, τὰς δὲ θηλείας προβαινούσης μᾶλλον τῆς ἡμέρας. καὶ οἱ στρουθοὶ δέ εἰσιν ὀχευτικοί· διὸ καὶ Τερψικλῆς τοὺς ἐμφαγόντας φησὶν στρουθῶν ἐπικαταφόρους πρὸς ἀφροδίσια γίνεσθαι. μήποτε οὖν καὶ ἡ Σαπφὼ ἀπὸ τῆς ἱστορίας τὴν Ἀφροδίτην ἐπ’ αὐτῶν φησιν (fr. 1) ὀχεῖσθαι· καὶ γὰρ ὀχευτικὸν τὸ ζῷον καὶ πολύγονον. τίκτει γοῦν ὁ στρουθός, ὥς φησιν Ἀριστοτέλης (p. 291 R) καὶ μέχρι ὀκτώ. Ἀλέξανδρος δ’ ὁ Μύνδιος δύο γένη φησὶν εἶναι τῶν στρουθῶν, τὸ μὲν ἥμερον, τὸ δ’ ἄγριον· τὰς δὲ θηλείας αὐτῶν ἀσθενεστέρας τά τ’ ἄλλα εἶναι καὶ τὸ ῥύγχος κερατοειδὲς μᾶλλον τὴν χρόαν, τὸ δὲ πρόσωπον οὔτε λίαν λευκὸν ἐχούσας οὔτε μέλαν. Ἀριστοτέλης δέ φησι (p. 291 R) τοὺς ἄρρενας τῷ χειμῶνι ἀφανίζεσθαι, διαμένειν δὲ τὰς θηλείας, τεκμαιρόμενος ἐκ τῆς χρόας τὴν πιθανότητα· ἀλλάττεσθαι γὰρ ὡς τῶν κοσσύφων καὶ φαλαρίδων, ἀπολευκαινομένων κατὰ καιρούς. Ἠλεῖοι δὲ καλοῦσι τοὺς στρουθοὺς δειρήτας, ὡς Νίκανδρός φησιν ὁ Κολοφώνιος ἐν τρίτῳ Γλωσσῶν (fr. 123 Schn).

ΟΡΤΥΓΕΣ. καθόλου ἐπὶ τῶν εἰς υξ ληγόντων ὀνομάτων ἐζήτηται τί δή ποτε τῷ αὐτῷ οὐ χρῶνται ἐπὶ γενικῆς συμφώνῳ τῆς τελευταίας συλλαβῆς τυπωτικῷ (λέγω δὲ ὄνυξ καὶ ὄρτυξ̓, τὰ δὲ εἰς ξ ἀρσενικὰ ἁπλᾶ δισσύλλαβα ὅταν τῷ ῡ παρεδρεύηται, ἔχῃ δὲ τῆς τελευταίας συλλαβῆς ἄρχον ἕν τι τῶν ἀμεταβόλων

