Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

ΘΡΑΙΤΤΑΙ. ἐπεὶ δ’ ἐνταῦθα τοῦ λόγου ἐσμὲν προδιειλέγμεθά τε περὶ θρισσῶν, φέρε εἴπωμεν τίνες εἰσὶν αἱ παρὰ Ἀρχίππῳ ἐν Ἰχθύσι τῷ δράματι θρᾷτται. κατὰ τὰς συγγραφὰς γὰρ τῶν ἰχθύων καὶ

v.2.p.225
Ἀθηναίων ταυτὶ πεποίηκεν (I 684 K)· ‘ἀποδοῦναι δ’ ὅσα ἔχομεν ἀλλήλων, ἡμᾶς μὲν τὰς Θρᾴττας καὶ Ἀθερίνην τὴν αὐλητρίδα καὶ Σηπίαν τὴν Θύρσου καὶ τοὺς Τριγλίας καὶ Εὐκλείδην τὸν ἄρξαντα καὶ Ἀναγυρουντόθεν τοὺς Κορακίωνας καὶ Κωβιοῦ τοῦ Σαλαμινίου τὸν τόκον καὶ Βάτραχον τὸν πάρεδρον τὸν ἐξ Ὠρεοῦ.’ ἐν τούτοις ἄν τις ζητήσειε ποίας θρᾴττας παρὰ τοῖς ἰχθύσιν εἶναι συμβέβηκεν, ἃς ἀποδοῦναι τοῖς ἀνθρώποις συντίθενται. ἐπεὶ οὖν ἰδίᾳ μοι συγγέγραπταί τι περὶ τούτου, αὐτὰ τὰ καιριώτατα νῦν λέξω. ἰχθύδιον οὖν ἐστιν ἀληθῶς ἡ θρᾷττα θαλάττιον. καὶ μνημονεύει αὐτοῦ Μνησίμαχος ἐν Ἱπποτρόφῳ· ποιητὴς δ’ ἐστὶν οὗτος τῆς μέσης κωμῳδίας· λέγει δ’ οὕτως (II 438, 40 K)·
  1. μύλλος, λεβίας, σπάρος, αἰολίας,
  2. θρᾷττα, χελιδών, καρίς, τευθίς.
Δωρόθεος δ’ ὁ Ἀσκαλωνίτης ἐν τῷ ὀγδόῳ πρὸς τοῖς ἑκατὸν τῆς λέξεων συναγωγῆς θέτταν γράφει, ἤτοι ἡμαρτημένῳ περιτυχὼν τῷ δράματι ἢ διὰ τὸ ἄηθες τοῦ ὀνόματος αὐτὸς διορθώσας ἐξήνεγκεν. ὅλως δ’ οὐδ’ ἔστι τὸ τῆς θρᾴττης ὄνομα παρὰ οὐδενὶ τῶν Ἀττικῶν. ὅτι δὲ θρᾷτταν ἔλεγον τὸ θαλάττιον ἰχθύδιον καὶ Ἀναξανδρίδης παρίστησιν ἐν Λυκούγρῳ λέγων οὕτως (II 144 K)·
  1. καὶ συμπαίζειν κορακινιδίοις
  2. μετὰ περκιδίων καὶ θρᾳττιδίων.
καὶ Ἀντιφάνης ἐν Τυρρηνῷ (II 103 K)·
  1. δήμου δ’ Ἁλαιεύς ἐστιν. Β. ἓν γὰρ τοῦτό μοι
  2. τὸ λοιπόν ἐστιν, καὶ κακῶς ἀκούσομαι.
    v.2.p.226
  3. Β. τί δῆτα τοῦτο; Α. θρᾷτταν ἢ ψῆττάν τιν’ ἢ
  4. μύραιναν ἢ κακόν τί μοι δώσει μέγα
  5. θαλάττιον.

