Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

ΤΡΑΧΟΥΡΟΙ. τούτων ὡς ξηροτέρων μέμνηται Διοκλῆς. Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ φησιν (fr. 20 B)·

  1. ἀκονίας κιγκάλους τε καὶ ἀλλοπίην τράχουρον.
ΤΑΥΛΩΠΙΑΣ. περὶ τούτου Ἀρχέστρατος ἱστορεῖ (fr. 9 R)·
  1. καὶ νεαροῦ μεγάλου τ’ αὐλωπία ἐν θέρει ὠνοῦ
  2. κρανί’ ὅταν Φαέθων πυμάτην ἁψῖδα διφρεύῃ·
  3. καὶ παράθες θερμὸν ταχέως καὶ τρίμμα μετ’ αὐτοῦ.
  4. ὄπτα δ’ ἀμφ’ ὀβελίσκον ἑλὼν ὑπογάστριον αὐτοῦ.

ΤΕΥΘΙΣ. Ἀριστοτέλης εἶναί φησι (p. 323 R) καὶ ταύτην τῶν συναγελαζομένων ἔχειν τε τὰ πλεῖστα τῆς σηπίας, τὸν τῶν ποδῶν ἀριθμόν, τὰς προβοσκίδας. τῶν δὲ ταύτης ποδῶν οἱ μὲν κάτω μικροί εἰσιν, οἱ δ’ ἄνω μείζους· καὶ τῶν προβοσκίδων ἡ δεξιὰ παχυτέρα, καὶ τὸ ὅλον σωμάτιον τρυφερὸν καὶ ὑπομηκέστερον.

v.2.p.218
ἔχει δὲ καὶ θολὸν ἐν τῇ μύτιδι οὐ μέλανα ἀλλ’ ὠχρόν· καὶ τὸ ὄστρακον μικρὸν λίαν καὶ χονδρῶδες.

ΤΕΥΘΟΣ. ὁ δὲ τεῦθος (p. 324 R) μόνῳ τούτῳ διαφέρει, τῷ μεγέθει· γίνεται δὲ καὶ τριῶν σπιθαμῶν. τὸ δὲ χρῶμά ἐστιν ὑπέρυθρος καὶ τῶν ὀδόντων τὸν μὲν κάτω ἐλάττονα ἔχει, τὸν δὲ ἄνω μείζονα, ἄμφω δὲ μέλανας καὶ ὁμοίους ῥύγχει ἱέρακος. ἀναπτυχθεὶς δὲ κοιλίαν ἔχει ὁμοίαν ταῖς ὑείαις. ἐν δὲ εʹ μορίων (p. 550 b 14) βραχύβιά φησιν εἶναι τὸν τεῦθον καὶ τὴν σηπίαν. Ἀρχέστρατος δ’ ὁ πᾶσαν γῆν καὶ θάλασσαν διὰ γαστριμαργίαν περιελθών πλεύσας φησι (fr. 43 R)·

  1. τευθίδες ἐν Δίῳ τῷ Πιερικῷ παρὰ χεῦμα
  2. Βαφύρα· καὶ ἐν Ἀμβρακίᾳ παμπληθέας ὄψει.
Ἄλεξις δὲ ἐν Ἐρετρικῷ τάδε ποιεῖ λέγοντα μάγειρον (II 323 K)·
  1. τευθίδες, σπίναι, βατίς, δῆμος, ἀφύαι,
  2. κρεᾴδι’ , ἐντερίδια· ἀλλὰ τὰς μὲν τευθίδας,
  3. τὰ πτερύγι’ αὐτῶν συντεμών, στεατίου
  4. μικρὸν παραμίξας, περιπάσας ἡδύσμασι
  5. λεπτοῖσι χλωροῖς ὠνθύλευσα.
καὶ πέμμα δέ τι τευθίδα ὀνομάζειν Ἰατροκλέα ἐν Ἀρτοποιικῷ φησι Πάμφιλος.