v.2.p.355
ἢ δι’ ὧν ἡ πρώτη συζυγία τῶν βαρυτόνων λέγεται, διὰ τοῦ κ ἐπὶ γενικῆς κλίνεται, κήρυκος, πέλυκος, Ἔρυκος, Βέβρυκος, ὅσα δὲ μὴ τοῦτον ἔχει τὸν χαρακτῆρα, διὰ τοῦ γ, ὄρτυγος, ὄρυγος, κόκκυγος. σημειῶδες δὲ τὸ ὄνυχος. καθόλου τε τῇ πληθυντικῇ εὐθείᾳ ἑπομένη ἡ ἑνικὴ γενικὴ χρῆται τῷ αὐτῷ συμφώνῳ τῆς τελευταίας τυπωτικῷ, κἂν ἄνευ συμφώνου λέγηται, ὁμοίως. Ἀριστοτέλης δέ φησιν (p. 287 R)· ‘ὁ ὄρτυξ ἐστὶ μὲν τῶν ἐκτοπιζόντων καὶ σχιδανοπόδων, νεοττιὰν δὲ οὐ ποιεῖ, ἀλλὰ κονίστραν· καὶ ταύτην σκεπάζει φρυγάνοις διὰ τοὺς ἱέρακας, ἐν ᾗ ἐπῳάζει.’ Ἀλέξανδρος δ’ ὁ Μύνδιος ἐν δευτέρῳ περὶ ζῴων (Arist. ps. p. 294) ‘ὁ θῆλυς, φησίν, ὄρτυξ λεπτοτράχηλός ἐστι τοῦ ἄρρενος οὐκ ἔχων τὰ ὑπὸ τῷ γενείῳ μέλανα. ἀνατμηθεὶς δὲ πρόλοβον οὐχ ὁρᾶται μέγαν ἔχων, καρδίαν δ’ ἔχει μεγάλην, καὶ ταύτην τρίλοβον. ἔχει δὲ καὶ ἧπαρ καὶ τὴν χολὴν ἐν τοῖς ἐντέροις κεκολλημένην, σπλῆνα μικρὸν καὶ δυσθεώρητον, ὄρχεις δὲ ὑπὸ τῷ ἥπατι ὡς ἀλεκτρυόνες.’ περὶ δὲ τῆς γενέσεως αὐτῶν Φανόδημος ἐν δευτέρῳ Ἀτθίδος φησίν (FHG I 366)· ‘ὡς κατεῖδεν Ἐρυσίχθων Δῆλον τὴν νῆσον τὴν ὑπὸ τῶν ἀρχαίων καλουμένην Ὀρτυγίαν παρ’ ὃ τὰς ἀγέλας τῶν ζῴων τούτων φερομένας ἐκ τοῦ πελάγους ἱζάνειν εἰς τὴν νῆσον διὰ τὸ εὔορμον εἶναι ...’ Εὔδοξος δ’ ὁ Κνίδιος ἐν πρώτῳ γῆς περιόδου τοὺς Φοίνικας λέγει θύειν τῷ Ἡρακλεῖ ὄρτυγας διὰ τὸ τὸν Ἡρακλέα τὸν Ἀστερίας καὶ Διὸς πορευόμενον εἰς
v.2.p.356
Λιβύην ἀναιρεθῆναι μὲν ὑπὸ Τυφῶνος, Ἰολάου δ’ αὐτῷ προσενέγκαντος ὄρτυγα καὶ προσαγαγόντος ὀσφρανθέντα ἀναβιῶναι. ἔχαιρε γάρ, φησί, καὶ περιὼν τῷ ζῴῳ τούτῳ.

ὑποκοριστικῶς δὲ Εὔπολις ἐν Πόλεσιν αὐτοὺς κέκληκεν ὀρτύγια λέγων οὕτως (I 317 K)·

