Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

Ἐπιτελουμένου δὲ ἤδη τοῦ δείπνου τῶν Φαγησίων ἑορτὴν συντελεῖσθαι νομίσαντες οἱ κυνικοὶ πάντων μᾶλλον ηὐφραίνοντο. καὶ ὁ Κύνουλκος ἔφη ‘ἕως ἡμεῖς δειπνοῦμεν, ὦ Οὐλπιανέ, (λόγοις γὰρ ἑστιᾷ) προβάλλω σοι παρὰ τίνι εἴρηται Φαγήσια ἑορτὴ καὶ Φαγησιπόσια.’ καὶ ὃς ἀπορηθεὶς ἐπισχεῖν τε κελεύσας τοὺς παῖδας τὴν περιφορὰν καίτοι ἤδη οὔσης ἑσπέρας·

v.2.p.111
‘οὐ συμπεριφέρομαι, ὦ σοφώτατε· ὥστε λέγειν σοὶ καιρός, ἵνα μᾶλλον καὶ δειπνήσῃς ἥδιον.’ καὶ ὃς ‘εἰ χάριν ὁμολογήσεις μαθών, λέξω.’ ὁμολογήσαντος δ’ ἔφη· ‘Κλέαρχος Ἀριστοτέλους μαθητής, Σολεὺς δὲ τὸ γένος, ἐν τῷ προτέρῳ περὶ γρίφων (κρατῶ γὰρ καὶ τῆς λέξεως διὰ τὸ σφόδρα μοι εἶναι προσφιλῆ) οὑτωσί πως εἴρηκε (FHG II 321)· ‘φαγήσια, οἳ δὲ φαγησιπόσια προσαγορεύουσι τὴν ἑορτήν· ἐξέλιπε δὲ αὕτη, καθάπερ ἡ τῶν ῥαψῳδῶν ἣν ἦγον ... καὶ τὴν τῶν Διονυσίων· ἐν ᾗ παριόντες ἑκάστῳ τῶν θεῶν οἷον τιμὴν ἐπετέλουν τὴν ῥαψῳδίαν.’ ταῦτ’ εἶπεν ὁ Κλέαρχος. εἰ δ’ ἀπιστεῖς, ὦ ἑταῖρε, καὶ τὸ βιβλίον κεκτημένος οὐ φθονήσω σοι· ἀφ’ οὗ πολλὰ ἐκμαθὼν εὐπορήσεις προβλημάτων· καὶ γὰρ Καλλίαν ἱστορεῖ τὸν Ἀθηναῖον γραμματικὴν συνθεῖναι τραγῳδίαν, ἀφ᾽ ἧς ποιῆσαι τὰ μέλη καὶ τὴν διάθεσιν Εὐριπίδην ἐν Μηδείᾳ καὶ Σοφοκλέα τὸν Οἰδίπουν.’

θαυμασάντων δὲ πάντων τὸ εὐπαίδευτον τοῦ Κυνούλκου ὁ Πλούταρχος ‘κατὰ τὸ ὅμοιον, ἔφη, καὶ ἐν Ἀλεξανδρείᾳ τῇ ἐμῇ Λαγυνοφόρια ἑορτή τις ἤγετο, περὶ ἧς ἱστορεῖ Ἐρατοσθένης ἐν τῷ ἐπιγραφομένῳ συγγράμματι Ἀρσινόη. λέγει δὲ οὕτως (p. 197 B)· ‘τοῦ Πτολεμαίου κτίζοντος ἑορτῶν καὶ θυσιῶν παντοδαπῶν γένη καὶ μάλιστα περὶ τὸν Διόνυσον, ἠρώτησεν Ἀρσινόη τὸν φέροντα τοὺς θαλλοὺς τίνα νῦν ἡμέραν ἄγει καὶ τίς