  1. ΥΕΣ. Ἐπίχαρμος ἐν Ἥβας γάμῳ (p. 234 L)·
  2. ἦν δ’ ὑαινίδες τε βούγλωσσοί τε καὶ κίθαρος ἐνῆς.
λέγει δέ τινας καὶ ὕας διὰ τούτων (p. 237 L)·
  1. χαλκίδες θ’ ὕες τε ἱέρακές τε χὠ πίων κύων,
εἰ μὴ ἄρα οὗτοι οἱ αὐτοί εἰσι τῷ κάπρῳ.
v.2.p.219
Νουμήνιος δ’ ἐν τῷ Ἁλιευτικῷ ἄντικρυς ὕαινάν τινα καταριθμεῖται ἐν τούτοις (fr. 13 B)·
  1. κανθαρίδα προφανεῖσαν ὕαινάν τε τρίγλην τε.
καὶ Διονύσιος δ’ ἐν Ὀψαρτυτικῷ τῆς ὑαίνης μνημονεύει. Ἀρχέστρατος δ’ ὁ ὀψοδαίδαλος (fr. 44 R)·
  1. ἐν δ’ Αἴνῳ καὶ τῷ Πόντῳ τὴν ὗν ἀγόραζε,
  2. ἣν καλέουσί τινες θνητῶν ψαμμῖτιν ὀρυκτήν.
  3. τούτου τὴν κεφαλὴν ἕψειν μηδὲν προσενεγκὼν
  4. ἥδυσμ᾽, ἀλλ’ ἐς ὕδωρ μόνον ἐνθεὶς καὶ θαμὰ κινῶν
  5. ὕσσωπον παράθες τρίψας, κἂν ἄλλο τι χρῄζῃς,
  6. δριμὺ διεὶς ὄξος· κᾆτ’ ἔμβαπτ’ εὖ καὶ ἐπείγου
  7. οὕτως ὡς πνίγεσθαι ὑπὸ σπουδῆς καταπίνων.
  8. τὴν λοφιὰν δ’ ὀπτᾶν αὐτῆς καὶ τἄλλα τὰ πλεῖστα.
μήποτ’ οὖν καὶ ὁ Νουμήνιος ἐν τῷ Ἁλιευτικῷ τὴν ὗν ψαμαθῖδα καλεῖ ἐπὰν λέγῃ (fr. 11 B)·
  1. ἄλλοτε καρχαρίην, ὁτὲ δὲ ῥόθιον ψαμαθῖδα.

ΥΚΑΙ. καὶ τὸν ὕκην Καλλίμαχος ἐν ἐπιγράμμασιν ἱερὸν ἰχθὺν καλεῖ διὰ τούτων (fr. 72 Sch)·

  1. θεὸς δέ οἱ ἱερὸς ὕκης.
Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ (fr. 16 B)·
  1. ἢ σπάρον ἢ ὕκας ἀγεληίδας ἢ ἐπὶ φάγρον
  2. πέτρῃ ἀλωόμενον.
Τίμαιος δ’ ἐν τῇ ιγʹ τῶν ἱστοριῶν (FHG I 220) περὶ τοῦ Σικελικοῦ πολιχνίου (λέγω δὲ τῶν Ὑκάρων) διαλεγόμενος προσαγορευθῆναί φησι τὸ πολίχνιον διὰ τὸ τοὺς πρώτους τῶν ἀνθρώπων ἐλθόντας ἐπὶ τὸν τόπον
v.2.p.220
ἰχθῦς εὑρεῖν τοὺς καλουμένους ὕκας καὶ τούτους ἐγκύους· δι’ οὓς οἰωνισαμένους Ὕκαρον ὀνομάσαι τὸ χωρίον. Ζηνόδοτος δέ φησι Κυρηναίους τὸν ὕκην ἐρυθρῖνον καλεῖν. Ἕρμιππος δὲ ὁ Σμυρναῖος ἐν τοῖς περὶ Ἱππώνακτος (FHG III 52) ὕκην ἀκούει τὴν ἰουλίδα· εἶναι δ’ αὐτὴν δυσθήρατον. διὸ καὶ Φιλητᾶν φάναι (fr. 17 Bgk)·
  1. οὐδ’ ὕκης ἰχθὺς ἔσχατος ἐξέφυγε.

ΦΑΛΡΟΣ. Σπεύσιππος ἐν δευτέρῳ Ὁμοίων παραπλήσιά φησιν εἶναι φάγρον, ἐρυθρῖνον, ἥπατον. ἐμνημόνευσε δ’ αὐτοῦ καὶ Νουμήνιος ἐν τοῖς προκειμένοις (Litt. b). Ἀριστοτέλης δὲ σαρκοφάγον φησὶν (p. 317 R) αὐτὸν εἶναι καὶ μονήρη καρδίαν τε ἔχειν τρίγωνον ἀκμάζειν τε ἔαρος. Ἐπίχαρμος δ’ ἐν Ἥβας γάμῳ φησίν (p. 237 L)·

  1. ἀόνες φάγροι τε καὶ λάβρακες.
μνημονεύει δ’ αὐτῶν καὶ Μεταγένης ἐν Θουριοπέρσαις. Ἀμειψίας δ’ ἐν Κόννῳ (I 672 K)·
  1. ὀρφῷσι σελαχίοις τε καὶ φάγροις βοράν.
Ἱκέσιος δέ φησι· ‘φάγροι καὶ χρόμις καὶ ἀνθίας καὶ ἀκαρνᾶνες καὶ ὀρφοὶ καὶ συνόδοντες καὶ συναγρίδες τῷ μὲν γένει παραπλήσιοι ὑπάρχουσιν· γλυκεῖς τε γὰρ καὶ παραστύφοντες καὶ τρόφιμοι· κατὰ λόγον δὲ καὶ δυσέκκριτοι. τροφιμώτεροι δ’ αὐτῶν οἱ σαρκώδεις καὶ γεωδέστεροι ἐλάττονά τε πιμελὴν ἔχοντες. Ἀρχέστρατος δέ φησι ‘Σειρίου ἀντέλλοντος’ δεῖν τὸν φάγρον ἐσθίειν (fr. 45 R)·
  1. Δήλῳ τ’ Εἰρετρίᾳ τε κατ’ εὐλιμένους ἁλὸς οἴκους.
    v.2.p.221
  2. τὴν κεφαλὴν δ’ αὐτοῦ μόνον ὠνοῦ καὶ μετ’ ἐκείνης
  3. οὐραῖον· τὰ δὲ λοιπὰ δόμον μηδ’ εἰσενέγκῃς.
μνημονεύει τοῦ φάγρου καὶ Στράττις ἐν Λημνομέδᾳ (I 718 K)·
  1. πολλοὺς δὴ μεγάλους τε φάγρους ἐγκάψας.
καὶ ἐν Φιλοκτήτῃ (I 724 K)·
  1. κᾆτ’ εἰς ἀγορὰν ἐλθόντες ἁδροὺς
  2. ὀψωνοῦσιν μεγάλους τε φάγρους
  3. καὶ Κωπᾴδων ἁπαλῶν τεμάχη
  4. στρογγυλοπλεύρων.
ἐστὶ δὲ καὶ γένος λίθου φάγρος. ἡ γὰρ ἀκόνη κατὰ Κρῆτας φάγρος, ὥς φησι Σιμίας.

  1. ΧΑΝΝΑΙ. Ἐπίχαρμος ἐν Ἥβας γάμῳ (p. 235 L)·
  2. μεγαλοχάσμονάς τε χάννας κἠκτραπελογάστορας
  3. ὄνους.
Νουμήνιος ἐν Ἁλιευτικῷ (fr. 10 B)·
  1. χάννους τ’ ἐγχέλυάς τε καὶ ἐννυχίην πύτινον.
μνημονεύει δ’ αὐτοῦ καὶ Δωρίων ἐν τῷ περὶ ἰχθύων. Ἀριστοτέλης δὲ ἐν τῷ περὶ ζωικῶν (p. 296 R) ποικιλερυθρομέλαιναν αὐτὴν ὀνομάζει καὶ ποικιλόγραμμον διὰ τὸ μελαίναις γραμμαῖς πεποικίλθαι.

ΧΡΟΜΙΣ. καὶ τούτου μνημονεύει Ἐπίχαρμος λέγων (p. 232 L)·

  1. καὶ σκιφίας χρόμιός θ᾽, ὃς ἐν τῷ ἦρι καττον Ἀνάνιον
  2. ἰχθύων πάντων ἄριστος.
Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ (fr. 8 B)·
v.2.p.222
  1. ὕκην ἢ κάλλιχθυν, ὁτὲ χρόμιν, ἄλλοτε δ’ ὀρφόν.
καὶ Ἀρχέστρατος (fr. 46 R)·
  1. τὸν χρόμιν ἐν Πέλλῃ λήψῃ μέγαν (ἐστὶ δὲ πίων
  2. ἂν θέρος ᾖ καὶ ἐν Ἀμβρακίᾳ.

  1. ΧΡΥΣΟΦΡΥΣ. Ἄρχιππος ἐν Ἰχθύσιν (I 682)·
  2. ἱεροὺς Ἀφροδίτης χρυσόφρυς Κυθηρίας.
τοὺς δ’ ἰχθῦς τούτους φησὶν Ἱκέσιος καὶ τῇ γλυκύτητι καὶ τῇ ἄλλῃ εὐστομίᾳ πάντων εἶναι ἀρίστους. εἰσὶ δὲ καὶ τροφιμώτατοι. τίκτουσι δέ, ὥς φησιν Ἀριστοτέλης (h. a. 543 b 3), ὁμοίως τοῖς κεστρεῦσιν οὗ ἂν ποταμοὶ ῥέωσιν. μνημονεύει δ’ αὐτῶν καὶ Ἐπίχαρμος ἐν Μούσαις καὶ Δωρίων ἐν τῷ περὶ ἰχθύων. Εὔπολις δ’ ἐν Κόλαξί φησιν (I 298 K)·
  1. δραχμῶν ἑκατὸν ἰχθῦς ἐώνημαι μόνον
  2. ὀκτὼ λάβρακας, χρυσόφρυς δὲ δώδεκα.
ὁ δὲ σοφὸς Ἀρχέστρατος ἐν ταῖς ὑποθήκαις λέγει (fr. 47 R)·
  1. χρύσοφρυν ἐξ’ Ἐφέσου τὸν πίονα μὴ παράλειπε,
  2. ὃν κεῖνοι καλέουσιν ἰωνίσκον· λαβὲ δ’ αὐτὸν
  3. θρέμμα Σελινοῦντος σεμνοῦ. πλῦνον δέ νιν ὀρθῶς,
  4. εἶθ’ ὅλον ὀπτήσας παράθες, κἂν ᾖ δεκάπηχυς.

ΧΑΛΚΙΔΕΣ καὶ τὰ ὅμοια, θρίσσαι, τριχίδες, ἐρίτιμοι. Ἱκέσιός φησιν· ‘αἱ λεγόμεναι χαλκίδες καὶ οἱ τράγοι καὶ αἱ ῥαφίδες καὶ αἱ θρίσσαι ἀχυρώδεις καὶ ἀλιπεῖς καὶ ἄχυλοι. Ἐπίχαρμος δ’ ἐν Ἥβας γάμῳ (p. 237 L)·

  1. χαλκίδες θ’ ὕες τε ἱέρακές τε χὠ πίων κύων.
Δωρίων δὲ χαλκιδικὰς αὐτὰς ὀνομάζει. Νουμήνιος δέ φησι (fr. 19 B)·
v.2.p.223
  1. σὺ δ’ ἂν καὶ χαλκίδ’ ἐκείνην
  2. αὕτως ἀμπείραις ὀλίγην καὶ μαινίδα.
διαφέρει δὲ τῆς χαλκίδος ὁ χαλκεύς, οὗ μνημονεύει Ἡρακλείδης ἐν Ὀψαρτυτικῷ καὶ Εὐθύδημος ἐν τῷ περὶ ταρίχων λέγων αὐτοὺς γίνεσθαι ἐν τῇ Κυζικηνῶν χώρᾳ περιφερεῖς τε εἶναι καὶ κυκλοειδεῖς. ΘΡΙΣΣΩΝ δὲ μέμνηται Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων καὶ ἰχθύων (p. 298 R) ἐν τούτοις· ‘μόνιμα θρίσσα, ἐγκρασίχολος, μεμβράς, κορακῖνος, ἐρυθρῖνος, τριχίς.’ ΤΡΙΧΙΔΩΝ δὲ Εὔπολις ἐν Κόλαξιν (I 299 K)·
  1. ἐκεῖνος ἦν φειδωλός, ὃς ἐπὶ τοῦ βίου
  2. πρὸ τοῦ πολέμου μὲν τριχίδας ὠψώνησ’ ἅπαξ,
  3. ὅτε τἀν Σάμῳ δ’ ἦν, ἡμιωβελίου κρέα.
Ἀριστοφάνης Ἱππεῦσι (662)·
  1. αἱ τριχίδες εἰ γενοίαθ’ ἑκατὸν τοὐβολοῦ.
Δωρίων δ’ ἐν τῷ περὶ ἰχθύων καὶ τῆς ποταμίας μέμνηται θρίσσης καὶ τὴν τριχίδα τριχίαν ὀνομάζει. Νικοχάρης Λημνίαις (I 772 K)·
  1. τριχίας δὲ καὶ τὰς πρημνάδας τὰς θυννίδας
  2. ἐπὶ δεῖπνον ἡκούσας ὑπερπληθεῖς ...
πρημνάδας δὲ τὰς θυννίδας ἔλεγον. Πλάτων Εὐρώπῃ (I 611 K)·
  1. ἁλιευόμενός ποτ’ αὐτὸν εἷλον ἀνδράχνῃ
  2. μετὰ πρημνάδων κἄπειτ’ ἀφῆχ’ ὅτι ἦν βόαξ.
ὁμοίως δὲ καὶ Ἀριστοτέλης ἐν πέμπτῳ ζῴων μορίων· ἐν δὲ τῷ ἐπιγραφομένῳ περὶ ζωικῶν (p. 298 R)
v.2.p.224
τριχίδα. τῶν δὲ λεγομένων ἐσθ’ ὅτι ἥδεται ὀρχήσει καὶ ᾠδῇ καὶ ἀκούσασα ἀναπηδᾷ ἐκ τῆς θαλάσσης. τῶν δὲ ἐριτίμων μέμνηται Δωρίων ἐν τῷ περὶ Ἰχθύων λέγων κατὰ τὸ αὐτὸ ποιεῖν ταῖς χαλκίσιν, ἡδεῖς δ’ εἶναι τὰς ἐν ὑποτρίμματι. Ἐπαίνετος δέ ἐν τῷ περὶ ἰχθύων φησι· ‘γαλῆν, σμαρίδα, ἢν ἔνιοι καλοῦσι κυνὸς εὐναί, χαλκίδας, ἃς καλοῦσι καὶ σαρδίνους, ἐριτίμους, ἱέρακα, χελιδόνα.’ Ἀριστοτέλης δ’ ἐν πέμπτῳ ζῴων ἱστορίας σαρδίνους αὐτὰς καλεῖ. Καλλίμαχος δ’ ἐν ἐθνικαῖς ὀνομασίαις (fr. 38 Sch) γράφει οὕτως· ‘ἐγκρασίχολος, ἐρίτιμος Χαλκηδόνιοι. τριχίδια, χαλκίς, ἴκταρ, ἀθερίνη.’ ἐν ἄλλῳ δὲ μέρει καταλέγων ἰχθύων ὀνομασίας φησίν· ‘ὄζαινα, ὀσμύλιον Θούριοι. ἴωπες, ἐρίτιμοι Ἀθηναῖοι.’ τῶν δὲ ἰώπων μνημονεύει Νίκανδρος ἐν βʹ Οἰταικῶν (fr. 18 Sch)·
  1. ὡς δ’ ὁπότ’ ἀμφ’ ἀγέλῃσι νεηγενέεσσιν ἰώπων
  2. ἢ φάγροι ἢ σκῶπες ἀρείονες ἠὲ καὶ ὀρφός.
Ἀριστοφάνης δ’ ἐν Ὁλκάσιν (I 500 K)·
  1. ὦ κακοδαίμων ὅστις ἐν ἅλμῃ πρῶτον τριχίδων ἀπεβάφθη.
τοὺς γὰρ εἰς τὸ ἀπανθρακίζειν ἐπιτηδείους ἰχθῦς εἰς ἅλμην ἀπέβαπτον, ἣν καὶ Θασίαν ἐκάλουν ἅλμην. ὡς καὶ ἐν Σφηξὶν ὁ αὐτός φησιν ποιητής (1127)·
  1. καὶ γὰρ πρότερον δὶς ἀνθρακίδων ἅλμην πιών.