  1. ὄρτυγας ἔθρεψας σύ τινας ἤδη πώποτε;
  2. Β. ἔγωγε μίκρ’ ἄττ’ ὀρτύγια. κἄπειτα τί;
Ἀντιφάνης δ’ ἐν Ἀγροίκῳ ὀρτύγιον εἴρηκεν οὕτως (II 14 K)·
  1. ὡς δὴ σὺ τί
  2. ποιεῖν δυνάμενος ὀρτυγίου ψυχὴν ἔχων;
Πρατίνας δ’ ἐν Δυμαίναις ἢ Καρυάτισιν (III 559 B4) ἁδύφωνον ἰδίως καλεῖ τὸν ὄρτυγα, πλὴν εἰ μή τι παρὰ τοῖς Φλιασίοις ἢ τοῖς Λάκωσι φωνήεντες, ὡς καὶ οἱ πέρδικες. καὶ ἡ σιαλὶς δὲ ἀπὸ τούτου ἂν εἴη, φησὶν ὁ Δίδυμος (p. 76 Sch), ὠνομασμένη. σχεδὸν γὰρ τὰ πλεῖστα τῶν ὀρνέων ἀπὸ τῆς φωνῆς ἔχει τὴν ὀνομασίαν. ἡ δὲ ὀρτυγομήτρα καλουμένη, ἧς μνημονεύει Κρατῖνος ἐν Χείρωσι λέγων (I 88 K)· ‘Ἰθακησία ὀρτυγομήτρα‘ — λέγει δὲ περὶ αὐτῆς ὁ Μύνδιος Ἀλέξανδρος ὅτι ἐστὶ τὸ μέγεθος ἡλίκη τρυγών, σκέλη δὲ μακρά, δυσθαλὴς καὶ δειλή. περὶ δὲ τῆς τῶν ὀρτύγων θήρας ἰδίως ἱστορεῖ Κλέαρχος ὁ Σολεὺς ἐν τῷ ἐπιγραφομένῳ περὶ τῶν ἐν τῇ Πλάτωνος Πολιτείᾳ μαθηματικῶς εἰρημένων γράφων οὕτως (FHG II 316)· ‘οἱ ὄρτυγες περὶ τὸν τῆς ὀχείας καιρόν, ἐὰν κάτοπτρον ἐξ ἐναντίας τις αὐτῶν καὶ πρὸ τούτου
v.2.p.357
βρόχον θῇ, τρέχοντες πρὸς τὸν ἐμφαινόμενον ἐν τῷ κατόπτρῳ ἐμπίπτουσιν εἰς τὸν βρόχον.’ καὶ περὶ τῶν κολοιῶν δὲ καλουμένων τὰ ὅμοια ἱστορεῖ ἐν τούτοις· ‘καὶ τοῖς κολοιοῖς δὲ διὰ τὴν φυσικὴν φιλοστοργίαν, καίπερ τοσοῦτον πανουργίᾳ διαφέρουσιν, ὅμως ὅταν ἐλαίου κρατὴρ τεθῇ πλήρης, οἱ στάντες αὐτῶν ἐπὶ τὸ χεῖλος καὶ καταβλέψαντες ἐπὶ τὸν ἐμφαινόμενον καταράττουσι. διόπερ ἐλαιοβρόχων γενομένων ἡ τῶν πτερῶν αὐτοῖς συγκόλλησις αἰτία γίνεται τῆς ἁλώσεως.’ τὴν μέσην δὲ τοῦ ὀνόματος συλλαβὴν ἐκτείνουσιν Ἀττικοὶ ὡς δοίδυκα καὶ κήρυκα, ὡς ὁ Ἰξίων φησὶ Δημήτριος ἐν τῷ περὶ τῆς Ἀλεξανδρέων διαλέκτου. Ἀριστοφάνης δ’ ἐν Εἰρήνῃ συνεσταλμένως ἔφη (v. 788) διὰ τὸ μέτρον· ‘ὄρτυγες οἰκογενεῖς.’

τῶν δὲ καλουμένων ΧΕΝΝΙΩΝ (μικρὸν δ’ ἐστὶν ὀρτύγιον) μνημονεύει Κλεομένης ἐν τῇ πρὸς Ἀλέξανδρον ἐπιστολῇ γράφων οὕτως· ‘φαληρίδας ταριχηρὰς μυρίας, τυλάδας πεντακισχιλίας, χέννια ταριχηρὰ μύρια.’ καὶ Ἵππαρχος ἐν τῇ Αἰγυπτίᾳ Ἰλιάδι·

  1. οὐδέ μοι Αἰγυπτίων βίος ἤρεσεν οἷον ἔχουσι,
  2. χέννια τίλλοντες καλκατιαδεισαλέοντα.

οὐκ ἀπελείποντο δὲ ἡμῶν τοῦ συμποσίου πολλάκις οὐδὲ ΚΥΚΝΟΙ, περὶ ὧν φησιν ὁ Ἀριστοτέλης (p. 285 R)· ‘ὁ κύκνος εὔτεκνός ἐστι καὶ μάχιμος· ἀλληλοκτονεῖ γοῦν ὁ μάχιμος. μάχεται δὲ καὶ τῷ ἀετῷ, αὐτὸς μάχης μὴ προαρξάμενος. εἰσὶ δ’ ᾠδικοὶ καὶ