v.2.p.112
ἐστὶν ἑορτή. τοῦ δ’ εἰπόντος ‘καλεῖται μὲν Λαγυνοφόρια, καὶ τὰ κομισθέντα αὑτοῖς δειπνοῦσι κατακλιθέντες ἐπὶ στιβάδων καὶ ἐξ ἰδίας ἕκαστος λαγύνου παρ’ αὑτῶν φέροντες πίνουσιν·’ ὡς δ’ οὗτος ἀπεχώρησεν, ἐμβλέψασα πρὸς ἡμᾶς ‘συνοίκιά γ᾽, ἔφη, ταῦτα ῥυπαρά. ἀνάγκη γὰρ τὴν σύνοδον γίνεσθαι παμμιγοῦς ὄχλου, θοίνην ἕωλον καὶ οὐδαμῶς εὐπρεπῆ παρατιθεμένων.’ εἰ δὲ τὸ γένος τῆς ἑορτῆς ἤρεσκεν, οὐκ ἂν ἐκοπίασε δήπου τὰ αὐτὰ ταῦτα παρασκευάζουσα ἡ βασίλεια καθάπερ ἐν τοῖς Χουσίν· εὐωχοῦνται μὲν γὰρ κατ’ ἰδίαν, παρέχει δὲ ταῦτα ὁ καλέσας ἐπὶ τὴν ἑστίασιν.’

τῶν δὲ παρόντων γραμματικῶν τις ἀποβλέψας εἰς τὴν τοῦ δείπνου παρασκευὴν ἔφη· ‘εἶτα πῶς δειπνήσομεν τοσαῦτα δεῖπνα; ἴσως διὰ νυκτός, ὡς ὁ χαρίεις Ἀριστοφάνης ἐν Αἰολοσίκωνι εἶπεν (I 395 K), οὕτως λέγων οἱονεὶ δι’ ὅλης νυκτός· ὡς καὶ τὸ Ὁμηρικὸν ἔχει· Od. 9.298

  1. κεῖτ’ ἔντοσθ’ ἄντροιο τανυσσάμενος διὰ μήλων.
ἀντὶ τοῦ διὰ πάντων τῶν μήλων, τὸ μέγεθος αὐτοῦ ἐμφανίζων.’ πρὸς ὃν ὁ ἰατρὸς ἔφη Δάφνος ‘ὠφελιμώτερά ἐστι, φίλτατε, τῷ παντὶ σώματι τὰ νυκτερινὰ δεῖπνα· τὸ γὰρ τῆς σελήνης ἄστρον πρὸς τὰς τῆς τροφῆς ἁρμόττει πέψεις σηπτικὸν ὑπάρχον· κατὰ σῆψιν δ’ ἡ πέψις. εὐσηπτότερα γοῦν τὰ νύκτωρ θυόμενα τῶν ἱερείων καὶ τῶν ξύλων τὰ πρὸς τὸ σελήνιον κοπτόμενα, καὶ τῶν καρπῶν δὲ οἱ πλεῖστοι πρὸς τὸ σελήνιον πεπαίνονται.’
v.2.p.113

