Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

  1. ἀσπάζονται δὲ οὐ μόνον οἱ Ἐπικούρειοι τὴν ἡδονήν,
ἀλλὰ καὶ οἱ Κυρηναικοὶ καὶ οἱ Μνησιστράτειοι δὲ καλούμενοι· καὶ γὰρ οὗτοι ζῆν μὲν ἡδέως ... χαίρουσιν, ὥς φησι Ποσειδώνιος. οὐ μακρὰν δὲ τούτων ἦν καὶ Σπεύσιππος ὁ Πλάτωνος ἀκουστὴς καὶ συγγενής· Διονύσιος γοῦν ὁ τύραννος ἐν ταῖς πρὸς αὐτὸν ἐπιστολαῖς καὶ τὰ τῆς φιληδονίας αὐτοῦ διεξερχόμενος ἔτι τε τῆς φιλαργυρίας ἐρανίζεσθαί τε παρὰ πολλῶν αὐτὸν διελέγχων ὀνειδίζει καὶ τὸν Λασθενείας τῆς Ἀρκαδικῆς ἑταίρας ἔρωτα ἐπὶ πᾶσίν τε λέγει τάδε· ‘σύ τισι φιλαργυρίαν ὀνειδίζεις αὐτὸς μηδὲν ἐλλελοιπὼς αἰσχροκερδείας; τί γὰρ οὐ πεποίηκας; οὐχ ὑπὲρ ὧν Ἑρμείας ὤφειλεν αὐτὸς ἐκτετικὼς ἔρανον συνάγειν ἐπιχειρεῖς;’

περὶ δὲ τοῦ Ἐπικούρου Τίμων ἐν γʹ σίλλων φησί (fr. 56 W)·

  1. γαστρὶ χαριζόμενος, τῆς οὐ λαμυρώτερον οὐδέν.
ταύτης γὰρ ἕνεκεν ὁ ἀνὴρ καὶ τῆς ἄλλης τῆς κατὰ σάρκα ἡδονῆς ἐκολάκευεν καὶ Ἰδομενέα καὶ Μητρόδωρον. καὶ αὐτὸς δέ που ὁ Μητρόδωρος οὐκ ἀποκρυπτόμενος τὰς καλὰς ταύτας θέσεις φησίν· ‘περὶ γαστέρα γάρ, ὦ φυσιολόγε Τιμόκρατες, περὶ γαστέρα ὁ κατὰ φύσιν βαδίζων λόγος τὴν ἅπασαν ἔχει σπουδήν.’ Ἐπίκουρος γὰρ ἦν ὁ τούτων διδάσκαλος, ὃσ καὶ βοῶν ἔλεγεν· ‘ἀρχὴ καὶ ῥίζα παντὸς ἀγαθοῦ ἡ τῆς γαστρὸς ἡδονή, καὶ τὰ σοφὰ καὶ τὰ περιττὰ εἰς ταύτην ἔχει τὴν ἀναφοράν.’ κἀν τῷ περὶ τέλους δέ φησιν οὕτω πως· ‘οὐ γὰρ ἔγωγε δύναμαι νοῆσαι
v.2.p.120
τἀγαθὸν ἀφαιρῶν μὲν τὰς διὰ χυλῶν ἡδονάς, ἀφαιρῶν δὲ τὰς δι’ ἀφροδισίων, ἀφαιρῶν δὲ τὰς δι’ ἀκροαμάτων, ἀφαιρῶν δὲ τὰς διὰ μορφῆς κατ’ ὄψιν ἡδείας κινήσεις.’ καὶ προελθών (φησι) λέγει· ‘τιμητέον τὸ καλὸν καὶ τὰς ἀρετὰς καὶ τὰ τοιουτότροπα, ἐὰν ἡδονὴν παρασκευάζῃ· ἐὰν δὲ μὴ παρασκευάζῃ, χαίρειν ἐατέον.’

πρότερος δὲ τοῦ Ἐπικούρου Σοφοκλῆς ὁ τραγῳδιοποιὸς ἐν Ἀντιγόνῃ περὶ τῆς ἡδονῆς τοιαῦτα εἴρηκεν (1165)·

  1. τὰς γὰρ ἡδονὰς
  2. ὅταν προδῶσιν ἄνδρες, οὐ τίθημ’ ἐγὼ
  3. ζῆν τοῦτον, ἀλλ’ ἔμψυχον ἡγοῦμαι νεκρόν.
  4. πλούτει τε γὰρ κατ’ οἶκον, εἰ βούλει, μέγα
  5. καὶ ζῆ τύραννον σχῆμ’ ἔχων· ἐὰν δ’ ἀπῇ
  6. τούτων τὸ χαίρειν, τἄλλ’ ἐγὼ καπνοῦ σκιᾶς
  7. οὐκ ἂν πριαίμην ἀνδρὶ πρὸς τὴν ἡδονήν.
Φιλέταιρος Κυναγίδι (II 232 K).
  1. τί δεῖ γὰρ ὄντα θνητόν, ἱκετεύω, ποιεῖν
  2. πλὴν ἡδέως ζῆν τὸν βίον καθ’ ἡμέραν,
  3. ἐὰν ἔχῃ τις ὁπόθεν; ἀλλὰ δεῖ σκοπεῖν
  4. τοῦτ’ αὐτὸ τἀνθρώπει’ ὁρῶντα πράγματα,
  5. εἰς αὔριον δὲ μηδὲ φροντίζειν ὅτι
  6. ἔσται· περίεργόν ἐστιν ἀποκεῖσθαι πάνυ
  7. ἕωλον ἔνδον τἀργύριον.
καὶ ἐν Οἰνοπίωνι δὲ ὁ αὐτός φησιν (II 234 K)·
  1. θνητῶν δ’ ὅσοι
  2. ζῶσιν κακῶς ἔχοντες ἄφθονον βίον,
    v.2.p.121
  3. ἐγὼ μὲν αὐτοὺς ἀθλίους εἶναι λέγω.
  4. οὐ γὰρ θανών γε δήπουθεν ἔγχελυν φάγοις
  5. οὐδ’ ἐν νεκροῖσι πέττεται γαμήλιος.

Ἀπολλόδωρος δ’ ὁ Καρύστιος ἐν Γραμματειδιοποιῷ (IV 441 M)·

  1. ὦ πάντες ἄνθρωποι, τί τὸ ζῆν ἡδέως
  2. παρέντες ἐπιμελεῖσθε τοῦ κακῶς ποιεῖν
  3. πολεμοῦντες ἀλλήλους; πότερα πρὸς τῶν θεῶν
  4. ἐπιστατεῖ τις τοῦ βίου νυνὶ τύχη
  5. ἄγροικος ἡμῶν οὔτε παιδείαν ὅλως
  6. εἰδυῖα, τί τὸ κακόν ποτ’ ἢ τί τἀγαθὸν
  7. ἔστ’ ἀγνοοῦσα παντελῶς, εἰκῆ τέ πως
  8. ἡμᾶς κυλίνδουσ’ ὅντιν’ ἂν τύχῃ τρόπον;
  9. οἶμαί γε. τίς γὰρ μᾶλλον ἂν προείλετο
  10. Ἕλλην ἀληθῶς οὖσα λεπομένους ὁρᾶν
  11. αὐτοὺς ὑφ’ αὑτῶν καὶ καταπίπτοντας νεκρούς,
  12. ἐξὸν ἱλαρούς, παίζοντας, ὑποπεπωκότας,
  13. αὐλουμένους. ωδει λέγ’ αὐτή, γλυκυτάτη,
  14. ἔλεγχ’ ἄγροικον οὖσαν ἡμῶν τὴν τύχην.
καὶ προελθών·
  1. οὐ τοῦτο τὸ ζῆν ἐστι τὸν καλούμενον
  2. θεῶν ἀληθῶς βίον; ὅσῳ δ’ ἡδίονα
  3. τὰ πράγματ’ ἐν ταῖς πόλεσιν ἦν ἂν ἢ τὰ νῦν,
  4. εἰ μεταβαλόντες τὸν βίον διήγομεν·
  5. πίνειν Ἀθηναίους ἅπαντας τοὺς μέχρι
  6. ἐτῶν τριάκοντ᾽, ἐξιέναι τοὺς δ’ ἱππέας
    v.2.p.122
  7. ἐπὶ κῶμον εἰς Κόρινθον ἡμέρας δέκα
  8. στεφάνους ἔχοντας καὶ μύρον πρὸ ἡμέρας,
  9. τοὺς τὴν ῥάφανον πωλοῦντας ἕψειν Μεγαρέων,
  10. εἰς τὸ βαλανεῖον ἀπιέναι τοὺς συμμάχους,
  11. κεραννύναι τὸν οἶνον Εὐβοεῖς. Β. τρυφὴ
  12. καὶ βίος ἀληθῶς. Α. ἀλλ’ ἀπαιδεύτῳ τύχῃ
  13. δουλεύομεν.

φιλήδονον δ’ οἱ ποιηταὶ καὶ τὸν ἀρχαῖόν φασι γενέσθαι Τάνταλον· ὁ γοῦν τὴν τῶν Ἀτρειδῶν ποιήσας κάθοδον ἀφικόμενον αὐτὸν λέγει (p. 56 K) πρὸς τοὺς θεοὺς καὶ συνδιατρίβοντα ἐξουσίας τυχεῖν παρὰ τοῦ Διὸς αἰτήσασθαι ὅτου ἐπιθυμεῖ. τὸν δὲ πρὸς τὰς ἀπολαύσεις ἀπλήστως διακείμενον ὑπὲρ αὐτῶν τε τούτων μνείαν ποιήσασθαι καὶ τοῦ ζῆν τὸν αὐτὸν τρόπον τοῖς θεοῖς. ἐφ’ οἷς ἀγανακτήσαντα τὸν Δία τὴν μὲν εὐχὴν ἀποτελέσαι διὰ τὴν ὑπόσχεσιν, ὅπως δὲ μηδὲν ἀπολαύῃ τῶν παρακειμένων, ἀλλὰ διατελῇ ταραττόμενος, ὑπὲρ τῆς κεφαλῆς ἐξήρτησεν αὐτῷ πέτρον, δι’ ὃν οὐ δύναται τῶν παρακειμένων τυχεῖν οὐδενός. καὶ τῶν στωικῶν δέ τινες συνεφήψαντο ταύτης τῆς ἡδονῆς· Ἐρατοσθένης γοῦν ὁ Κυρηναῖος μαθητὴς γενόμενος Ἀρίστωνος τοῦ Χίου, ὃς ἦν εἷς τῶν ἀπὸ τῆς στοᾶς, ἐν τῷ ἐπιγραφομένῳ Ἀρίστωνι παρεμφαίνει τὸν διδάσκαλον ὡς ὕστερον ὁρμήσαντα ἐπὶ τρυφήν, λέγων ὧδε (p. 193 B)· ‘ἤδη δέ ποτε καὶ τοῦτον πεφώρακα τὸν τῆς ἡδονῆς καὶ ἀρετῆς μεσότοιχον διορύττοντα καὶ ἀναφαινόμενον παρὰ τῇ ἡδονῇ.’ καὶ Ἀπολλοφάνης δὲ (γνώριμος δὲ ἦν καὶ οὗτος

v.2.p.123
τοῦ Ἀρίστωνος) ἐν τῷ Ἀρίστωνι, καὶ αὐτὸς οὕτως ἐπιγράψας τὸ σύγγραμμα, ἐμφανίζει τὴν τοῦ διδασκάλου φιληδονίαν. περὶ δὲ Διονυσίου τοῦ Ἡρακλεώτου τί δεῖ καὶ λέγειν; ὃς ἄντικρυς ἀποδὺς τὸν τῆς ἀρετῆς χιτῶνα ἀνθινὰ μετημφιάσατο καὶ Μεταθέμενος καλούμενος ἔχαιρε, καίτοι γηραιὸς ἀποστὰς τῶν τῆς στοᾶς λόγων καὶ ἐπὶ τὸν Ἐπίκουρον μεταπηδήσας· περὶ οὗ οὐκ ἀχαρίτως ὁ Τίμων ἔφη (fr. 59 W)·
  1. ἡνίκ’ ἐχρῆν δύνειν, νῦν ἄρχεται ἡδύνεσθαι·
  2. ὥρη ἐρᾶν, ὥρη δὲ γαμεῖν, ὥρη δὲ πεπαῦσθαι.

Ἀπολλόδωρος ὁ Ἀθηναῖος ἐν τῷ τρίτῳ περὶ Σώφρονος τῷ εἰς τοὺς ἀνδρείους μίμους προθεὶς τὸ ‘καταπυγοτέραν τ᾽ ἀλφηστᾶν’ (Sophr. fr. 61 Bo) φησίν· ‘ἰχθῦς τινες οἱ ΑΛΦΗΣΤΑΙ τὸ μὲν ὅλον κιρροειδεῖς, πορφυρίζοντες δὲ κατά τινα μέρη. φασὶ δ’ αὐτοὺς ἁλίσκεσθαι σύνδυο καὶ φαίνεσθαι τὸν ἕτερον ἐπὶ τοῦ ἑτέρου κατ’ οὐρὰν ἑπόμενον. ἀπὸ τοῦ οὖν κατὰ τὴν πυγὴν θατέρῳ τὸν ἕτερον ἀκολουθεῖν τῶν ἀρχαίων τινὲς τοὺς ἀκρατεῖς καὶ καταφερεῖς οὕτω καλοῦσιν. Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων (p. 301 R) μονάκανθον εἶναι καὶ κιρρὸν τὸν ἀλφηστικόν. μνημονεύει δ᾽ αὐτοῦ καὶ Νουμήνιος ὁ Ἡρακλεώτης ἐν Ἁλιευτικῷ οὕτως (fr. 18 Birt)·

  1. φυκίδας ἀλφηστήν τε καὶ ἐν χροιῇσιν ἐρυθρὸν
  2. σκορπίον.
καὶ Ἐπίχαρμος ἐν Ἥβας γάμῳ (p. 233 L)·
  1. μύες ἀλφησταί τε κορακῖνοί τε κοριοειδέες.
μνημονεύει δ’ αὐτοῦ καὶ Μίθαικος ἐν Ὀψαρτυτικῷ.
v.2.p.124

ΑΝΘΙΑΣ κάλλιχθυς· τούτου μέμνηται Ἐπίχαρμος ἐν Ἥβας γάμῳ (p. 232 L)·

  1. καὶ σκιφίας χρόμις θ᾽, ὃσ ἐν τῷ ἦρι καττὸν Ἀνάνιον
  2. ἰχθύων πάντων ἄριστος, ἀνθίας δὲ χείματι.
λέγει δὲ Ἀνάνιος οὕτως (II 502 B4)·
  1. ἔαρι μὲν χρόμιος ἄριστος, ἀνθίας δὲ χειμῶνι,
  2. τῶν καλῶν δ’ ὄψων ἄριστον καρὶς ἐκ συκέης φύλλου.
  3. ἡδὺ δ’ ἐσθίειν χιμαίρης φθινοπωρισμῷ κρέας·
  4. δέλφακος δ᾽, ὅταν τραπέωσι καὶ πατέωσιν, ἐσθίειν·
  5. καὶ κυνῶν αὕτη τόθ’ ὥρη καὶ λαγῶν κἀλωπέκων·
  6. ὄιος αὖτ’ ὅταν θέρος τ’ ᾖ κἠχέται βαβράζωσιν.
  7. εἶτα δ’ ἐστὶν ἐκ θαλάσσης θύννος οὐ κακὸν βρῶμα,
  8. ἀλλὰ πᾶσιν ἰχθύεσσιν ἐμπρεπὴς ἐν μυττωτῷ.
  9. βοῦς δὲ πιανθείς, δοκέω μέν, καὶ μεσέων νυκτῶν
  10. ἡδὺς
  11. κἠμέρης.
τῶν τοῦ Ἀνανίου πλεόνων ἐμνημόνευσα νομίζων καὶ τοῦτον ὑποθήκας τοῖς λάγνοις τοιαύτας ἐκτεθῆσθαι.

Ἀριστοτέλης δ’ ἐν τῷ περὶ ζῴων ἠθῶν (620 b 33) ‘ὅπου ἂν ἀνθίας ᾖ, φησίν, οὐκ ἐστὶν θηρίον· ᾧ σημείῳ χρώμενοι οἱ σπογγιεῖς κατακολυμβῶσι καλοῦντες αὐτὸν ἱερὸν ἰχθύν.’ μνημονεύει δ’ αὐτοῦ καὶ Δωρίων ἐν τῷ περὶ ἰχθύων· ‘τὸν δ’ ἀνθίαν τινὲς καὶ κάλλιχθυν καλοῦσιν, ἔτι δὲ καλλιώνυμον καὶ ἔλοπα.’ Ἱκέσιος δ’ ἐν τοῖς περὶ ὕλης ὑπὸ μέν τινων λύκον,

v.2.p.125
ὑπὸ δ’ ἄλλων καλλιώνυμον· εἶναι δ’ αὐτὸν χονδρώδη καὶ εὔχυλον καὶ εὐέκκριτον, οὐκ εὐστόμαχον δέ. Ἀριστοτέλης (p. 307 R) δὲ καὶ καρχαρόδοντα εἶναι τὸν κάλλιχθυν σαρκοφάγον τε καὶ συναγελαζόμενον. Ἐπίχαρμος δ’ ἐν Μούσαις τὸν μὲν ἔλοπα καταριθμεῖται, τὸν δὲ κάλλιχθυν ἢ καλλιώνυμον ὡς τὸν αὐτὸν ὄντα σεσίγηκεν· λέγει δὲ περὶ τοῦ ἔλοπος οὕτως (p. 238 L)·
  1. τόν τε πολυτίματον ἔλοπ᾽, ὁ δ’ αὐτὸς χαλκὸς ὤνιος,
  2. ἕνα μόνον, καὶ κῆνον ὁ Ζεὺς ἔλαβε κἠκελήσατο
  3. κατθέμειν αὐτῷ τέ οἱ καὶ τᾷ δάμαρτι θωτέρω.
Δωρίων δ’ ἐν τῷ περὶ ἰχθύων διαφέρειν φησὶν ἀνθίαν καὶ κάλλιχθυν, ἔτι τε καὶ καλλιώνυμον καὶ ἔλοπα.

τίς δ’ ἐστὶν ὁ καλούμενος ἱερὸς ἰχθύς; ὁ μὲν τὴν Τελχινιακὴν ἱστορίαν συνθείς, εἴτ’ Ἐπιμενίδης (p. 233 K) ἐστὶν ὁ Κρὴς ἢ Τηλεκλείδης εἴτ’ ἄλλος τις, ἱερούς φησιν εἶναι ἰχθύας δελφῖνας καὶ πομπίλους. ἐστὶ δ’ ὁ πομπίλος ζῷον ἐρωτικόν, ὡς ἂν καὶ αὐτὸς γεγονὼς ἐκ τοῦ Οὐρανίου αἵματος ἅμα τῇ Ἀφροδίτῃ. Νίκανδρος δ’ ἐν δευτέρῳ Οἰταικῶν φησι (fr. 16 Sch)·

  1. πομπίλος, ὃς ναύτῃσιν ἀδημονέουσι κελεύθους
  2. μήνυσεν φιλέρωσι καὶ ἄφθογγός περ ἀμύνων.
Ἀλέξανδρος δ’ ὁ Αἰτωλὸς ἐν Κρίκᾳ, εἰ γνήσιον τὸ ποιημάτιον (p. 240 M)·
  1. πηδαλίῳ ἄκρῳ ἔπι πομπίλος ἁνιοχεύων
  2. ἧστ’ ἀκάτω κατόπισθε θεοῖς ὕπο πομπίλος ἰχθύς.
    v.2.p.126
Παγκράτης δ’ ὁ Ἀρκὰς ἐν τοῖς θαλασσίοις ἔργοις ἐπιγραφομένοις προειπών·
  1. πομπίλος, ὃν καλέουσιν ἁλίπλοοι ἱερὸν ἰχθύν,
διηγεῖται ὡς οὐ μόνον τῷ Ποσειδῶνι ὁ πομπίλος ἐστὶ διὰ τιμῆς, ἀλλ’ ὅτι καὶ τοῖς τὴν Σαμοθρᾴκην κατέχουσι θεοῖς. ἁλιέα γοῦν τινα πρεσβύτην τῷ ἰχθύι τούτῳ κόλασιν ὑποσχεῖν ἔτι τοῦ χρυσοῦ γένους κατ’ ἀνθρώπους ὄντος. ὄνομα δ’ ἦν αὐτῷ Ἐπωπεὺς καὶ ἐξ Ἰκάρου ἦν τῆς νήσου. καὶ τοῦτον οὖν ἅμα τῷ υἱῷ ἁλιεύοντα καὶ οὐκ εὐτυχήσαντα ἄλλων ἰχθύων ἐν τῇ ἄγρᾳ ἢ πομπίλων οὐκ ἀποσχέσθαι τῆς τούτων ἐδωδῆς, ἀλλὰ πάντας μετὰ τοῦ υἱοῦ καταθοινηθῆναι καὶ μετ’ οὐ πολὺ δίκας ἐκτῖσαι τῆς δυσσεβείας· κῆτος γὰρ ἐπελθὸν τῇ νηὶ τὸν Ἐπωπέα ἐν ὄψει τοῦ παιδὸς καταπιεῖν. ἱστορεῖ δ’ ὁ Παγκράτης ὡς καὶ πολέμιός ἐστιν ὁ πομπίλος τῷ δελφῖνι καὶ ὅτι οὐδ᾽ οὗτος ἀτιμώρητος ἐκφεύγει πομπίλου φαγών. ἀχρεῖος γοῦν γίνεται καὶ σφαδᾴζων ἐπειδὰν φάγῃ καὶ ἐπὶ τοὺς αἰγιαλοὺς ἐκκυμανθεὶς βορὰ γίνεται αἰθυίαις τε καὶ λάροις, ἐνίοτε δὲ καὶ ὑπὸ τῶν ταῖς κητείαις παρεδρευόντων ἀνδρῶν παρανομεῖται. μνημονεύει τῶν πομπίλων καὶ Τιμαχίδας ὁ Ῥόδιος ἐν τῷ θʹ τοῦ Δείπνου·
  1. κωβιοὶ εἰνάλιοι καὶ πομπίλοι, ἱεροὶ ἰχθῦς.
Ἤριννά τε ἢ ὁ πεποιηκὼς τὸ εἰς αὐτὴν ἀναφερόμενον ποιημάτιον (III 143 B4)·
  1. πομπίλε, ναύτῃσιν πέμπων πλόον εὔπλοον ἰχθύ,
  2. πομπεύσαις πρύμναθεν ἐμὰν ἁδεῖαν ἑταίραν.
    v.2.p.127