v.2.p.358
μάλιστα περὶ τὰς τελευτάς. διαίρουσι δὲ καὶ τὸ πέλαγος ᾄδοντες. ἐστὶν δὲ τῶν στεγανοπόδων καὶ ποηφάγων.’ ὁ δὲ Μύνδιός φησιν Ἀλέξανδρος πολλοῖς τελευτῶσιν παρακολουθήσας οὐκ ἀκοῦσαι ᾀδόντων. ὁ δὲ τὰ Κεφαλίωνος ἐπιγραφόμενα Τρωικὰ συνθεὶς Ἡγησιάναξ ὁ Ἀλεξανδρεὺς καὶ τὸν Ἀχιλλεῖ μονομαχήσαντα Κύκνον φησὶ (FHG III 69) τραφῆναι ἐν Λευκόφρυι πρὸς τοῦ ὁμωνύμου ὄρνιθος. Βοῖος δ᾽ ἐν Ὀρνιθογονίᾳ ἢ Βοιώ, ὥς φησι Φιλόχορος (FHG I 417), ὑπὸ Ἄρεως τὸν Κύκνον ὀρνιθωθῆναι καὶ παραγενόμενον ἐπὶ τὸν Σύβαριν ποταμὸν πλησιάσαι γεράνῳ. λέγει δὲ καὶ ἐντίθεσθαι αὐτὸν τῇ νεοττιᾷ πόαν τὴν λεγομένην λυγαίαν. καὶ περὶ τῆς γεράνου δέ φησιν ὁ Βοῖος ὅτι ἦν τις παρὰ τοῖς Πυγμαίοις γυνὴ διάσημος, ὄνομα Γεράνα. αὕτη κατὰ θεὸν τιμωμένη πρὸς τῶν πολιτῶν αὐτὴ τοὺς ὄντως θεοὺς ταπεινῶς ἦγε, μάλιστα δὲ Ἥραν τε καὶ Ἄρτεμιν. ἀγανακτήσασα οὖν ἡ Ἥρα εἰς ἀπρεπῆ τὴν ὄψιν ὄρνιν μετεμόρφωσε πολέμιόν τε καὶ στυγητὴν κατέστησε τοῖς τιμήσασιν αὐτὴν Πυγμαίοις, γενέσθαι τε λέγει ἐξ αὐτῆς καὶ Νικοδάμαντος τὴν χερσαίαν χελώνην. καθόλου δὲ ὁ ποιήσας ταῦτα τὰ ἔπη πάντα τὰ ὄρνεα ἀνθρώπους ἱστορεῖ πρότερον γεγονέναι.

ΦΑΣΣΑΙ. Ἀριστοτέλης φησὶ (p. 288 R) περιστερῶν μὲν εἶναι ἓν γένος, εἴδη δὲ πέντε, γράφων οὕτως· ‘περιστερά, οἰνάς, φάψ, φάσσα, τρυγών.’ ἐν δὲ πέμπτῳ περὶ ζῴων μορίων (h. a. 5, 13) τὴν φάβα οὐκ ὀνομάζει, καίτοι Αἰσχύλου ἐν τῷ σατυρικῷ Πρωτεῖ οὕτω μνημονεύοντος τοῦ ὄρνιθος (fr. 206 N)·