πολλῶν δὲ ὄντων καὶ διαφόρων τῶν παρεσκευασμένων καὶ αἰεὶ παρασκευαζομένων ἰχθύων μεγέθει τε καὶ ποικιλίᾳ ὁ Μυρτίλος ἔφη· ‘εἰκότως, ἄνδρες φίλοι, πάντων τῶν προσοψημάτων ὄψων καλουμένων ἐξενίκησεν ὁ ἰχθὺς διὰ τὴν ἐξαίρετον ἐδωδὴν μόνος οὕτως καλεῖσθαι διὰ τοὺς ἐπιμανῶς ἐσχηκότας πρὸς ταύτην τὴν ἐδωδήν. λέγομεν γοῦν ὀψοφάγους οὐ τοὺς βόεια ἐσθίοντας, οἷος ἦν Ἡρακλῆς, ὃς τοῖς ‘βοείοις κρέασιν ἐπήσθιε σῦκα χλωρά’ (Eur. fr. 899), οὐδὲ τὸν φιλόσυκον, οἷος ἦν Πλάτων ὁ φιλόσοφος, ὡς ἱστορεῖ Φανόκριτος ἐν τῷ περὶ Εὐδόξου (FHG IV 472)· ἱστορεῖ δ’ ὅτι καὶ Ἀρκεσίλας φιλόβοτρυς ἦν· ἀλλὰ τοὺς περὶ τὴν ἰχθυοπωλίαν ἀναστρεφομένους. φιλόμηλοι δ’ ἦσαν Φίλιππός τε ὁ Μακεδὼν καὶ ὁ υἱὸς αὐτοῦ Ἀλέξανδρος, ὡς Δωρόθεός φησιν ἐν τῇ ἕκτῃ τῶν περὶ Ἀλέξανδρον ἱστοριῶν (fr. 1 M)· Χάρης δ’ ὁ Μυτιληναῖος ἱστορεῖ (fr. 4 M) ὡς κάλλιστα μῆλα εὑρὼν ὁ Ἀλέξανδρος περὶ τὴν Βαβυλωνίαν χώραν τούτων τε πληρώσας τὰ σκάφη μηλομαχίαν ἀπὸ τῶν νεῶν ἐποιήσατο, ὡς τὴν θέαν ἡδίστην γενέσθαι. οὐκ ἀγνοῶ δὲ ὅτι ὄψον κυρίως καλεῖται πᾶν τὸ πυρὶ κατασκευαζόμενον εἰς ἐδωδήν· ἤτοι γὰρ ἕψον ἐστὶν ἢ παρὰ τὸ ὠπτῆσθαι ὠνόμασται.’

πολλῶν οὖν ὄντων τῶν ἰχθύων, οὓς κατὰ τὰς ἑκάστας ὥρας ἐδαινύμεθα, ὦ θαυμασιώτατε Τιμόκρατες, — κατὰ γὰρ τὸν Σοφοκλέα (fr. 691)

  1. χορὸς δ’ ἀναύδων ἰχθύων ἐπερρόθει,
  2. σαίνοντες οὐραίοισι
    v.2.p.114
οὐ τὴν κεκτημένην, ἀλλὰ τὰς λοπάδας· καὶ κατὰ τὰς Ἀχαιοῦ δὲ Μοίρας (fr. 25)·
  1. πολὺς γὰρ ὅμιλος ποντίου κύκλου σοβῶν
  2. ................. ἐνάλιος θεωρία,
  3. χραίνοντες οὐραίοισιν εὐδίαν ἁλός. —
ἀπομνημονεύσω δέ σοι ἃ περὶ ἑκάστου ἔλεξαν οἱ δειπνοσοφισταί. πάντες γὰρ συνεισήνεγκαν εἰς αὐτοὺς τὰς ἐκ βιβλίων συμβολάς, ὧν τὰ ὀνόματα διὰ τὸ πλῆθος παραλείψω.
  1. ὅστις ἀγοράζων ὄψον ...........
  2. ἐξὸν ἀπολαύειν ἰχθύων ἀληθινῶν
  3. ῥαφανῖδας ἐπιθυμεῖ πρίασθαι, μαίνεται·
φησὶν Ἄμφις ἐν Λευκάδι (II 243 K)· ἵνα δὲ εὐμνημόνευτά σοι γένηται τὰ λεχθέντα, κατὰ στοιχεῖον τάξω τὰ ὀνόματα. καὶ γὰρ Σοφοκλέους εἰπόντος ἐν Αἴαντι μαστιγοφόρῳ τοὺς ἰχθῦς ἑλλοὺς (v. 1297)
  1. ἐφῆκεν ἑλλοῖς ἰχθύσιν διαφθοράν,
ἐζήτησέν τις εἰ καὶ τῶν πρὸ αὐτοῦ τις τῷ ὀνόματι κέχρηται. πρὸς ὃν ὁ Ζωίλος ἔφη· ‘ἐγὼ δὲ οὐκ ὢν ὀψοφαγίστατος (οὕτω γὰρ Ξενοφῶν ὠνόμασεν ἐν Ἀπομνημονεύμασι (III 13, 4) γράφων οὕτως· ‘ὀψοφαγίστατός τε καὶ βλακίστατός ἐστινʼ) οἶδα ὅτι ὁ τὴν Τιτανομαχίαν ποιήσας, εἴτ’ Εὔμηλός ἐστιν ὁ Κορίνθιος ἢ Ἀρκτῖνος ἢ ὅστις δήποτε χαίρει ὀνομαζόμενος, ἐν τῷ δευτέρῳ οὕτως εἴρηκεν (fr. 4 K)·
  1. ἐν δ’ αὐτῇ πλωτοὶ χρυσώπιδες ἰχθύες ἑλλοὶ
  2. νήχοντες παίζουσι δι’ ὕδατος ἀμβροσίοιο.
ἔχαιρε δὲ Σοφοκλῆς τῷ ἐπικῷ κύκλῳ, ὡς καὶ ὅλα
v.2.p.115
δράματα ποιῆσαι κατακολουθῶν τῇ ἐν τούτῳ μυθοποιίᾳ.’

