Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

κρεῖττον δ’ ἂν εἶχε, φησὶν ὁ Χρύσιππος, εἰ μετελήφθη τὰ ἐπὶ τοῦ Σαρδαναπάλλου οὕτως·

  1. εὖ εἰδὼς ὅτι θνητὸς ἔφυς σὸν θυμὸν ἄεξε,
  2. τερπόμενος μύθοισι· φαγόντι σοι οὔτις ὄνησις.
  3. καὶ γὰρ ἐγὼ ῥάκος εἰμί, φαγὼν ὡς πλεῖστα καὶ
  4. ἡσθείς.
  5. ταῦτ’ ἔχω ὅσσ’ ἔμαθον καὶ ἐφρόντισα καὶ μετὰ
  6. τούτων
  7. ἔσθλ’ ἔπαθον· τὰ δὲ λοιπὰ καὶ ἡδέα πάντα λέλειπται.
    v.2.p.241
παγκάλως δὲ καὶ ὁ Τίμων ἔφη (cf. p. 24 Wachsm.)·
  1. πάντων μὲν πρώτιστα κακῶν ἐπιθυμίη ἐστί.

Κλέαρχος δὲ ἐν τοῖς περὶ παροιμιῶν (FHG II 319) καὶ διδάσκαλον τοῦ Ἀρχεστράτου γενέσθαι φησὶν Τερψίωνα, ὃν καὶ πρῶτον Γαστρολογίαν γράψαντα διακελεύεσθαι τοῖς μαθηταῖς τίνων ἀφεκτέον. ἀπεσχεδιακέναι τε τὸν Τερψίωνα καὶ περὶ τῆς χελώνης τάδε·

  1. ἢ κρῆ χελώνης δεῖ φαγεῖν ἢ μὴ φαγεῖν.
ἄλλοι δ’ οὕτως λέγουσιν·
  1. ἢ δεῖ χελώνης κρέα φαγεῖν ἢ μὴ φαγεῖν.

πόθεν δὲ ὑμῖν, ὦ σοφώτατοι, ἐπῆλθε καὶ ὁ ὀψολόγος Δωρίων, ὡς καὶ συγγραφεύς τις γενόμενος; ὃν ἐγὼ κρουματοποιὸν οἶδα ὀνομαζόμενον καὶ φίλιχθυν, συγγραφέα δὲ οὔ. ὡς μὲν οὖν κρουματοποιοῦ μνημονεύει Μάχων ὁ κωμῳδιοποιὸς οὕτως·

  1. ὁ κρουματοποιὸς Δωρίων ποτ’ εἰς Μυλῶν
  2. ἐλθὼν κατάλυσιν οὐδαμοῦ μισθωσίμην
  3. δυνάμενος εὑρεῖν ἐν τεμένει καθίσας τινί,
  4. ὃ πρὸ τῶν πυλῶν ἦν κατὰ τύχην ἱδρυμένον,
  5. ἰδών τ’ ἐκεῖ θύοντα τὸν νεωκόρον,
  6. ‘πρὸς τῆς Ἀθηνᾶς καὶ θεῶν, τίνος, φράσον,
  7. ἐστὶν ὁ νεώς, βέλτιστε, φησίν, οὑτοσί;’
  8. ὃ δ’ εἶπεν αὐτῷ ‘Ζηνοποσειδῶνος, ξένε.’
  9. ὁ Δωρίων δὲ ‘πῶς ἂν οὖν ἐνταῦθ᾽, ἔφη,
  10. δύναιτο καταγωγεῖον ἐξευρεῖν τις, οὗ
  11. καὶ τοὺς θεοὺς φάσκουσιν οἰκεῖν σύνδυο;’
Λυγκεὺς δ’ ὁ Σάμιος, ὁ Θεοφράστου μὲν μαθητής, Δούριδος δὲ ἀδελφὸς τοῦ τὰς ἱστορίας γράψαντος καὶ
v.2.p.242
τυραννήσαντος τῆς πατρίδος, ἐν τοῖς ἀποφθέγμασιν· ‘Δωρίωνι τῷ αὐλητῇ φάσκοντός τινος ἀγαθὸν ἰχθὺν εἶναι βατίδα, ‘ὥσπερ ἂν εἴ τις, ἔφη, ἑφθὸν τρίβωνα ἐσθίοι’. ἐπαινοῦντος δ’ ἄλλου τὰ τῶν θύννων ὑπογάστρια ‘καὶ μάλα, ἔφη· δεῖ μέντοι γε ἐσθίειν αὐτά, ὥσπερ ἐγὼ ἐσθίω.’ εἰπόντος δὲ ‘πῶς;’ ‘ἡδέως’ ἔφη. τοὺς δὲ καράβους ἔφη τρία ἔχειν, διατριβὴν καὶ εὐωχίαν καὶ θεωρίαν. ἐν Κύπρῳ δὲ παρὰ Νικοκρέοντι δειπνῶν ἐπῄνεσε ποτήριόν τι. καὶ ὁ Νικοκρέων ἔφη· ‘ἐὰν βούλῃ, ὁ αὐτὸς τεχνίτης ποιήσει σοι ἕτερον.’ ‘σοί γε, ἔφη, ἐμοὶ δὲ τοῦτο δός,’ οὐκ ἀνοήτως γε τοῦτο φήσας ὁ αὐλητής· λόγος γὰρ παλαιὸς ὡς ὅτι
  1. ἀνδρὶ μὲν αὐλητῆρι θεοὶ νόον οὐκ ἐνέφυσαν,
  2. ἀλλ’ ἅμα τῷ φυσῆν χὠ νόος ἐκπέταται.’

Ἡγήσανδρος δ’ ἐν τοῖς ὑπομνήμασι (FHG IV 416) τάδε φησὶ περὶ αὐτοῦ· ‘Δωρίων ὁ ὀψοφάγος τοῦ παιδὸς οὐκ ἀγοράσαντος ἰχθῦς μαστιγῶν αὐτὸν ἐκέλευεν τῶν ἀρίστων ἰχθύων ὀνόματα λέγειν. τοῦ δὲ παιδὸς ὀρφὸν καὶ γλαυκίσκον καὶ γόγγρον καὶ τοιούτους ἑτέρους καταριθμοῦντος ‘ἰχθύων σε, φησίν, ἐκέλευον ὀνόματα λέγειν, οὐ θεῶν.’ ὁ αὐτὸς Δωρίων καταγελῶν τοῦ ἐν τῷ Τιμοθέου Ναυτίλῳ χειμῶνος ἔφασκεν ἐν κακκάβᾳ ζεούσᾳ μείζονα ἑωρακέναι χειμῶνα. Ἀριστόδημος δὲ ἐν δευτέρῳ γελοίων ἀπομνημονευμάτων (FHG III 310) φησί· ‘Δωρίωνος τοῦ κρουματοποιοῦ κυλλόποδος ὄντος ἀπώλετο ἐν συμποσίῳ τοῦ χωλοῦ ποδὸς τὸ βλαυτίον. καὶ ὃς ‘οὐθέν, ἔφη, πλεῖον καταράσομαι τῷ κλέψαντι ἢ ἁρμόσαι αὐτῷ τὸ σανδάλιον.’ ὅτι δ’ ἦν ὁ Δωρίων οὗτος ἐπὶ ὀψοφαγίᾳ

v.2.p.243
διαβόητος φανερὸν ἐξ ὧν λέγει Μνησίμαχος ὁ κωμῳδιοποιὸς ἐν Φιλίππῳ δράματι (II 442 K)·
  1. οὔκ, ἀλλὰ καὶ τῆς νυκτός ἐστι Δωρίων
  2. ἔνδον παρ’ ἡμῖν λοπαδοφυσητής.

οἶδα δὲ καὶ ἃ ὁ Ἑρμιονεὺς Λᾶσος ἔπαιξε περὶ ἰχθύων, ἅπερ Χαμαιλέων ἀνέγραψεν ὁ Ἡρακλεώτης ἐν τῷ περὶ αὐτοῦ τοῦ Λάσου συγγράμματι λέγων ὧδε (fr. 12 Koepke)· τὸν Λᾶσόν φησι τὸν ὠμὸν ἰχθὺν ὀπτὸν εἶναι φάσκειν. θαυμαζόντων δὲ πολλῶν ἐπιχειρεῖν λέγοντα ὡς ὃ ἔστιν ἀκοῦσαι τοῦτό ἐστιν ἀκουστὸν καὶ ὃ ἔστιν νοῆσαι τοῦτό ἐστιν νοητόν· ὡσαύτως οὖν καὶ ὃ ἔστιν ἰδεῖν τοῦτ’ εἶναι ὀπτόν· ὥστ’ ἐπειδὴ τὸν ἰχθὺν ἦν ἰδεῖν, ὀπτὸν αὐτὸν εἶναι. καὶ παίζων δέ ποτε ἰχθὺν παρά τινος τῶν ἁλιέων ὑφείλετο καὶ λαβὼν ἔδωκέ τινι τῶν παρεστώτων. ὁρκίζοντος δὲ ὤμοσεν μήτ’ αὐτὸς ἔχειν τὸν ἰχθὺν μήτ’ ἄλλῳ συνειδέναι λαβόντι, διὰ τὸ λαβεῖν μὲν αὐτόν, ἔχειν δὲ ἕτερον, ὃν ἐδίδαξεν ἀπομόσαι πάλιν ὅτι οὔτ’ αὐτὸς ἔλαβεν οὔτ’ ἄλλον ἔχοντα οἶδεν· εἰλήφει μὲν γὰρ ὁ Λᾶσος, εἶχεν δὲ αὐτός. τοιαῦτα δὲ καὶ Ἐπίχαρμος παίζει, ὥσπερ ἐν Λόγῳ καὶ Λογίνᾳ (p. 245 L)·

  1. ὁ Ζεύς μ’ ἐκάλεσε, Πέλοπί γ’ ἔρανον ἑστιῶν.
  2. Β. ἦ παμπόνηρον ὄψον, ὦ ᾽τάν, ὁ γέρανος.
  3. Α. ἀλλ’ οὔτι γέρανον, ἀλλ’ ἔρανόν γά τοι λέγω.

Ἄλεξις δ’ ἐν Δημητρίῳ Φάυλλόν τινα κωμῳδεῖ ὡς φίλιχθυν ἐν τούτοις (II 314 K)·

  1. πρότερον μὲν εἰ πνεύσειε βορρᾶς ἢ νότος
    v.2.p.244
  2. ἐν τῇ θαλάττῃ λαμπρός, ἰχθῦς οὐκ ἐνῆν
  3. οὐδενὶ φαγεῖν. νυνὶ δὲ πρὸς τοῖς πνεύμασι
  4. τούτοις Φάυλλος προσγέγονε χειμὼν τρίτος.
  5. ἐπὰν γὰρ ἐκνεφίας καταιγίσας τύχῃ
  6. ἐς τὴν ἀγοράν, τοὔψον πριάμενος οἴχεται
  7. φέρων ἅπαν τὸ ληφθέν· ὥστε γίγνεται
  8. ἐν τοῖς λαχάνοις τὸ λοιπὸν ἡμῖν ἡ μάχη.
Ἀντιφάνης δ’ ἐν Ἁλιευομένῃ φιληδοῦντάς τινας καταλέγων ἰχθύσιν φησί (II 20 K)·
  1. τὰς σηπίας δὸς πρῶτον. Ἡράκλεις ἄναξ,
  2. ἅπαντα τεθολώκασιν. οὐ βαλεῖς πάλιν
  3. εἰς τὴν θάλατταν καὶ πλυνεῖς; μὴ φῶσί σε
  4. Δωριάς, ἀλλ’ οὐ σηπίας εἰληφέναι.
  5. τὸν κάραβον δὲ τόνδε πρὸς τὰς μαινίδας
  6. ἀπόδος· παχύς γε νὴ Δί᾽. ὦ Ζεῦ, τίς ποτε,
  7. ὦ Καλλιμέδων, σὲ κατέδετ’ ἄρτι τῶν φίλων;
  8. οὐδεὶς ὃς ἂν μὴ κατατιθῇ τὰς συμβολάς.
  9. ὑμᾶς δ’ ἔταξα δεῦρο πρὸς τὰ δεξιά,
  10. τρίγλας, ἔδεσμα τοῦ καλοῦ Καλλισθένους·
  11. κατεσθίει γοῦν ἐπὶ μιᾷ τὴν οὐσίαν.
  12. καὶ τὸν Σινώπης γόγγρον ἤδη παχυτέρας
  13. ἔχοντ’ ἀκάνθας τουτονὶ τίς λήψεται
  14. πρῶτος προσελθών; Μισγόλας γὰρ οὐ πάνυ
  15. τούτων ἐδεστής. ἀλλὰ κίθαρος οὑτοσί,
  16. ὃν ἂν ἴδῃ τὰς χεῖρας οὐκ ἀφέξεται.
  17. καὶ μὴν ἀληθῶς τοῖς κιθαρῳδοῖς ὡς σφόδρα
    v.2.p.245
  18. ἅπασιν οὗτος ἐπιπεφυκὼς λανθάνει.
  19. ἀνδρῶν δ’ ἄριστον Κωβιὸν πηδῶντ’ ἔτι
  20. πρὸς Πυθιονίκην τὴν καλὴν πέμψαι με δεῖ·
  21. ἁδρὸς γάρ ἐστιν. ἀλλ’ ὅμως οὐ γεύσεται·
  22. ἐπὶ τὸ τάριχός ἐστιν ὡρμηκυῖα γάρ.
  23. ἀφύας δὲ λεπτὰς τάσδε καὶ τὴν τρυγόνα
  24. χωρὶς Θεανοῖ δεῦρ’ ἔθηκ’ ἀντιρρόπους.

πιθανώτατα ἐν τούτοις ὁ Ἀντιφάνης καὶ τὸν Μισγόλαν κεκωμῴδηκεν ὡς ἐσπουδακότα περὶ κιθαρῳδοὺς καὶ κιθαριστὰς ὡραίους. φησὶ γὰρ καὶ ὁ ῥήτωρ Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου λόγῳ (§ 41) περὶ αὐτοῦ τάδε· ‘Μισγόλας ἐστὶν Ναυκράτους, ἄνδρες Ἀθηναῖοι, Κολλυτεύς, ἀνὴρ τὰ μὲν ἄλλα καλὸς καὶ ἀγαθός, καὶ οὐδαμῇ ἄν τις αὐτὸν μέμψαιτο, περὶ δὲ τὸ πρᾶγμα τοῦτο δαιμονίως ἐσπουδακὼς καὶ ἀεί τινας εἰωθὼς ἔχειν περὶ αὑτὸν κιθαρῳδοὺς ἢ κιθαριστάς. ταυτὶ δὲ λέγω οὐ τοῦ φορτικοῦ ἕνεκα, ἀλλ’ ἵνα γνωρίσητε αὐτὸν ὅστις ἐστίν.’ καὶ Τιμοκλῆς δ’ ἐν Σαπφοῖ φησιν (II 464 K)·

  1. ὁ Μισγόλας οὐ προσιέναι σοι φαίνεται
  2. ἀνθοῦσι τοῖς νέοισιν ἠρεθισμένος.
Ἄλεξις δ’ ἐν Ἀγωνίδι ἢ Ἱππίσκῳ (II 298 K)·
  1. ὦ μῆτερ, ἱκετεύω σε, μὴ ᾽πίσειέ μοι
  2. τὸν Μισγόλαν· οὐ γὰρ κιθαρῳδός εἰμ’ ἐγώ.

Πυθιονίκην δέ φησι φιληδεῖν ταρίχῳ, ἐπεὶ ἐραστὰς εἶχε τοὺς Χαιρεφίλου τοῦ ταριχοπώλου υἱούς, ὡς Τιμοκλῆς ἐν Ἰκαρίοις φησίν (II 459 K)· ‘Ἄνυτος

v.2.p.246
ὁ παχὺς πρὸς Πυθιονίκην ὅταν ἐλθὼν φάγῃ τι. καλεῖ γὰρ αὐτόν, ὥς φασιν, ὁπόταν Χαιρεφίλου τοὺς δύο σκόμβρους ξενίσῃ μεγάλους ἡδομένη.’ καὶ πάλιν (ib. 458)·
  1. ἡ Πυθιονίκη δ’ ἀσμένως σε δέξεται
  2. καὶ σοῦ κατέδεται τυχὸν ἴσως ἃ νῦν ἔχεις
  3. λαβὼν παρ’ ἡμῶν δῶρ᾽· ἄπληστός ἐστι γάρ.
  4. ὅμως δὲ δοῦναί σοι κέλευσον σαργάνας
  5. αὐτήν· ταρίχους εὐπόρως γὰρ τυγχάνει
  6. ἔχουσα καὶ σύνεστι σαπέρδαις δυσὶν
  7. καὶ ταῦτ’ ἀνάλτοις καὶ πλατυρρύγχοις τισί.
πρὸ τούτων δ’ ἦν ἐραστὴς αὐτῆς Κωβιός τις ὄνομα.

περὶ δὲ Καλλιμέδοντος τοῦ Καράβου ὅτι καὶ φίλιχθυς ἦν καὶ διάστροφος τοὺς ὀφθαλμούς, Τιμοκλῆς ἐν Πολυπράγμονι (II 463 K)·

  1. εἶθ’ ὁ Καλλιμέδων ἄφνω
  2. ὁ Κάραβος προσῆλθεν. ἐμβλέπων δέ μοι,
  3. ὡς γοῦν ἐδόκει, πρὸς ἕτερον ἄνθρωπόν τινα
  4. ἐλάλει. συνιεὶς δ’ οὐδὲν εἰκότως ἐγὼ
  5. ὧν ἔλεγεν ἐπένευον διακενῆς· τῷ δ’ ἄρα
  6. βλέπουσι χωρὶς καὶ δοκοῦσιν αἱ κόραι.
Ἄλεξις δ’ ἐν Κρατεύᾳ ἢ Φαρμακοπώλῃ (II 337 K)·
  1. τῷ Καλλιμέδοντι γὰρ θεραπεύω τὰς κόρας
  2. ἤδη τετάρτην ἡμέραν. Β. ἦσαν κόραι
  3. θυγατέρες αὐτῷ; Α. τὰς μὲν οὖν τῶν ὀμμάτων,
  4. ἃς οὐδ’ ὁ Μελάμπους, ὃς μόνος τὰς Προιτίδας
  5. ἔπαυσε μαινομένας, καταστήσειεν ἄν.
    v.2.p.247
ὁμοίως αὐτὸν σκώπτει κἀν τοῖς ἐπιγραφομένοις Συντρέχουσιν. εἰς δὲ ὀψοφαγίαν ἐν μὲν Φαίδωνι ἢ Φαιδρίᾳ οὕτως (II 388 K)·
  1. ἀγορανομήσεις, ἂν θεοὶ θέλωσι, σύ,
  2. ἵνα Καλλιμέδοντ’ εἰς τοὔψον, εἰ φιλεῖς ἐμέ,
  3. παύσῃς καταιγίζοντα δι’ ὅλης ἡμέρας.
  4. Β. ἔργον τυράννων, οὐκ ἀγορανόμων λέγεις.
  5. μάχιμος γὰρ ἁνήρ, χρήσιμος δὲ τῇ πόλει.
τὰ αὐτὰ ἰαμβεῖα φέρεται κἀν τῇ ἐπιγραφομένῃ Εἰς τὸ φρέαρ. ἐν δὲ Μανδραγοριζομένῃ (II 350 K)·
  1. εἴ τινας μᾶλλον φιλῶ
  2. ξένους ἑτέρους ὑμῶν, γενοίμην ἔγχελυς,
  3. ἵνα Καλλιμέδων ὁ Κάραβος πρίαιτό με.
ἐν δὲ Κρατεύᾳ (II 337 K)·
  1. καὶ Καλλιμέδων μετ’ Ὀρφέως ὁ Κάραβος.
Ἀντιφάνης δ’ ἐν Γοργύθῳ (II 42 K)·
  1. ἧττόν τ’ ἀποσταίην ἂν ὧν προειλόμην
  2. ἢ Καλλιμέδων γλαύκου προοῖτ’ ἂν κρανίον.
Εὔβουλος δ’ ἐν Ἀνασῳζομένοις (II 167 K)·
  1. ἕταιροι δὲ θεοῖσι συμπεπλεγμένοι
  2. μετὰ Καράβου σύνεισιν, ὃς μόνος βροτῶν
  3. δύναται καταπιεῖν ἐκ ζεόντων λοπαδίων
  4. ἅθρους τεμαχίτας, ὥστ’ ἐνεῖναι μηδὲ ἕν.
Θεόφιλος δ’ ἐν Ἰατρῷ ἅμα σκώπτων αὐτοῦ καὶ τὸ ἐν λόγοις ψυχρόν (II 474 K)·
  1. πᾶς δὲ φιλοτίμως πρὸς αὐτὸν τῶν νεανίσκων ...
    v.2.p.248
  2. ........... ἐγχέλειον παρατέθεικε. τῷ πατρὶ
  3. τευθὶς ἦν χρηστή. ‘πατρίδιον, πῶς ἔχεις πρὸς κάραβον;’
  4. ‘ψυχρός ἐστιν, ἄπαγε, φησί· ῥητόρων οὐ γεύομαι.’
Φιλήμονος δ’ ἐν Μετιόντι εἰπόντος (II 489 K)·
  1. Ἀγύρριος δὲ παρατεθέντος καράβου
  2. ὡς εἶδεν αὐτὸν ‘χαῖρε πάππα φίλτατε’
  3. εἴπας τί ἐποίει; τὸν πατέρα κατήσθιεν.
Ἡρόδικος δ’ ὁ Κρατήτειος ἐν τοῖς συμμίκτοις ὑπομνήμασι τοῦ Καλλιμέδοντος υἱὸν ὄντα ἀπέδειξε τὸν Ἀγύρριον.