Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
εἰσαχθέντος δὲ ἡμῖν ποτε καὶ δέλφακος, οὗ τὸ μὲν ἥμισυ κραμβαλέον ἦν ἐπιμελῶς πεποιημένον, τὸ δὲ ἥμισυ ὡς ἂν ἐξ ὕδατος ἡψημένον τακερῶς, καὶ
καὶ περὶ ἑτέρου δὲ μαγείρου (ὄνομα δ’ ἐστὶ Σεύθης) ὁ αὐτός φησιν ποιητὴς οὕτως (IV 523 M)·
- μαθητὰ Λεύκων οἵ τε συνδιάκονοι
- ὑμεῖς· ἅπας γάρ ἐστιν οἰκεῖος τόπος
- ὑπὲρ τέχνης λαλεῖν τι· τῶν ἡδυσμάτων
- πάντων κράτιστόν ἐστιν ἐν μαγειρικῇ
- ἀλαζονεία· τὸ καθ’ ὅλου δὲ τῶν τεχνῶν
- ὄψει σχεδόν τι .... τοῦθ’ ἡγούμενον.
- ξεναγὸς οὗτος ὅστις ἂν θώρακ’ ἔχῃ
v.2.p.323- φολιδωτὸν ἢ δράκοντα σεσιδηρωμένον,
- ἐφάνη Βριάρεως· ἂν τύχῃ δ᾽, ἐστὶν λαγώς.
- ὁ μάγειρος ἂν μὲν ὑποδιακόνους ἔχων
- πρὸς τὸν ἰδιώτην καὶ μαθητὰς εἰσίῃ,
- κυμινοπρίστας πάντας ἢ λιμοὺς καλῶν,
- ἔπτηξ’ ἕκαστος εὐθύς. ἂν δ’ ἀληθινὸν
- σαυτὸν παραβάλλῃς, καὶ προσεκδαρεὶς ἄπει.
- ὅπερ οὖν ὑπεθέμην, τῷ κενῷ χώραν δίδου,
- καὶ τὰ στόμια γίνωσκε τῶν κεκλημένων.
- ὥσπερ γὰρ εἰς τἀμπόρια, τῆς τέχνης πέρας
- τοῦτ’ ἔστιν, ἂν εὖ προσδράμῃς πρὸς τὸ στόμα.
- διακονοῦμεν νῦν γάμους· τὸ θῦμα βοῦς·
- ὁ διδοὺς ἐπιφανής, ἐπιφανὴς ὁ λαμβάνων·
- τούτων γυναῖκες ἱέρειαι Θεᾷ, Θεῷ,
- κορύβαντες, αὐλοί, παννυχίδες, ἀναστροφή·
- ἱππόδρομος οὗτός ἐστί σοι μαγειρικῆς.
- μέμνησο καὶ σὺ τοῦτο.
- ἰδιώτης μέγας
- αὐτοῖς ὁ Σεύθης· οἶσθας, ὦ βέλτισθ᾽, ὅτι
- ἀγαθοῦ στρατηγοῦ διαφέρειν οὐθὲν δοκεῖ.
- οἱ πολέμιοι πάρεισιν· ὁ βαθὺς τῇ φύσει
- στρατηγὸς ἔστη καὶ τὸ πρᾶγμ’ ἐδέξατο.
- πολέμιός ἐστι πᾶς ὁ συμπίνων ὄχλος.
- κινεῖ γὰρ ἁθρόος οὗτος· εἰσελήλυθεν,
v.2.p.324- ἐκ πεντεκαίδεχ’ ἡμερῶν προηλπικὼς
- τὸ δεῖπνον, ὁρμῆς μεστός, ἐκκεκαυμένος,
- τηρῶν πότ’ ἐπὶ τὰς χεῖρας οἴσει τις. νόει
- ὄχλου τοιούτου ῥαχίαν ἠθροισμένην.
ὁ δ’ ἐν τοῖς Εὔφρονος Συνεφήβοις μάγειρος ἀκούσατε οἷα παραινεῖ (IV 492 M)·
- ὅταν ἐρανισταῖς, Καρίων, διακονῇς,
- οὐκ ἔστι παίζειν οὐδ’ ἃ μεμάθηκας ποιεῖν.
- ἐχθὲς κεκινδύνευκας· οὐδεὶς εἶχέ σοι
- κωβιὸς ὅλως γὰρ ἧπαρ, ἀλλ’ ἦσαν κενοί·
- ἐγκέφαλος ἠλλοίωτο. δεῖ δέ, Καρίων,
- ὅταν μὲν ἔλθῃς εἰς τοιοῦτον συρφετόν,
- Δρόμωνα καὶ Κέρδωνα καὶ Σωτηρίδην,
- μισθὸν διδόντας ὅσον ἂν αἰτήσῃς, ἁπλῶς
- εἶναι δίκαιον, οἷ δὲ νῦν βαδίζομεν
- εἰς τοὺς γάμους, ἀνδροφόνον. ἂν τοῦτ’ αἰσθάνῃ,
- ἐμὸς εἶ μαθητὴς καὶ μάγειρος οὐ κακός.
- ὁ καιρὸς εὐκτός· ὠφελοῦ. φιλάργυρος
- ὁ γέρων, ὁ μισθὸς μικρός· εἴ σε λήψομαι
- νῦν μὴ κατεσθίοντα καὶ τοὺς ἄνθρακας,
- ἀπόλωλας. εἴσω πάραγε· καὶ γὰρ αὐτὸς οὑτοσὶ
- προσέρχεθ’ ὁ γέρων. ὡς δὲ καὶ γλίσχρον βλέπει.
μέγας δέ ἐστι σοφιστὴς καὶ οὐδὲν ἥττων τῶν ἰατρῶν εἰς ἀλαζονείαν καὶ ὁ παρὰ Σωσιπάτρῳ μάγειρος ἐν Καταψευδομένῳ λέγων ὧδε (IV 482 M)·
ἂν κατανοήσῃς, ἐστὶν ἡμῶν, Δημύλε, ἀλλὰ πέπλυται τὸ πρᾶγμα, καὶ πάντες σχεδὸν εἶναι μάγειροί φασιν οὐθὲν εἰδότες· ὑπὸ τῶν τοιούτων δ’ ἡ τέχνη λυμαίνεται. ἐπεὶ μάγειρον ἂν λάβῃς ἀληθινόν, ἐκ παιδὸς ὀρθῶς εἰς τὸ πρᾶγμ᾽ εἰσηγμένον καὶ τὰς δυνάμεις κατέχοντα καὶ τὰ μαθήματα ἅπαντ’ ἐφεξῆς εἰδόθ᾽, ἕτερόν σοι τυχὸν φανήσεται τὸ πρᾶγμα. τρεῖς ἡμεῖς μόνοι ἐσμὲν ἔτι λοιποί, Βοιδίων καὶ Χαριάδης ἐγώ τε· τοῖς λοιποῖς δὲ προσπέρδου. ΔΗ. τί φής; Α. ἐγώ; τὸ διδασκαλεῖον ἡμεῖς σῴζομεν τὸ Σίκωνος· οὗτος τῆς τέχνης ἀρχηγὸς ἦν. ἐδίδασκεν ἡμᾶς πρῶτον ἀστρολογεῖν .... ἔπειτα μετὰ ταῦτ’ εὐθὺς ἀρχιτεκτονεῖν. περὶ φύσεως κατεῖχε πάντας τοὺς λόγους· ἐπὶ πᾶσι τούτοις ἔλεγε τὰ στρατηγικά. πρὸ τῆς τέχνης ἔσπευδε ταῦθ’ ἡμᾶς μαθεῖν. ΔΗ. ἆρα σύ με κόπτειν οἷος εἶ γε, φίλτατε; Α. οὔκ, ἀλλ’ ἐν ὅσῳ προσέρχετ᾽ ἐξ ἀγορᾶς ὁ παῖς, μικρὰ διακινήσω σε περὶ τοῦ πράγματος, ἵνα τῷ λαλεῖν λάβωμεν εὔκαιρον χρόνον. ΔΗ. Ἄπολλον, ἐργῶδές γ᾽. Α. ἄκουσον, ὦγαθέ· δεῖ τὸν μάγειρον εἰδέναι πρώτιστα μὲν περὶ τῶν μετεώρων τάς τε τῶν ἄστρων δύσεις καὶ τὰς ἐπιτολὰς καὶ τὸν ἥλιον πότε ἐπὶ τὴν μακράν τε καὶ βραχεῖαν ἡμέραν
- οὐ παντελῶς εὐκαταφρόνητος ἡ τέχνη,
v.2.p.325
καὶ ὁ παρὰ τῷ Ἀλέξιδι δὲ ἐν Μιλησίοις μάγειρος οὐ μακρὰν τούτου ἐστὶ λέγων τοιάδε (II 351 K)·
- οὐκ ἴστε ταῖς πλείσταισι τῶν τεχνῶν ὅτι
- οὐχ ἁρχιτέκτων κύριος τῆς ἡδονῆς
- μόνος καθέστηκ᾽, ἀλλὰ καὶ τῶν χρωμένων
- συμβάλλεταί τις, ἂν καλῶς χρῶνται, μερίς.
- Β. ποῖόν τι; δεῖ γὰρ κἀμὲ τὸν ξένον μαθεῖν.
- Α. τὸν ὀψοποιὸν σκευάσαι χρηστῶς μόνον
- δεῖ τοὔψον, ἄλλο δ’ οὐδέν. ἂν μὲν οὖν τύχῃ
- ὁ ταῦτα μέλλων ἐσθίειν τε καὶ κρινεῖν
- εἰς καιρὸν ἐλθών, ὠφέλησε τὴν τέχνην·
- ἂν δ’ ὑστερίζῃ τῆς τεταγμένης ἀκμῆς,
- ὥστ’ ἢ προοπτήσαντα χλιαίνειν πάλιν,
- ἢ μὴ προοπτήσαντα συντελεῖν ταχύ,
- ἀπεστέρησε τῆς τέχνης τὴν ἡδονήν.
- Β. εἰς τοὺς σοφιστὰς τὸν μάγειρον ἐγγράφω.
- Α. ἑστήκαθ’ ὑμεῖς· κάεται δ’ ἐμοὶ τὸ πῦρ·
- ἤδη πυκνοὶ δ’ ᾄττουσιν Ἡφαίστου κύνες
- κούφως πρὸς αἴθραν, οἷς τὸ γίνεσθαί θ’ ἅμα
- καὶ τὴν τελευτὴν τοῦ βίου συνῆψέ τις
- μόνοις ἀνάγκης θεσμὸς οὐχ ὁρώμενος.
Εὔφρων δέ, οὗ καὶ πρὸ βραχέος ἐμνήσθην, ἄνδρες δικασταί, (δικαστὰς γὰρ ὑμᾶς οὐκ ὀκνήσαιμ’ ἂν
- πολλῶν μαθητῶν γενομένων ἐμοί, Λύκε,
- διὰ τὸ νοεῖν ἀεί τι καὶ ψυχὴν ἔχειν
- ἄπει γεγονὼς μάγειρος ἐκ τῆς οἰκίας
- ἐν οὐχ ὅλοις δέκα μησί, πολὺ νεώτατος.
- Ἆγις Ῥόδιος ὤπτηκεν ἰχθὺν μόνος ἄκρως,
- Νηρεὺς δ’ ὁ Χῖος γόγγρον ἧψε τοῖς θεοῖς,
- θρῖον τὸ λευκὸν οὑξ Ἀθηνῶν Χαριάδης,
- ζωμὸς μέλας ἐγένετο πρώτῳ Λαμπρίᾳ,
- ἀλλᾶντας Ἀφθόνητος, Εὔθυνος φακῆν,
- ἀπὸ συμβολῶν συνάγουσιν Ἀρίστων πόρους.
- οὗτοι μετ’ ἐκείνους τοὺς σοφιστὰς τοὺς πάλαι
- γεγόνασιν ἡμῶν ἑπτὰ δεύτεροι σοφοί.
- ἐγὼ δ’ ὁρῶν τὰ πολλὰ προκατειλημμένα
- εὗρον τὸ κλέπτειν πρῶτος, ὥστε μηδένα
- μισεῖν με διὰ τοῦτ᾽, ἀλλὰ πάντας λαμβάνειν.
- ὑπ’ ἐμοῦ δ’ ὁρῶν σὺ τοῦτο προκατειλημμένον
- ἴδιον ἐφεύρηκάς τι καὶ τοῦτ’ ἐστὶ σόν.
- πέμπτην ἔθυον ἡμέραν οἱ Τήνιοι
- πολλοὶ παρόντες, πλοῦν πολὺν πεπλευκότες,
v.2.p.329- λεπτὸν ἔριφον καὶ μικρόν. οὐκ ἦν ἐκφορὰ
- Λύκῳ κρεῶν τότ’ οὐδὲ τῷ διδασκάλῳ.
- ἑτέρους πορίσασθαι δύ’ ἐρίφους ἠνάγκασας·
- τὸ γὰρ ἧπαρ αὐτῶν πολλάκις σκοπουμένων
- καθεὶς κάτω τὴν χεῖρα τὴν μίαν λαθὼν
- ἔρριψας εἰς τὸν λάκκον ἰταμῶς τὸν νεφρόν.
- πολὺν ἐποίησας θόρυβον· οὐκ εἶχεν νεφρόν.
- ἔλεγον. ἔκυπτον οἱ παρόντες ἀποβολῇ.
- ἔθυσαν ἕτερον. τοῦ δὲ δευτέρου πάλιν
- τὴν καρδίαν εἶδόν σε καταπίνοντ’ ἐγώ ...
- πάλαι μέγας εἶ, γίνωσκε· τοῦ γὰρ μὴ χανεῖν
- λύκον διὰ κενῆς σὺ μόνος εὕρηκας τέχνην.
- χορδῆς ὀβελίσκους ἡμέρας ζητουμένους
- δύ’ ἐχθὲς ὠμοὺς εἰς τὸ πῦρ ἀποσβέσας
- καὶ πρὸς τὸ δίχορδον ἐτερέτιζες. ᾐσθόμην·
- ἐκεῖνο δρᾶμα, τοῦτο δ’ ἐστὶ παίγνιον.
μή τις τούτων τῶν δευτέρων ἑπτὰ σοφῶν ὀνομασθέντων τοιοῦτόν τι ἐπενόησε περὶ τοῦ χοίρου, πῶς καὶ τὰ ἐντὸς πεπλήρωται καὶ τὸ μὲν ὀπταλέον ἐστὶν αὐτοῦ, τὸ δὲ ἑφθόν, αὐτὸς δ᾽ ἐστὶν ἄσφακτος;’ δεομένων οὖν ἡμῶν καὶ λιπαρούντων δεικνύναι τὴν σοφίαν, ‘οὐκ ἐρῶ, φησί, τῆτες, μὰ τοὺς ἐν Μαραθῶνι κινδυνεύσαντας (Dem. cor. 208) καὶ πρὸς ἔτι τοὺς ἐν Σαλαμῖνι ναυμαχήσαντας.’ ἔδοξεν οὖν πᾶσι διὰ τὸν τηλικόνδε ὅρκον μὴ βιάζεσθαι τὸν ἄνθρωπον, ἐπ’ ἄλλο δέ τι τῶν παραφερομένων τὰς χεῖρας ἐπιβάλλειν. καὶ ὁ Οὐλπιανὸς
Σώφρων δ’ ἐν γυναικείοις κατακοινότερον κέχρηται λέγων (fr. 20 Bo)· ‘παράφερε, Κοικόα, τὸν σκύφον μεστόν.’ καὶ Πλάτων δ’ ἐν Λάκωσιν ἔφη (I 621 K) ‘πάσας παραφερέτω.’ Ἄλεξις Παμφίλῃ (II 360 K)·
- τί οὐκ ἐκέλευσας παραφέρειν τὰ ποτήρια;
περὶ δὲ τῶν γευμάτων ἃ σαυτῷ προὔπιες ὥρα σοι λέγειν, Οὐλπιανέ. τὸ γὰρ γεῦσαι ἔχομεν ἐν Εὐπόλιδι ἐν Αἰξί (I 260 K)·
- παρέθηκε τὴν τράπεζαν, εἶτα παραφέρων
- ἀγαθῶν ἁμάξας ...
καὶ ὁ Οὐλπιανὸς ‘Ἔφιππος, ἔφη, ἐν Πελταστῇ (II 261 K) ‘ἔνθ’ ὄνων ἵππων τε στάσεις καὶ γεύματα οἴνων.’ Ἀντιφάνης δ’ ἐν Διδύμοις (II 45 K)·
- τοῦδε νῦν γεῦσαι λαβών.’
- οἰνογευστεῖ, περιπατεῖ
- ἐν τοῖς στεφάνοις.’
ἐπὶ τούτοις ὁ μάγειρος ἔφη· ‘λέξω τοίνυν κἀγὼ οὐκ ἀρχαίαν ἐπίνοιαν (Ar. Nub. 961), ἀλλ’ εὕρεσιν ἐμήν (ἵνα μὴ ὁ αὐλητὴς πληγὰς λάβῃ· ὁ γὰρ Εὔβουλος ἐν Λάκωσιν ἢ Λήδᾳ ἔφη (II 184 K)·
Φιλύλλιός τε ἢ ὁ ποιήσας τὰς Πόλεις φησίν (I 784 K)·
- ἀλλ’ ἠκούσαμεν
- καὶ τοῦτο, νὴ τὴν Ἑστίαν, οἴκοι ποθ’ ὡς
- ὅσ᾽ ἂν ὁ μάγειρος ἐξαμάρτῃ, τύπτεται,
- ὥς φασιν, αὑλητὴς παρ’ ὑμῖν.
v.2.p.331
περὶ ἡμιόπτου καὶ ἡμιέφθου καὶ ἀσφάκτου γεμιστοῦ χοίρου. ὁ μὲν χοῖρος ἐσφάγη ὑπὸ τὸν ὦμον σφαγὴν βραχεῖαν’, καὶ ἐπέδειξεν. ‘ἔπειτα ἀπορρεύσαντος τοῦ πολλοῦ αἵματος πάντα τὰ ἐντοσθίδια μετὰ τῆς ἐξαιρέσεως (εἴρηται γὰρ καὶ ἐξαίρεσις, ὦ στωμυλῆθραι δαιταλεῖς) διακλύσας ἐπιμελῶς οἴνῳ πολλάκις ἐκρέμασα ἐκ ποδῶν. εἶτα πάλιν οἴνῳ διέβρεξα καὶ προεψήσας μετὰ πολλοῦ πιπέρεως τὰ προειρημένα χναυμάτια ἔβυσα διὰ τοῦ στόματος, πολλὸν ἐπιχέας ζωμὸν εὖ πάνυ πεποιημένον. καὶ μετὰ ταῦτα περιέπλασα τοῦ χοίρου τὴν ἡμίσειαν, ὡς ὁρᾶτε, ἀλφίτοις πολλοῖς κριθῆς ἀναδεύσας αὐτὰ οἴνῳ καὶ ἐλαίῳ. ἔπειτ’ ἐνέθηκα κριβάνῳ ὑποθεὶς τράπεζαν χαλκῆν ἐστάθευσά τε τῷ πυρί, ὡς μήτε κατακαῦσαι μήτ’ ὠμὸν ἀφελεῖν. καὶ τῆς φορίνης ἤδη γενομένης κραμβαλέας εἴκασα καὶ τἄλλο μέρος ἡψῆσθαι ἀποβαλών τ’ αὐτοῦ τὰ ἄλφιτα οὕτω φέρων ὑμῖν παρέθηκα.
- ὅ τι ἂν τύχῃ
- μάγειρος ἀδικήσας, τὸν αὐλητὴν λαβεῖν
- πληγάς)
τὴν δ’ ἐξαίρεσιν, ὦ καλέ μου Οὐλπιανέ, Διονύσιος ὁ κωμῳδιοποιος ἐν τοῖς Ὁμωνύμοις τῷ δράματι οὕτως εἴρηκε ποιήσας τινὰ μάγειρον πρὸς τοὺς μαθητὰς διαλεγόμενον (II 425 K)·
- ἄγε δὴ Δρόμων νῦν, εἴ τι κομψὸν ἢ σοφὸν
v.2.p.332- ἢ γλαφυρὸν οἶσθα τῶν σεαυτοῦ πραγμάτων,
- φανερὸν ποίησον τοῦτο τῷ διδασκάλῳ.
- νῦν τὴν ἀπόδειξιν τῆς τέχνης αἰτῶ σ’ ἐγώ.
- εἰς πολεμίαν ἄγω σε· θαρρῶν κατάτρεχε,
- ἀριθμῷ διδόασι τὰ κρέα καὶ τηροῦσί σε.
- τακερὰ ποιήσας ταῦτα καὶ ζέσας σφόδρα
- τὸν ἀριθμὸν αὐτῶν, ὡς λέγω σοι, σύγχεον.
- ἰχθὺς ἁδρὸς πάρεστι· τἀντός ἐστι σά.
- κἂν τέμαχος ἐκκλίνῃς τι, καὶ τοῦτ’ ἐστὶ σόν,
- ἕως ἂν ἔνδον ὦμεν· ὅταν ἔξω δ᾽, ἐμόν.
- ἐξαιρέσεις καὶ τἄλλα τἀκόλουθ’ ὅσα
- οὔτ’ ἀριθμὸν οὔτ’ ἔλεγχον ἐφ’ ἑαυτῶν ἔχει,
- περικόμματος δὲ τάξιν ἢ θέσιν φέρει,
- εἰς αὔριον σὲ κἀμὲ ταῦτ’ εὐφρανάτω.
- λαφυροπώλῃ παντάπασι μεταδίδου,
- τὴν πάροδον ἵν’ ἔχῃς τῶν θυρῶν εὐνουστέραν·
- τί δεῖ λέγειν με πολλὰ πρὸς συνειδότα;
- ἐμὸς εἶ μαθητής, σὸς δ’ ἐγὼ διδάσκαλος.
- μέμνησο τῶνδε καὶ βάδιζε δεῦρ’ ἅμα.’