παρατεθεισῶν οὖν ΑΜΙΩΝ ἔφη τις· ‘ταύτας Ἀριστοτέλης ἱστορεῖ (p. 301 R) τὰ μὲν βράγχια ἔχειν καλυπτά, εἶναι δὲ καρχαρόδοντας καὶ τῶν συναγελαζομένων καὶ σαρκοφάγων χολήν τε ἔχειν ἰσομήκη τῷ ἐντέρῳ καὶ σπλῆνα ὁμοίως. λέγεται δὲ ὡς θηρευθεῖσαι προσανάλλονται καὶ ἀποτρώγουσαι τὴν ὁρμιὰν ἐκφεύγουσιν. μνημονεύει δ’ αὐτῶν Ἄρχιππος ἐν Ἰχθύσι (I 683 K) λέγων οὕτως·

  1. ὅτε δ’ ἦσθες | ἀμίας παχείας.
καὶ Ἐπίχαρμος δ’ ἐν Σειρῆσιν (p. 251 L)·
  1. πρωὶ μέν γ’ ἀτενὲς ἀπ’ ἀοῦς ἀφύας ἀπεπυρίζομες
  2. στρογγύλας καὶ δελφακίνας ὀπτὰ κρέα καὶ πωλύπους,
  3. καὶ γλυκύν γ’ ἐπ’ ὦν ἐπίομες οἶνον. Β. οἰβοιβοῖ
  4. τάλας.
  5. Α. περὶ σᾶμά με καλοῦσα κατίσκα λέγοι. Β. φοῦ
  6. τῶν κακῶν.
  7. Α. ὃ καὶ παρὰ τρίγλα τε μία παχῆα κἀμίαι δύο
  8. διατετμαμέναι μέσαι φάσσαι τε τοσσαῦται παρῆς
  9. σκορπίοι τε.
Ἀριστοτέλης δὲ (p. 301 R) παρετυμολογῶν αὐτῆς τοὔνομά φησιν ὠνομάσθαι παρὰ τὸ ἅμα ἰέναι ταῖς παραπλησίαις· ἐστὶ γὰρ συναγελαστική. Ἱκέσιος δ᾽ ἐν τοῖς περὶ ὕλης εὐχύλους μὲν αὐτὰς εἶναι καὶ ἁπαλάς, πρὸς δὲ τὰς ἐκκρίσεις μέσας, ἧσσον δὲ τροφίμους.

ὁ δὲ ὀψοδαίδαλος Ἀρχέστρατος ἐν τῇ

v.2.p.116
Γαστρολογίᾳ (οὕτως γὰρ ἐπιγράφεσθαί φησι Λυκόφρων ἐν τοῖς περὶ κωμῳδίας (fr. 19 Strecker), ὡς τὴν Κλεοστράτου τοῦ Τενεδίου Ἀστρολογίαν) περὶ τῆς ἀμίας φησὶν οὕτως (fr. 7 Ribb)·
  1. τὴν δ’ ἀμίαν φθινοπώρου, ὅταν πλειὰς καταδύνῃ,
  2. πάντα τρόπον σκεύαζε. τί σοι τάδε μυθολογεύω;
  3. οὐ γὰρ μὴ σὺ διαφθείρῃς οὐδ’ ἂν ἐπιθυμῇς.
  4. εἰ δ’ ἐθέλεις καὶ τοῦτο δαήμεναι, ὦ φίλε Μόσχε,
  5. ὅντινα χρή σε τρόπον κείνην διαθεῖναι ἄριστα,
  6. ἐν συκῆς φύλλοις καὶ ὀριγάνῳ οὐ μάλα πολλῇ·
  7. μὴ τυρόν, μὴ λῆρον· ἁπλῶς δ’ οὕτως θεραπεύσας
  8. ἐν συκῆς φύλλοις σχοίνῳ κατάδησον ἄνωθεν,
  9. εἶθ’ ὑπὸ θερμὴν ὦσον ἔσω σποδόν, ἐν φρεσὶ καιρὸν
  10. γινώσκων ὁπότ’ ἔστ’ ὀπτή, καὶ μὴ κατακαύσῃς.
  11. ἔστω δ’ αὕτη σοι Βυζαντίου ἐξ ἐρατεινοῦ,
  12. εἴπερ ἔχειν ἀγαθὴν ἐθέλεις, κἂν ἐγγὺς ἁλῷ που
  13. τοῦδε τόπου, κεδνὴν λήψει· τηλοῦ δὲ θαλάσσης
  14. Ἑλλησποντιάδος χείρων, κἂν κλεινὸν ἀμείψῃς
  15. Αἰγαίου πελάγους ἔναλον πόρον, οὐκ ἔθ’ ὁμοία
  16. γίνεται, ἀλλὰ καταισχύνει τὸν πρόσθεν ἔπαινον.

οὗτος ὁ Ἀρχέστρατος ὑπὸ φιληδονίας γῆν πᾶσαν καὶ θάλασσαν περιῆλθεν ἀκριβῶς, ἐμοὶ δοκεῖ, τὰ πρὸς γαστέρα ἐπιμελῶς ἐξετάσαι βουληθείς· καὶ ὥσπερ οἱ τὰς Περιηγήσεις καὶ τοὺς Περίπλους ποιησάμενοι μετ’ ἀκριβείας ἐθέλει πάντα ἐκτίθεσθαι ‘ὅπου ἐστὶν ἕκαστον κάλλιστον βρωτόν τε ποτόν τε’. τοῦτο γὰρ αὐτὸς ἐν τῷ προοιμίῳ ἐπαγγέλλεται (fr. 2 R) τῶν καλῶν τούτων

v.2.p.117
ὑποθηκῶν ὧν πρὸς τοὺς ἑταίρους ποιεῖται Μόσχον τε καὶ Κλέανδρον, ὥσπερ ὑποτιθέμενος αὐτοῖς κατὰ τὴν Πυθίαν ζητεῖν
  1. ἵππον Θεσσαλικὴν Λακεδαιμονίην τε γυναῖκα,
  2. ἄνδρας δ’ οἳ πίνουσιν ὕδωρ καλῆς Ἀρεθούσης.
Χρύσιππος δ’ αὐτὸν ὁ ὄντως φιλόσοφος καὶ περὶ πάντα ἀνὴρ ἀρχηγὸν Ἐπικούρῳ φησὶ γενέσθαι καὶ τοῖς τὰ τούτου ἐπισταμένοις τῆς πάντα διαλυμηναμένης ἡδονῆς· καὶ γὰρ οὐκ ἐγκαλυπτόμενος ὁ Ἐπίκουρος λέγει, ἀλλὰ μεγάλῃ τῇ φωνῇ· ‘οὐ γὰρ ἔγωγε δύναμαι νοