Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

οἶδα δὲ καὶ Ποσειδώνιον τὸν ἀπὸ τῆς στοᾶς εἰπόντα καὶ περὶ πλήθους ἰχθύων τάδε (FHG III 254)· ‘ὅτε Τρύφων

v.2.p.233
ὁ Ἀπαμεὺς ὁ τὴν τῶν Σύρων βασιλείαν ἁρπάσας ἐπολεμεῖτο ὑπὸ Σαρπηδόνος τοῦ Δημητρίου στρατηγοῦ περὶ Πτολεμαΐδα πόλιν καὶ ὡς ὁ Σαρπηδὼν ληφθεὶς ἀνεχώρησεν εἰς τὴν μεσόγαιαν μετὰ τῶν ἰδίων στρατιωτῶν, οἱ δὲ τοῦ Τρύφωνος ὥδευον κατὰ τὸ πλησίαλον νικήσαντες τῇ μάχῃ, ἐξαίφνης πελάγιον κῦμα ἐξαρθὲν μετέωρον εἰς ὕψος ἐξαίσιον ἐπῆλθεν τῇ γῇ καὶ πάντας αὐτοὺς ἐπέκλυσεν διέφθειρέν τε ὑποβρυχίους, ἰχθύων τε πολὺν σωρὸν ἀναχωροῦν τὸ κῦμα μετὰ τῶν νεκρῶν κατέλιπε. καὶ οἱ περὶ τὸν Σαρπηδόνα ἀκούσαντες τὴν συμφορὰν ἐπελθόντες τοῖς μὲν τῶν πολεμίων σώμασιν ἐφήσθησαν, ἰχθύων δὲ ἀφθονίαν ἀπηνέγκαντο καὶ ἔθυσαν Ποσειδῶνι τροπαίῳ πρὸς τοῖς προαστείοις τῆς πόλεως.’

οὐ κατασιωπήσομαι δὲ οὐδὲ τοὺς ἐν Λυκίᾳ ἰχθυομάντεις ἄνδρας, περὶ ὧν ἱστορεῖ Πολύχαρμος ἐν δευτέρῳ Λυκιακῶν (FHG IV 479) γράφων οὕτως· ‘ὅταν γὰρ διέλθωσι πρὸς τὴν θάλασσαν, οὗ τὸ ἄλσος ἐστὶ πρὸς τῷ αἰγιαλῷ τοῦ Ἀπόλλωνος, ἐν ᾧ ἐστιν ἡ δῖνα ἐπὶ τῆς ἀμάθου, παραγίνονται ἔχοντες οἱ μαντευόμενοι ὀβελίσκους δύο ξυλίνους, ἔχοντας ἐφ’ ἑκατέρῳ σάρκας ὀπτὰς ἀριθμῷ δέκα. καὶ ὁ μὲν ἱερεὺς κάθηται πρὸς τῷ ἄλσει σιωπῇ, ὁ δὲ μαντευόμενος ἐμβάλλει τοὺς ὀβελίσκους εἰς τὴν δῖναν καὶ ἀποθεωρεῖ τὸ γινόμενον. μετὰ δὲ τὴν ἐμβολὴν τῶν ὀβελίσκων πληροῦται θαλάσσης ἡ δῖνα καὶ παραγίνεται ἰχθύων πλῆθος τοσοῦτον καὶ τοιοῦτον ὥστ’ ἐκπλήττεσθαι τὸ ἀόρατον τοῦ πράγματος, τῷ δὲ

v.2.p.234
μεγέθει τοιούτων ὥστε καὶ εὐλαβηθῆναι. ὅταν δὲ ἀπαγγείλῃ τὰ εἴδη τῶν ἰχθύων ὁ προφήτης, οὕτως τὸν χρησμὸν λαμβάνει παρὰ τοῦ ἱερέως ὁ μαντευόμενος περὶ ὧν ηὔξατο. φαίνονται δὲ ὀρφοί, γλαῦκοι, ἐνίοτε δὲ φάλλαιναι ἢ πρίστεις, πολλοὶ δὲ καὶ ἀόρατοι ἰχθῦς καὶ ξένοι τῇ ὄψει.’ Ἀρτεμίδωρος δ’ ἐν τῷ δεκάτῳ τῶν Γεωγραφουμένων λέγεσθαί φησιν ὑπὸ τῶν ἐπιχωρίων πηγὴν ἀναδίδοσθαι γλυκέος ὕδατος, ὅθεν συμβαίνειν δίνας γίνεσθαι· γίνεσθαι δὲ καὶ ἰχθύας ἐν τῷ δινάζοντι τόπῳ μεγάλους. τούτοις δὲ οἱ θυσιάζοντες ἐμβάλλουσιν ἀπαρχὰς τῶν θυσιαζομένων ἐπὶ ξυλίνων ὀβελίσκων ἀναπείροντες κρέα ἑφθὰ καὶ ὀπτὰ καὶ μάζας καὶ ἄρτους. ὀνομάζεται δὲ ὁ λιμὴν καὶ ὁ τόπος οὗτος Δῖνος.’

οἶδα δὲ καὶ Φύλαρχον εἰρηκότα που (FHG I 334) περὶ μεγάλων ἰχθύων καὶ τῶν συμπεμφθέντων αὐτοῖς σύκων χλωρῶν, ὅτι αἰνιττόμενος Πάτροκλος ὁ Πτολεμαίου στρατηγὸς Ἀντιγόνῳ τῷ βασιλεῖ ἔπεμπεν, ὡς Δαρείῳ Σκύθαι ἐπερχομένῳ αὐτῶν τῇ χώρᾳ· ἔπεμψαν γὰρ οὗτοι μέν, ὥς φησιν Ἡρόδοτος (IV 131), ὄρνιν καὶ ὀιστὸν καὶ βάτραχον· ἀλλ’ ὅ γε Πάτροκλος, ὡς διὰ τῆς τρίτης τῶν ἱστοριῶν φησιν ὁ Φύλαρχος, πεμφθέντων τῶν προειρημένων σύκων καὶ ἰχθύων. ἐτύγχανεν δὲ κωθωνιζόμενος ὁ βασιλεὺς καὶ ὡς πάντες διηποροῦντο ἐπὶ τοῖς δώροις, ὁ Ἀντίγονος γελάσας πρὸς τοὺς φίλους ἔφη γινώσκειν τί βούλεται τὰ ξένια· ἢ γὰρ θαλαττοκρατεῖν ἡμᾶς φησι Πάτροκλος ἢ τῶν σύκων τρώγειν.

οὐ λανθάνει δέ με καὶ ὅτι κοινῶς πάντες οἱ ἰχθύες

v.2.p.235
καμασῆνες ὑπὸ Ἐμπεδοκλέους ἐλέχθησαν τοῦ φυσικοῦ οὕτως (v. 214 St)
  1. πῶς καὶ δένδρεα μακρὰ καὶ εἰνάλιοι καμασῆνες,
καὶ ὅτι ὁ τὰ Κύπρια ποιήσας ἔπη, εἴτε Κύπριός τίς ἐστιν ἢ Στασῖνος ἢ ὅστις δή ποτε χαίρει ὀνομαζόμενος, τὴν Νέμεσιν ποιεῖ διωκομένην ὑπὸ Διὸς καὶ εἰς ἰχθὺν μεταμορφουμένην διὰ τούτων (fr. 6 K)·
  1. τοὺς δὲ μέτα τριτάτην Ἑλένην τέκε, θαῦμα βροτοῖσι·
  2. τήν ποτε καλλίκομος Νέμεσις φιλότητι μιγεῖσα
  3. Ζηνὶ θεῶν βασιλῆι τέκεν κρατερῆς ὑπ’ ἀνάγκης.
  4. φεῦγε γὰρ οὐδ’ ἔθελεν μιχθήμεναι ἐν φιλότητι
  5. πατρὶ Διὶ Κρονίωνι· ἐτείρετο γὰρ φρένας αἰδοῖ
  6. καὶ νεμέσει· κατὰ γῆν δὲ καὶ ἀτρύγετον μέλαν ὕδωρ
  7. φεῦγεν, Ζεὺς δ’ ἐδίωκε· λαβεῖν δ’ ἐλιλαίετο θυμῷ
  8. ἄλλοτε μὲν κατὰ κῦμα πολυφλοίσβοιο θαλάσσης
  9. ἰχθύι εἰδομένην, πόντον πολὺν ἐξορόθυνεν,
  10. ἄλλοτ’ ἀν’ Ὠκεανὸν ποταμὸν καὶ πείρατα γαίης,
  11. ἄλλοτ’ ἀν’ ἤπειρον πολυβώλακα. γίγνετο δ’ αἰεὶ
  12. θηρί’ ὅσ’ ἤπειρος αἰνὰ τρέφει, ὄφρα φύγοι νιν.

οἶδα δὲ καὶ τὰ περὶ τὴν ἀπόπυριν καλουμένην περὶ τὴν Βόλβην λίμνην, περὶ ἧς Ἡγήσανδρος ἐν τοῖς ὑπομνήμασι φησὶν οὕτως (FHG IV 420)· ‘Ἀπολλωνίαν τὴν Χαλκιδικὴν δύο ποταμοὶ περιρρέουσιν Ἀμμίτης καὶ Ὀλυνθιακός· ἐμβάλλουσι δ’ ἀμφότεροι εἰς τὴν Βόλβην λίμνην. ἐπὶ δὲ τοῦ Ὀλυνθιακοῦ μνημεῖόν ἐστιν Ὀλύνθου τοῦ Ἡρακλέους καὶ Βόλβης υἱοῦ.

v.2.p.236
κατὰ δὲ τὸν Ἀνθεστηριῶνα καὶ Ἐλαφηβολιῶνα λέγουσιν οἱ ἐπιχώριοι διότι πέμπει ἡ Βόλβη τὴν ἀπόπυριν Ὀλύνθῳ, καὶ κατὰ τὸν καιρὸν τοῦτον ἀπέραντον πλῆθος ἰχθύων ἐκ τῆς λίμνης εἰς τὸν Ὀλυνθιακὸν ἀναβαίνειν ποταμόν. ἐστὶ δὲ βραχύς, ὥστε μόλις κρύπτειν τὸ σφυρόν· ἀλλ’ οὐδὲν ἧττον τοσοῦτον ἔρχεται πλῆθος ἰχθύων ὥστε τοὺς περιοίκους ἅπαντας ἱκανὸν εἰς τὴν ἑαυτῶν χρείαν συντιθέναι τάριχος. θαυμαστὸν δέ ἐστι τὸ μὴ παραλλάττειν τὸ τοῦ Ὀλύνθου μνημεῖον. πρότερον μὲν οὖν φασι τοὺς κατὰ τὴν Ἀπολλωνίαν Ἐλαφηβολιῶνος τὰ νόμιμα συντελεῖν τοῖς τελευτήσασι, νῦν δ’ Ἀνθεστηριῶνος. διὰ ταύτην οὖν τὴν αἰτίαν μόνοις τούτοις τοῖς μησὶ τοὺς ἰχθῦς τὴν ἀνάβασιν ποιεῖσθαι, ἐν οἷς τοὺς τετελευτηκότας εἰώθασι τιμᾶν.’

καὶ ταῦτα μὲν ταύτῃ, ἄνδρες ἰχθύες· ὑμεῖς γὰρ πάντα συναθροίσαντες βορὰν ἡμᾶς τοῖς ἰχθύσι παραβεβλήκατε καὶ οὐκ ἐκείνους ἡμῖν, τοσαῦτα εἰπόντες ὅσα οὐδὲ Ἰχθύας ὁ Μεγαρικὸς φιλόσοφος οὐδ’ Ἰχθύων· ὄνομα δὲ καὶ τοῦτο κύριον, οὗ μνημονεύει Τηλεκλείδης ἐν Ἀμφικτύοσι (I 212 K). δι’ ὑμᾶς δὲ καὶ τῷ παιδὶ παρακελεύσομαι κατὰ τοὺς Φερεκράτους Μυρμηκανθρώπους (I 180 K)·

  1. μηδέποτ’ ἰχθύν, ὦ Δευκαλίων, μηδ’ ἢν αἰτῶ παραθῇς μοι.
καὶ γὰρ ἐν Δήλῳ φησὶ Σῆμος ὁ Δήλιος ἐν βʹ Δηλιάδος (FHG IV 493) ‘ὅταν θύωσι τῇ Βριζοῖ — αὕτη δ’ ἐστὶν ἡ ἐνυπνιόμαντις· βρίζειν δ᾽ οἱ ἀρχαῖοι λέγουσι τὸ καθεύδειν ( Od. 12.7)·
v.2.p.237
  1. ἔνθα δ’ ἀποβρίξαντες ἐμείναμεν ἠῶ δῖαν —
ταύτῃ οὖν ὅταν θύωσιν αἱ Δηλιάδες, προσφέρουσιν αὐτῇ σκάφας πάντων πλήρεις ἀγαθῶν πλὴν ἰχθύων διὰ τὸ εὔχεσθαι ταύτῃ περί τε πάντων καὶ ὑπὲρ τῆς τῶν πλοίων σωτηρίας.’

Χρύσιππον δ᾽, ἄνδρες φίλοι, τὸν τῆς στοᾶς ἡγεμόνα κατὰ πολλὰ θαυμάζων ἔτι μᾶλλον ἐπαινῶ τὸν πολυθρύλητον ἐπὶ τῇ ὀψολογίᾳ Ἀρχέστρατον αἰεί ποτε μετὰ Φιλαινίδος κατατάττοντα, εἰς ἣν ἀναφέρεται τὸ περὶ ἀφροδισίων ἀκόλαστον σύγγραμμα, ὅπερ φησὶ ποιῆσαι Αἰσχρίων ὁ Σάμιος ἰαμβοποιὸς Πολυκράτη τὸν σοφιστὴν ἐπὶ διαβολῇ τῆς ἀνθρώπου σωφρονεστάτης γενομένης. ἔχει δὲ οὕτως τὰ ἰαμβεῖα (II 517 B)·

  1. ἐγὼ Φιλαινὶς ἡ ᾽πίβωτος ἀνθρώποις
  2. ἐνταῦθα γήρᾳ τῷ μακρῷ κεκοίμημαι.
  3. μή μ᾽, ὦ μάταιε ναῦτα, τὴν ἄκραν κάμπτων
  4. χλεύην τε ποιεῦ καὶ γέλωτα καὶ λάσθην·
  5. οὐ γὰρ μὰ τὸν Ζεῦν, οὐ μὰ τοὺς κάτω κούρους,
  6. οὐκ ἦν ἐς ἄνδρας μάχλος οὐδὲ δημώδης·
  7. Πολυκράτης δὲ τὴν γενῆν Ἀθηναῖος,
  8. λόγων τι παιπάλημα καὶ κακὴ γλῶσσα,
  9. ἔγραψεν ἅσσ’ ἔγραψ᾽· ἐγὼ γὰρ οὐκ οἶδα.
ἀλλ’ οὖν ὅ γε θαυμασιώτατος Χρύσιππος ἐν τῷ πέμπτῳ περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς φησι· ‘καὶ βιβλία τά τε Φιλαινίδος καὶ τὴν τοῦ Ἀρχεστράτου Γαστρονομίαν καὶ δυνάμεις ἐρωτικὰς καὶ συνουσιαστικάς, ὁμοίως δὲ καὶ τὰς θεραπαίνας ἐμπείρους τοιῶνδε κινήσεών τε καὶ σχημάτων καὶ περὶ τὴν τούτων
v.2.p.238
μελέτην γινομένας.’ καὶ πάλιν· ‘ἐκμανθάνειν τ’ αὐτοὺς τὰ τοιαῦτα καὶ κτᾶσθαι τὰ περὶ τούτων γεγραμμένα Φιλαινίδι καὶ Ἀρχεστράτῳ καὶ τοῖς τὰ ὅμοια γράψασιν.’ κἀν τῷ ἑβδόμῳ δέ φησι· ‘καθάπερ γὰρ οὐκ ἐκμανθάνειν τὰ Φιλαινίδος καὶ τὴν Ἀρχεστράτου Γαστρονομίαν ἔστιν ὡς φέροντά τι πρὸς τὸ ζῆν ἄμεινον.’

ὑμεῖς δὲ πολλάκις τοῦ Ἀρχεστράτου τούτου μνημονεύσαντες ἀκολασίας ἐπληρώσατε τὸ συμπόσιον. τί γὰρ τῶν ἐπιτρῖψαι δυναμένων παρέλιπεν ὁ καλὸς οὗτος ἐποποιὸς καὶ μόνος ζηλώσας τὸν Σαρδαναπάλλου τοῦ Ἀνακυνδαράξεω βίον, ὃν ἀδιανοητότερον εἶναι ἢ κατὰ τὴν προσηγορίαν τοῦ πατρὸς Ἀριστοτέλης ἔφη (fr. 67 R), ἐφ’ οὗ τοῦ τάφου ἐπιγεγράφθαι φησὶ Χρύσιππος τάδε·

  1. εὖ εἰδὼς ὅτι θνητὸς ἔφυς σὸν θυμὸν ἄεξε,
  2. τερπόμενος θαλίῃσι· θανόντι σοι οὔτις ὄνησις.
  3. καὶ γὰρ ἐγὼ σποδός εἰμι, Νίνου μεγάλης βασιλεύσας·
  4. κεῖν’ ἔχω ὅσσ’ ἔφαγον καὶ ἐφύβρισα καὶ σὺν ἔρωτι
  5. τέρπν’ ἔπαθον· τὰ δὲ πολλὰ καὶ ὄλβια πάντα λέλυνται.
  6. [ἥδε σοφὴ βιότοιο παραίνεσις, οὐδέ ποτ’ αὐτῆς
  7. λήσομαι· ἐκτήσθω δ’ ὁ θέλων τὸν ἀπείρονα
  8. χρυσόν.]
καὶ ἐπὶ τῶν Φαιάκων δὲ ὁ ποιητὴς ἔφη· Od. 8.248
  1. αἰεὶ δ’ ἡμῖν δαίς τε φίλη κίθαρίς τε χοροί τε
  2. εἵματά τ’ ἐξημοιβὰ λόετρά τε θερμὰ καὶ εὐναί.
καὶ ἄλλος δέ τίς φησι τῷ Σαρδαναπάλλῳ
v.2.p.239
παραπλήσιος, ὑποτιθέμενος καὶ οὗτος τοῖς μὴ σωφρονοῦσι τοιάδε (trag. fr. ad. 68 N)·
  1. πᾶσιν δὲ θνητοῖς βούλομαι παραινέσαι
  2. τοὐφήμερον ζῆν ἡδέως· ὁ γὰρ θανὼν
  3. τὸ μηδέν ἐστι καὶ σκιὰ κατὰ χθονός.
  4. μικροῦ δὲ βιότου ζῶντ’ ἐπαυρέσθαι χρεών.
καὶ Ἄμφις δ’ ὁ κωμῳδιοποιὸς ἐν Ἰαλέμῳ (II 242 K) φησί·
  1. ὅστις δὲ θνητὸς γενόμενος μὴ τῷ βίῳ
  2. ζητεῖ τι τερπνὸν προσφέρειν, τὰ δ’ ἄλλ’ ἐᾷ,
  3. μάταιός ἐστιν ἔν γ’ ἐμοὶ καὶ τοῖς σοφοῖς
  4. κριταῖς ἅπασιν ἐκ θεῶν τε δυστυχής.
καὶ ἐν τῇ ἐπιγραφομένῃ δὲ Γυναικοκρατίᾳ τὰ ὅμοια λέγει (II 238 K)·
  1. πῖνε, παῖζε· θνητὸς ὁ βίος, ὀλίγος οὑπὶ γῇ χρόνος·
  2. ὁ θάνατος δ’ ἀθάνατός ἐστιν, ἂν ἅπαξ τις ἀποθάνῃ.
καὶ Βακχίδας δέ τις τὸν αὐτὸν Σαρδαναπάλλῳ ζήσας βίον ἀποθανὼν ἐπὶ τοῦ τάφου ἐπιγεγραμμένον ἔχει·
  1. πιέν, φαγὲν καὶ πάντα τᾷ ψυχᾷ δόμεν·
  2. κἠγὼ γὰρ ἕστακ’ ἀντὶ Βακχίδα λίθος.

Ἄλεξις δ’ ἐν Ἀσωτοδιδασκάλῳ, φησὶ Σωτίων ὁ Ἀλεξανδρεὺς ἐν τοῖς περὶ τῶν Τίμωνος σίλλων· (ἐγὼ γὰρ οὐκ ἀπήντησα τῷ δράματι· πλείονα τῆς μέσης καλουμένης κωμῳδίας ἀναγνοὺς δράματα τῶν ὀκτακοσίων καὶ τούτων ἐκλογὰς ποιησάμενος οὐ περιέτυχον τῷ Ἀσωτοδιδασκάλῳ, ἀλλ’ οὐδ’ ἀναγραφῆς ἀξιωθέν τινι σύνοιδα· οὔτε γὰρ Καλλίμαχος οὔτε Ἀριστοφάνης

v.2.p.240
αὐτὸ ἀνέγραψαν, ἀλλ’ οὐδ’ οἱ τὰς ἐν Περγάμῳ ἀναγραφὰς ποιησάμενοι) — ὁ δὲ Σωτίων φησὶν ἐν τῷ δράματι Ξανθίαν τινὰ οἰκέτην πεποιῆσθαι προτρεπόμενον ἐπὶ ἡδυπάθειαν ὁμοδούλους ἑαυτοῦ καὶ λέγοντα (II 306 K)·
  1. τί ταῦτα ληρεῖς, φληναφῶν ἄνω κάτω
  2. Λύκειον, Ἀκαδήμειαν, Ὠιδείου πύλας,
  3. λήρους σοφιστῶν; οὐδὲ ἓν τούτων καλόν.
  4. πίνωμεν, ἐμπίνωμεν, ὦ Σίκων, Σίκων,
  5. χαίρωμεν, ἕως ἔνεστι τὴν ψυχὴν τρέφειν.
  6. τύρβαζε, Μάνη· γαστρὸς οὐδὲν ἥδιον.
  7. αὕτη πατήρ σοι καὶ πάλιν μήτηρ μόνη.
  8. ἀρεταὶ δὲ πρεσβεῖαί τε καὶ στρατηγίαι
  9. κόμποι κενὰ ψοφοῦντες ἀντ’ ὀνειράτων.
  10. ψύξει σε δαίμων τῷ πεπρωμένῳ χρόνῳ·
  11. ἕξεις δ’ ὅσ’ ἂν φάγῃς τε καὶ πίῃς μόνα·
  12. σποδὸς δὲ τἄλλα, Περικλέης, Κόδρος, Κίμων.