ΨΗΤΤΑΙ. ταύτας Διοκλῆς ἐν τοῖς ξηροτέροις καταριθμεῖται. Σπεύσιππος δ’ ἐν βʹ Ὁμοίων παραπλήσιά φησιν εἶναι ψῆτταν, βούγλωσσον, ταινίαν. Ἀριστοτέλης δ’ ἐν εʹ ζῴων μορίων (p. 542 b 32) γράφει· ‘ὁμοίως δὲ καὶ τῶν ἰχθύων οἱ πλεῖστοι ἅπαξ τίκτουσιν, οἷον οἱ χυτοὶ οἱ τῷ δικτύῳ περιεχόμενοι, χρόμις, ψῆττα, θύννος, πηλαμύς, κεστρεύς, χαλκίδες καὶ τὰ τοιαῦτα.’ ἐν δὲ τῷ περὶ ζωικῶν (p. 295 R) ‘σελάχη, φησί, βοῦς, τρυγών, νάρκη, βατίς, βάτραχος, βούγλωττος, ψῆττα, μῦς.’ Δωρίων δὲ ἐν τῷ περὶ ἰχθύων γράφει· ‘τῶν δὲ πλατέων βούγλωττον, ψῆτταν, ἔσχαρον, ὃν καλοῦσι καὶ κόριν.’ βουγλώσσους δ’ ὀνομάζει καὶ Ἐπίχαρμος ἐν Ἥβας γάμῳ (p. 234 L)·

  1. ὑαινίδες τε βούγλωσσοί τε καὶ κίθαρος.
Λυγκεὺς δ’ ὁ Σάμιος ἐν ἐπιστολαῖς τὰς καλλίστας γίνεσθαί φησι ψήττας περὶ Ἐλευσῖνα τῆς Ἀττικῆς. Ἀρχέστρατος δέ φησιν (fr. 51 R)·
  1. εἶτα λαβεῖν ψῆτταν μεγάλην καὶ τὴν ὑπότρηχυν
  2. βούγλωσσον .... περὶ Χαλκίδα κεδνήν.
Ῥωμαῖοι δὲ καλοῦσι τὴν ψῆτταν ῥόμβον, καί ἐστι τὸ ὄνομα Ἑλληνικόν. Ναυσικράτης ἐν Ναυκλήροις· προειπὼν δὲ περὶ γλαύκου τοῦ ἰχθύος ἐπιφέρει (IV 577 M)·
  1. αἱ ξανθοχρῶτες, ἃς κλύδων Αἰξωνικὸς
  2. πασῶν ἀρίστας ἐντόπους παιδεύεται·
  3. αἷς καὶ θεὰν τιμῶσι φωσφόρον κόρην,
    v.2.p.227
  4. δείπνων ὅταν πέμπωσι δῶρα ναυτίλοι.
  5. Β. τρίγλαν λέγεις γαλακτοχρῶτα Σικελὸς ὃν
  6. πήγνυσοχλος ῥόμβος.

πεπληρωκότες τὴν περὶ ἰχθύων γενομένην τοῖς δειπνοσοφισταῖς ἀδολεσχίαν, ὦ Τιμόκρατες, αὐτοῦ τὸν λόγον καταπαύσαντες, εἰ μή τι καὶ ἄλλων σοι δεῖ βρωμάτων, παραθήσομέν σοι καὶ ἃ Εὔβουλος εἴρηκεν ἐν Λάκωσιν ἢ Λήδᾳ (II 185 K)·

  1. πρὸς τούτοισιν δὲ παρέσται σοι
  2. θύννου τέμαχος, κρέα δελφακίων
  3. χορδαί τ’ ἐρίφων ἧπάρ τε κάπρου
  4. κριοῦ τ’ ὄρχεις χόλικές τε βοὸς
  5. κρανία τ’ ἀρνῶν νῆστις τ’ ἐρίφου
  6. γαστήρ τε λαγώ, φύσκη, χορδή,
  7. πνεύμων ἀλλᾶς τε.
ἐμφορηθεὶς οὖν καὶ τούτων ἔασον ἡμᾶς καὶ τοῦ σωματίου ἐπιμέλειαν ποιήσασθαι, ἵνα δυνηθῇς τὰ μετὰ ταῦτα εὐλόγως σιτεῖσθαι.

Τὴν κατὰ τὴν Λυσιτανίαν (χώρα δ’ ἐστὶν αὕτη τῆς Ἰβηρίας, ἣν νῦν Ῥωμαῖοι Σπανίαν ὀνομάζουσι) διηγούμενος εὐδαιμονίαν Πολύβιος ὁ Μεγαλοπολίτης, ἀνδρῶν ἄριστε Τιμόκρατες, ἐν τῇ τετάρτῃ καὶ τριακοστῇ τῶν ἱστοριῶν (c. 8, 4 H) φησιν ὡς αὐτόθι διὰ τὴν τοῦ ἀέρος εὐκρασίαν καὶ τὰ ζῷα πολύγονα καὶ οἱ

v.2.p.228
ἄνθρωποι, καὶ οἱ ἐν τῇ χώρᾳ καρποὶ οὐδέποτε φθείρονται· ‘ῥόδα μὲν γὰρ αὐτόθι καὶ λευκόια καὶ ἀσπάραγοι καὶ τὰ παραπλήσια τούτοις οὐ πλεῖον διαλείπει μηνῶν τριῶν, τὸ δὲ θαλάττιον ὄψον καὶ κατὰ τὸ πλῆθος καὶ κατὰ τὴν χρηστότητα καὶ κατὰ τὸ κάλλος μεγάλην ἔχει διαφορὰν πρὸς τὸ γινόμενον ἐν τῇ καθ’ ἡμᾶς θαλάττῃ. καὶ ὁ μὲν τῶν κριθῶν Σικελικὸς μέδιμνός ἐστι δραχμῆς, ὁ δὲ τῶν πυρῶν ἐννέα ὀβολῶν Ἀλεξανδρεινῶν· τοῦ δ’ οἴνου δραχμῆς ὁ μετρητὴς καὶ ἔριφος ὁ μέτριος ὀβολοῦ καὶ λαγώς. τῶν δ᾽ ἀρνῶν τριώβολον καὶ τετρώβολον ἡ τιμή, ὗς δὲ πίων ἑκατὸν μνᾶς ἄγων πέντε δραχμῶν καὶ πρόβατον δυεῖν, τάλαντον δὲ σύκων τριῶν ὀβολῶν, μόσχος δραχμῶν πέντε καὶ βοῦς ζύγιμος δέκα. τὰ δὲ τῶν ἀγρίων ζῴων κρέα σχεδὸν οὐδὲ κατηξιοῦτο τιμῆς, ἀλλ’ ἐν ἐπιδόσει καὶ χάριτι τὴν ἀλλαγὴν ποιοῦνται τούτων.’ ἡμῖν δὲ ὁ καλὸς Λαρήνσιος τὴν Ῥώμην Λυσιτανίαν ἑκάστοτε παρέχων ἐμπίπλησι παντοίων ἀγαθῶν ὁσημέραι, μετὰ τοῦ ἡδέος καὶ μεγαλοφρόνως φιλοτιμούμενος, οὐδὲν φερομένοις οἴκοθεν ἢ λογάρια.

πολλῶν δὲ λεχθέντων ἐπὶ τοῖς ἰχθύσι λόγων δῆλος μὲν ἦν ἀχθόμενος ὁ Κύνουλκος. καὶ ὁ καλὸς Δημόκριτος αὐτὸν προφθάσας ἔφη· ‘ἀλλὰ μήν, ‘ἄνδρες ἰχθύες’ κατὰ τὸν Ἄρχιππον (I 685 K), παρελίπετε (δεῖ γὰρ καὶ ἡμᾶς μικρὰ προσοψωνῆσαι) τούς τε ὀρυκτοὺς ἰχθύας καλουμένους, οἳ ἐν Ἡρακλείᾳ γίγνονται καὶ περὶ Τίον τοῦ Πόντου τὴν Μιλησίων ἀποικίαν, ἱστοροῦντος περὶ αὐτῶν Θεοφράστου (fr. 171 W). ὁ δ’ αὐτὸς οὗτος φιλόσοφος καὶ περὶ τῶν πηγνυμένων

v.2.p.229
διὰ χειμῶνα τῷ κρυστάλλῳ ἱστόρησεν, οἳ οὐ πρότερον αἰσθάνονται οὐδὲ κινοῦνται, πρὶν ἂν εἰς τὰς λοπάδας ἐμβληθέντες ἕψωνται. ἴδιον δὲ παρὰ τούτους συμβαίνει τὸ περὶ τοὺς ἐν Παφλαγονίᾳ ὀρυκτοὺς καλουμένους ἰχθῦς γινόμενον· ὀρύττεσθαι γὰρ κατὰ βάθους πλέονος τοὺς τόπους οὔτε ποταμῶν ἐπιχύσεις ἔχοντας οὔτε φανερῶν ναμάτων, καὶ εὑρίσκεσθαι ἐν αὐτοῖς ἰχθῦς ζῶντας.

Μνασέας δὲ ὁ Πατρεὺς ἐν τῷ Περίπλῳ (FHG III 150) τοὺς ἐν τῷ Κλείτορι ποταμῷ φησιν ἰχθῦς φθέγγεσθαι, καίτοι μόνους εἰρηκότος Ἀριστοτέλους (fr. 272 R) φθέγγεσθαι σκάρον καὶ τὸν ποτάμιον χοῖρον. Φιλοστέφανος δ’ ὁ Κυρηναῖος μὲν γένος, Καλλιμάχου δὲ γνώριμος, ἐν τῷ περὶ τῶν παραδόξων ποταμῶν (FHG III 32) ἐν Ἀόρνῳ φησὶ τῷ ποταμῷ διὰ Φενεοῦ ῥέοντι ἰχθῦς εἶναι φθεγγομένους ὁμοίως κίχλαις· καλεῖσθαι δ᾽ αὐτοὺς ποικιλίας. Νυμφόδωρος δ’ ὁ Συρακόσιος ἐν τοῖς Περίπλοις (FHG II 376) ἐν τῷ Ἑλώρῳ ποταμῷ λάβρακας εἶναί φησι καὶ ἐγχέλεις μεγάλας οὕτω τιθασοὺς ὡς ἐκ τῶν χειρῶν δέχεσθαι τῶν προσφερόντων ἄρτους. ἐγὼ δὲ ἐν τῇ κατὰ Χαλκίδα Ἀρεθούσῃ τεθέαμαι, ἴσως δὲ καὶ ὑμῶν οἱ πλεῖστοι, κεστρεῖς χειροήθεις καὶ ἐγχέλεις ἐνώτια ἐχούσας ἀργυρᾶ καὶ χρυσᾶ, λαμβανούσας τε καὶ λαμβάνοντας παρὰ τῶν προσφερόντων τροφὰς τά τε ἀπὸ τῶν ἱερείων σπλάγχνα καὶ τυροὺς χλωρούς. Σῆμος δ’ ἐν ἕκτῳ Δηλιάδος (FHG IV 494) ‘Ἀθηναίοις, φησί, θυομένοις ἐν Δήλῳ τὴν χέρνιβα βάψας ὁ παῖς προσήνεγκε κἀν τῇ φιάλῃ

v.2.p.230
μετὰ τοῦ ὕδατος ἰχθῦς κατέχεεν. εἰπεῖν οὖν αὐτοῖς τοὺς τῶν Δηλίων μάντεις ὡς κυριεύσουσι τῆς θαλάσσης.’

Πολύβιος δ’ ἐν τῇ τετάρτῃ καὶ τριακοστῇ τῶν ἱστοριῶν (c. 10 H) μετὰ τὴν Πυρήνην φησὶν ἕως τοῦ Νάρβωνος ποταμοῦ πεδίον εἶναι, δι’ οὗ φέρεσθαι ποταμοὺς Ἰλλέβεριν καὶ Ῥόσκυνον ῥέοντας παρὰ πόλεις ὁμωνύμους κατοικουμένας ὑπὸ Κελτῶν. ἐν οὖν τῷ πεδίῳ τούτῳ εἶναι τοὺς λεγομένους ἰχθῦς ὀρυκτούς. εἶναί τε τὸ πεδίον λεπτόγειον καὶ πολλὴν ἄγρωστιν ἔχον πεφυκυῖαν· ὑπὸ δὲ ταύτην διάμμου τῆς γῆς οὔσης ἐπὶ δύο καὶ τρεῖς πήχεις ὑπορρεῖν τὸ πλαζόμενον ἀπὸ τῶν ποταμῶν ὕδωρ· μεθ’ οὗ ἰχθύες κατὰ τὰς παρεκχύσεις ὑποτρέχοντες ὑπὸ τὴν γῆν χάριν τῆς τροφῆς (φιληδοῦσι γὰρ τῇ τῆς ἀγρώστεως ῥίζη) πεποιήκασι πᾶν τὸ πεδίον πλῆρες ἰχθύων ὑπογείων, οὓς ἀνορύττοντες λαμβάνουσιν. ἐν Ἰνδοῖς δέ φησι Θεόφραστος (fr. 171 W) τοὺς ἰχθῦς ἐκ τῶν ποταμῶν εἰς τὴν γῆν ἐξιόντας καὶ πηδῶντας πάλιν εἰς τὸ ὕδωρ ἀπιέναι καθάπερ τοὺς βατράχους, ὁμοίους ὄντας τὴν ἰδέαν τοῖς μαξείνοις καλουμένοις ἰχθύσιν.

οὐκ ἔλαθεν δέ με οὐδὲ Κλέαρχος ὁ ἀπὸ τοῦ περιπάτου ὅσ᾽ εἴρηκε καὶ περὶ τοῦ ἐξωκοίτου καλουμένου ἰχθύος ἐν τῷ ἐπιγραφομένῳ περὶ τῶν ἐνύδρων (FHG II 325). εἴρηκε γὰρ — κρατεῖν δ’ οἶμαι καὶ τῆς λέξεως οὕτως ἐχούσης· ‘ὁ ἐξώκοιτος ἰχθύς, ὃν ἔνιοι καλοῦσιν ἅδωνιν, τοὔνομα μὲν εἴληφε διὰ τὸ πολλάκις τὰς ἀναπαύσεις ἔξω τοῦ ὑγροῦ ποιεῖσθαι· ἐστὶ δὲ ὑπόπυρρος καὶ ἀπὸ τῶν βραγχίων ἑκατέρωθεν τοῦ σώματος μέχρι τῆς

v.2.p.231
κέρκου μίαν ἔχει διηνεκῆ λευκὴν ῥάβδον. ἐστὶ δὲ στρογγύλος, ἀλλ᾽ οὐ πλατὺς ὢν κατὰ τὸ μέγεθος ἴσος ἐστὶ τοῖς παραιγιαλίταις κεστρινίσκοις· οὗτοι δ’ εἰσὶν ὀκταδάκτυλοι μάλιστα τὸ μῆκος. τὸ δὲ σύνολον ὁμοιότατός ἐστι τῷ καλουμένῳ τράγῳ ἰχθυδίῳ πλὴν τοῦ ὑπὸ τὸν στόμαχον μέλανος, ὃ καλοῦσι τοῦ τράγου πώγωνα. ἐστὶ δ’ ὁ ἐξώκοιτος τῶν πετραίων καὶ βιοτεύει περὶ τοὺς πετρώδεις τόπους· καὶ ὅταν ᾖ γαλήνη, συνεξορούσας τῷ κύματι κεῖται ἐπὶ τῶν πετριδίων πολὺν χρόνον ἀναπαυόμενος ἐν τῷ ξηρῷ καὶ μεταστρέφει μὲν ἑαυτὸν πρὸς τὸν ἥλιον· ὅταν δ’ ἱκανῶς αὐτῷ τὰ πρὸς τὴν ἀνάπαυσιν ἔχῃ, προσκυλινδεῖται τῷ ὑγρῷ, μέχρι οὗ ἂν πάλιν ὑπολαβὸν αὐτὸν τὸ κῦμα κατενέγκῃ μετὰ τῆς ἀναρροίας εἰς τὴν θάλασσαν. ὅταν δ’ ἐγρηγορὼς ἐν τῷ ξηρῷ τύχῃ, φυλάττεται τῶν ὀρνίθων τοὺς παρευδιαστὰς καλουμένους, ὧν ἐστι κηρύλος, τροχίλος καὶ ὁ τῇ κρεκὶ προσεμφερὴς ἐρῳδιός· οὗτοι γὰρ ἐν ταῖς εὐδίαις παρὰ τὸ ξηρὸν νεμόμενοι πολλάκις αὐτῷ περιπίπτουσιν, οὓς ὅταν προΐδηται φεύγει πηδῶν καὶ ἀσπαίρων, ἕως ἂν εἰς τὸ ὕδωρ ἀποκυμβήσῃ.’

ἔτι ὁ αὐτὸς Κλέαρχος καὶ ταῦτά φησι, σαφέστερον τοῦ Κυρηναίου Φιλοστεφάνου, οὗ πρότερον ἐμνήσθην (p. 331 d)· ‘ἐπεί τινες τῶν ἰχθύων οὐκ ἔχοντες βρόγχον φθέγγονται. τοιοῦτοι δ’ εἰσὶν οἱ περὶ Κλείτορα τῆς Ἀρκαδίας ἐν τῷ Λάδωνι καλουμένῳ ποταμῷ· φθέγγονται γὰρ καὶ πολὺν ἦχον ἀποτελοῦσιν.’ Νικόλαος δ’ ὁ Δαμασκηνὸς ἐν τῇ τετάρτῃ πρὸς ταῖς ἑκατὸν τῶν ἱστοριῶν (FHG III 416) ‘περὶ Ἀπάμειαν, φησί, τὴν Φρυγιακὴν κατὰ τὰ Μιθριδατικὰ

v.2.p.232
σεισμῶν γενομένων ἀνεφάνησαν περὶ τὴν χώραν αὐτῶν λίμναι τε αἱ πρότερον οὐκ οὖσαι καὶ ποταμοὶ καὶ ἄλλαι πηγαὶ ὑπὸ τῆς κινήσεως ἀνοιχθεῖσαι, πολλαὶ δὲ καὶ ἠφανίσθησαν, τοσοῦτόν τε ἄλλο ἀνέβλυσεν αὐτῶν ἐν τῇ γῇ πικρόν τε καὶ γλαυκὸν ὕδωρ, πλεῖστον ὅσον ἀπεχούσης τῶν τόπων τῆς θαλάσσης, ὥστε ὀστρέων πλησθῆναι τὸν πλησίον τόπον ἅπαντα καὶ ἰχθύων τῶν τε ἄλλων ὅσα τρέφει ἡ θάλασσα.’ οἶδα δὲ καὶ πολλαχοῦ ὕσαντα τὸν θεὸν ἰχθύσι· Φαινίας γοῦν ἐν δευτέρῳ πρυτάνεων Ἐρεσίων (FHG II 294) ἐν Χερρονήσῳ φησὶν ἐπὶ τρεῖς ἡμέρας ὗσαι τὸν θεὸν ἰχθύας. καὶ Φύλαρχος δ’ ἐν τετάρτῃ (FHG I 335) ἑωρακέναι τινὰς πολλαχοῦ τὸν θεὸν ὕσαντα ἰχθύσι, πολλάκις δὲ καὶ γυρίνοις τοῦ αὐτοῦ συμβαίνοντος καὶ ἐπὶ βατράχων. Ἡρακλείδης γοῦν ὁ Λέμβος ἐν τῇ καʹ τῶν ἱστοριῶν (FHG III 168) ‘περὶ τὴν Παιονίαν καὶ Δαρδανίαν βατράχους, φησίν, ὗσεν ὁ θεὸς καὶ τοσοῦτο αὐτῶν ἐγένετο τὸ πλῆθος ὡς τὰς οἰκίας καὶ τὰς ὁδοὺς πλήρεις εἶναι. τὰς μὲν οὖν πρώτας ἡμέρας κτείνοντες τούτους καὶ συγκλείοντες τὰς οἰκίας διεκαρτέρουν· ὡς δ’ οὐδὲν ἤνυον, ἀλλὰ τά τε σκεύη ἐπληροῦτο καὶ μετὰ τῶν ἐδεσμάτων εὑρίσκοντο συνεψόμενοι καὶ συνοπτώμενοι οἱ βάτραχοι καὶ πρὸς τούτοις οὔτε τοῖς ὕδασιν ἦν χρῆσθαι οὔτε τοὺς πόδας ἐπὶ τὴν γῆν θεῖναι συσσεσωρευμένων αὐτῶν, ἐνοχλούμενοι δὲ καὶ ὑπὸ τῆς τῶν τετελευτηκότων ὀδμῆς ἔφυγον τὴν χώραν.’