v.2.p.359
  1. σιτουμένην δύστηνον ἀθλίαν φάβα,
  2. μέσακτα πλευρὰ πρὸς πτύοις πεπλεγμένην.
κἀν Φιλοκτήτῃ δὲ (fr. 252) κατὰ γενικὴν κλίσιν φαβῶν εἴρηκεν. ἡ μὲν οὖν οἰνάς, φησὶν ὁ Ἀριστοτέλης, μείζων ἐστὶ τῆς περιστερᾶς, χρῶμα δ’ ἔχει οἰνωπόν, ἡ δὲ φὰψ μέσον περιστερᾶς καὶ οἰνάδος, ἡ δὲ φάσσα ἀλέκτορος τὸ μέγεθος, χρῶμα δὲ σποδιόν, ἡ δὲ τρυγὼν πάντων ἐλάττων, χρῶμα δὲ τεφρόν. αὕτη δὲ θέρους φαίνεται, τὸν δὲ χειμῶνα φωλεύει. ἡ δὲ φὰψ καὶ ἡ περιστερὰ αἰεὶ φαίνονται, ἡ δ’ οἰνὰς φθινοπώρῳ μόνῳ. πολυχρονιωτέρα δὲ εἶναι λέγεται τούτων ἡ φάσσα· καὶ γὰρ τριάκοντα καὶ τεσσαράκοντα ζῇ ἔτη. οὐκ ἀπολείπουσι δ’ ἕως θανάτου οὔτε οἱ ἄρρενες τὰς θηλείας οὔτε αἱ θήλειαι τοὺς ἄρρενας, ἀλλὰ καὶ τελευτήσαντος χηρεύει ὁ ὑπολειπόμενος. τὸ δ’ αὐτὸ ποιοῦσι καὶ κόρακες καὶ κορῶναι καὶ κολοιοί· ἐπῳάζει δ’ ἐκ διαδοχῆς πᾶν τὸ περιστεροειδὲς γένος, καὶ γενομένων τῶν νεοττῶν ὁ ἄρρην ἐμπτύει αὐτοῖς, ὡς μὴ βασκανθῶσι. τίκτει δὲ ᾠὰ δύο, ὧν τὸ μὲν πρῶτον ἄρρεν ποιεῖ, τὸ δὲ δεύτερον θῆλυ. τίκτουσι δὲ πᾶσαν ὥραν τοῦ ἔτους· διὸ δὴ καὶ δεκάκις τοῦ ἐνιαυτοῦ τιθέασιν, ἐν Αἰγύπτῳ δὲ δωδεκάκις. τεκοῦσα γὰρ τῇ ἐχομένῃ ἡμέρᾳ συλλαμβάνει.’ ἔτι ἐν τῷ αὐτῷ φησιν Ἀριστοτέλης (h. a. 5, 13) ὅτι περιστερὰ ἕτερον, πελειὰς δ’ ἔλαττον, καὶ ὅτι ἡ πελειὰς τιθασὸν γίνεται, περιστερὰ
v.2.p.360
δὲ καὶ μέλαν καὶ μικρὸν καὶ ἐρυθρόπουν καὶ τραχύπουν· διὸ οὐδεὶς τρέφει. ἴδιον δὲ λέγει (h. a. p. 560b 25) τῆς περιστερᾶς τὸ κυνεῖν αὐτὰς ὅταν μέλλωσιν ἀναβαίνειν ἢ οὐκ ἀνέχεσθαι τὰς θηλείας. ὁ δὲ πρεσβύτερος, φησί, καὶ προαναβαίνει καὶ μὴ κύσας· οἱ δὲ νεώτεροι αἰεὶ τοῦτο ποιήσαντες ὀχεύουσιν. καὶ αἱ θήλειαι δ’ ἀλλήλας ἀναβαίνουσιν, ὅταν ἄρρην μὴ παρῇ, κυνήσασαι· καὶ οὐδὲν προιέμεναι εἰς ἀλλήλας τίκτουσιν ᾠά, ἐξ ὧν οὐ γίνεται νεοττός. οἱ δὲ Δωριεῖς τὴν πελειάδα ἀντὶ περιστερᾶς τιθέασιν, ὡς Σώφρων ἐν γυναικείοις. Καλλίμαχος δ’ ἐν τῷ περὶ ὀρνέων (fr. 100 4) ὡς διαφορὰς ἐκτίθεται φάσσαν, πυραλλίδα, περιστεράν, τρυγόνα.

ὁ δὲ Μύνδιος Ἀλέξανδρος οὐ πίνειν φησὶ τὴν φάσσαν ἀνακύπτουσαν ὡς τὴν τρυγόνα καὶ τοῦ χειμῶνος μὴ φθέγγεσθαι, εἰ μὴ εὐδίας γενομένης. λέγεται δὲ ὅτι ἡ οἰνὰς ἐὰν φαγοῦσα τὸ τῆς ἰξίας σπέρμα ἐπί τινος ἀφοδεύσῃ δένδρου, ἰδίαν ἰξίαν φύεσθαι. Δαίμαχος δ’ ἐν τοῖς Ἰνδικοῖς ἱστορεῖ (FHG II 440) περιστερὰς μηλίνας γίνεσθαι ἐν Ἰνδοῖς. Χάρων δ’ ὁ Λαμψακηνὸς ἐν τοῖς Περσικοῖς περὶ Μαρδονίου ἱστορῶν καὶ τοῦ διαφθαρέντος στρατοῦ Περσικοῦ περὶ τὸν Ἄθω γράφει καὶ ταῦτα (FHG I 32)· ‘καὶ λευκαὶ περιστεραὶ τότε πρῶτον εἰς Ἕλληνας ἐφάνησαν, πρότερον οὐ γιγνόμεναι.’ ὁ δ’ Ἀριστοτέλης φησὶν (h. a. 613a 2) ὡς αἱ περιστεραὶ γινομένων τῶν νεοττῶν τῆς ἁλμυριζούσης γῆς διαμασησάμεναι ἐμπτύουσιν αὐτοῖς διοιγνῦσαι τὸ στόμα, διὰ τούτου

v.2.p.361
παρασκευάζουσαι αὐτοὺς πρὸς τὴν τροφήν. τῆς δὲ Σικελίας ἐν Ἔρυκι καιρός τις ἐστίν, ὃν καλοῦσιν Ἀναγωγάς, ἐν ᾧ φασι τὴν θεὸν εἰς Λιβύην ἀνάγεσθαι. τότ’ οὖν αἱ περὶ τὸν τόπον περιστεραὶ ἀφανεῖς γίνονται ὡς δὴ τῇ θεῷ συναποδημοῦσαι. καὶ μεθ’ ἡμέρας ἐννέα ἐν τοῖς λεγομένοις Καταγωγίοις μιᾶς προπετασθείσης ἐκ τοῦ πελάγους περιστερᾶς καὶ εἰς τὸν νεὼν εἰσπτάσης παραγίνονται καὶ αἱ λοιπαί. ὅσοι οὖν τότε περιουσίας εὖ ἥκουσι τῶν περιοίκων εὐωχοῦνται, οἱ δὲ λοιποὶ κροταλίζουσιν μετὰ χαρᾶς, ὄζει τε πᾶς ὁ τόπος τότε βούτυρον, ᾧ δὴ τεκμηρίῳ χρῶνται τῆς θείας ἐπανόδου. Αὐτοκράτης ἐν τοῖς Ἀχαικοῖς (FHG IV 346) καὶ τὸν Δία ἱστορεῖ μεταβαλεῖν τὴν μορφὴν εἰς περιστερὰν ἐρασθέντα παρθένου Φθίας ὄνομα ἐν Αἰγίῳ. Ἀττικοὶ δὲ ἀρσενικῶς περιστερὸν καλοῦσιν. Ἄλεξις Συντρέχουσιν (II 375 K)·
  1. λευκὸς Ἀφροδίτης εἰμὶ γὰρ περιστερός.
  2. ὁ δὲ Διόνυσος οἶδε τὸ μεθύσαι μόνον·
  3. εἰ δὲ νέον ἢ παλαιόν, οὐ πεφρόντικεν.
ἐν δὲ Δορκίδι ἢ Ποππυζούσῃ θηλυκῶς εἴρηκε καὶ ὅτι αἱ Σικελικαὶ διάφοροί εἰσι (II 316 K)·
  1. περιστερὰς
  2. ἔνδον τρέφω τῶν Σικελικῶν τούτων πάνυ
  3. κομψάς.
Φερεκράτης ἐν Γραυσί φησιν (I 154 K)·
  1. ἀπόπεμψον ἀγγέλλοντα τὸν περιστερόν.
ἐν δὲ Πετάλῃ (ib. 185)·
v.2.p.362
  1. ἀλλ᾽, ὦ περιστέριον, ὅμοιον Κλεισθένει
  2. πέτου, κόμισον δέ μ’ ἐς Κύθηρα καὶ Κύπρον.
Νίκανδρος δὲ ἐν δευτέρῳ Γεωργικῶν τῶν Σικελικῶν μνημονεύων πελειάδων φησί (fr. 73 Sch)·
  1. καί τε σύ γε θρέψαιο Δρακοντιάδας διτοκεύσας
  2. ἢ Σικελὰς μεγάροισι πελειάδας· οὐδέ φιν ἅρπαι
  3. οὐδεφινοστρακεοι λωβήσιμοι ἐξενέπονται.

ΝΗΤΤΑΙ. τούτων, ὥς φησιν Ἀλέξανδρος ὁ Μύνδιος (cf. Rose Ar. ps. p. 293), ὁ ἄρρην μείζων καὶ ποικιλώτερος. τὸ δὲ λεγόμενον γλαυκίον διὰ τὴν τῶν ὀμμάτων χρόαν μικρῷ ἔλαττόν ἐστι νήττης. τῶν δὲ βοσκάδων καλουμένων ὁ μὲν ἄρρην κατάγραφος· ...... νήττης. ἔχουσι δὲ οἱ ἄρρενες σιμά τε καὶ ἐλάττονα τῇ συμμετρίᾳ τὰ ῥύγχη. ἡ δὲ μικρὰ κολυμβίς, πάντων ἐλαχίστη τῶν ἐνύδρων, ῥυπαρομέλαινα τὴν χροιὰν καὶ τὸ ῥύγχος ὀξὺ ἔχει σκέπον τε τὰ ὄμματα, τὰ δὲ πολλὰ καταδύεται. ἔστι δὲ καὶ ἄλλο γένος βοσκάδων μεῖζον μὲν νήττης, ἔλαττον δὲ χηναλώπεκος. αἱ δὲ λεγόμεναι φασκάδες μικρῷ μείζονες οὖσαι τῶν μικρῶν κολυμβίδων τὰ λοιπὰ νήτταις εἰσὶ παραπλήσιοι. ἡ δὲ λεγομένη οὐρία οὐ πολὺ λείπεται νήττης, τῷ χρώματι δὲ ῥυπαροκέραμός ἐστι, τὸ δὲ ῥύγχος μακρόν τε καὶ στενὸν ἔχει. ἡ δὲ φαλαρὶς καὶ αὐτὴ στενὸν ἔχουσα τὸ ῥύγχος στρογγυλωτέρα τὴν ὄψιν οὖσα ἔντεφρος τὴν γαστέρα, μικρῷ μελαντέρα τὸν νῶτον. τῆς δὲ νήττης καὶ κολυμβάδος, ἀφ’ ὧν καὶ τὸ νήχεσθαι καὶ κολυμβᾶν εἴρηται, μνημονεύει μετὰ καὶ ἄλλων

v.2.p.363
λιμναίων πολλῶν Ἀριστοφάνης ἐν Ἀχαρνεῦσι διὰ τούτων (v. 875)·
  1. νάσσας, κολοιούς, ἀτταγᾶς, φαλαρίδας,
  2. τροχίλους, κολύμβους.
μνημονεύει αὐτῶν καὶ Καλλίμαχος ἐν τῷ περὶ ὀρνέων (fr. 100 c 5).

παρῆσαν δὲ πολλάκις ἡμῖν καὶ οἱ καλούμενοι ΠΑΡΑΣΤΑΤΑΙ, ὧν μνημονεύει Ἐπαίνετος ἐν Ὀψαρτυτικῷ καὶ Σιμάριστος ἐν γʹ Συνωνύμων καὶ τετάρτῳ. εἰσὶ δ’ οἱ ὄρχεις οὕτω καλούμενοι.

συγκεκνισωμένων δέ τινων κρεῶν ζωμῷ καὶ παραφερομένων ἐπεί τις ἔφη ‘τῶν ΠΝΙΚΤΩΝ κρεᾳδίων δός’, ὁ τῶν ὀνομάτων Δαίδαλος Οὐλπιανὸς ‘αὐτὸς ἐγώ, φησίν, ἀποπνιγήσομαι, εἰ μὴ εἴπῃς ὅπου καὶ σὺ εὗρες τὰ τοιαῦτα κρεᾴδια. οὐ μὴ γὰρ ὀνομάσω πρὶν μαθεῖν.’ ὃ δὲ ‘Στράττις εἶπεν, ἔφη, ἐν Μακεδόσιν ἢ Παυσανίᾳ (I 719 K)· ‘πνικτόν τι τοίνυν ἔστω σοι συχνὸν τοιοῦτον’. καὶ Εὔβουλος Κατακολλωμένῳ (II 180 K)·

  1. καὶ πνικτὰ Σικελὰ πατανίων σωρεύματα.
Ἀριστοφάνης τ’ εἴρηκεν ἐν Σφηξίν (v. 511)· ‘ἐν λοπάδι πεπνιγμένον.’ Κρατῖνος δ’ ἐν Δηλιάσι (I 21 K)·
  1. τῷ δ’ ὑποτρίψας τι μέρος πνῖξον καθαρύλλως.
Ἀντιφάνης δ’ ἐν Ἀγροίκῳ (II 12 K)·
  1. καὶ πρῶτα μὲν
  2. αἴρω ποθεινὴν μᾶζαν, ἣν φερέσβιος
  3. Δηὼ βροτοῖσι χάρμα δωρεῖται φίλον·
  4. ἔπειτα πνικτὰ τακερὰ μηκάδων μέλη,
    v.2.p.364
  5. χλόην καταμπέχοντα σάρκα νεογενῆ.
  6. Β. τί λέγεις; Α. τραγῳδίαν περαίνω Σοφοκλέους.’

ΓΑΛΑΘΗΝΩΝ δὲ χοίρων ποτὲ περιενεχθέντων καὶ περὶ τούτων ἐζήτησαν οἱ δαιταλεῖς εἰ τὸ ὄνομα εἴρηται. καί τις ἔφη· ‘Φερεκράτης Δουλοδιδασκάλῳ (I 157 K)· ‘γαλαθήν’ ἔκλεπτον οὐ τέλεα.’ ἐν δὲ Αὐτομόλοις (I 153 K)· ‘οὐ γαλαθηνὸν ἄρ’ ὗν θύειν μέλλεις.’ Ἀλκαῖος Παλαίστρᾳ (I 761 K)·

  1. ὁδὶ γὰρ αὐτός ἐστιν· εἴ τι γρύξομαι
  2. ὧν σοι λέγω πλέον τι γαλαθηνοῦ μυός.
Ἡρόδοτος δ’ ἐν τῇ πρώτῃ φησὶν (c. 183) ὅτι ἐν Βαβυλῶνι ἐπὶ τοῦ χρυσοῦ βωμοῦ οὐκ ἔξεστι θύειν ὅτι μὴ γαλαθηνὰ μοῦνα. Ἀντιφάνης Φιλεταίρῳ (II 104 K)·
  1. κομψός γε μικρὸς κρωμακίσκος οὑτοσὶ
  2. γαλαθηνός.
Ἡνίοχος Πολυεύκτῳ (II 432 K)·
  1. ὁ βοῦς ὁ χαλκοῦς ἦν ἂν ἑφθὸς δεκάπαλαι,
  2. ὃ δ’ ἴσως γαλαθηνὸν τέθυκε τὸν χοῖρον λαβών.
καὶ Ἀνακρέων δέ φησιν (fr. 51 B4)·
  1. οἷά τε νεβρὸν νεοθηλέα
  2. γαλαθηνόν, ὅς τ’ ἐν ὕλῃ κεροέσσης
  3. ἀπολειφθεὶς ἀπὸ μητρὸς ἐπτοήθη.
Κράτης Γείτοσι (I 130 K)·
  1. νῦν μὲν γὰρ ἡμῖν ... παιδικῶν ἅλις
  2. οκως περ ἀρνῶν ἐστι γαλαθηνῶν τε καὶ
  3. χοίρων.
    v.2.p.365
Σιμωνίδης δ’ ἐπὶ τοῦ Περσέως τὴν Δανάην ποιεῖ λέγουσαν (fr. 37)·
  1. ὦ τέκος, οἷον ἔχω πόνον·
  2. σὺ δ’ ἀωτεῖς, γαλαθηνῷ δ’ ἤτορι κνώσσεις.
καὶ ἐν ἄλλοις ἐπ’ Ἀρχεμόρου εἴρηκεν (fr. 52)·
  1. ἰοστεφάνου γλυκεῖαν ἐδάκρυσαν
  2. ψυχὰν ἀποπνέοντα γαλαθηνὸν τέκος.
Κλέαρχος δ’ ἐν τοῖς περὶ βίων (FHG II 309) εἰς τοῦτό φησιν ὠμότητος Φάλαριν τὸν τύραννον ἐλάσαι ὡς γαλαθηνὰ θοινᾶσθαι βρέφη. (θῆσθαι δ᾽ ἐστὶ τὸ θηλάζειν τὸ γάλα. Ὅμηρος· Il. 24.58
  1. Ἕκτωρ γὰρ θνητός τε γυναῖκά τε θήσατο μαζόν,
διὰ τὸ ἐντίθεσθαι τὰς θηλὰς εἰς τὰ στόματα τὰ βρέφη, καὶ ὁ τιτθὸς ἐνθένδε διὰ τὸ ἐντίθεσθαι τὰς θηλάς·ʼ
  1. νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνούς (Od. 4.336).’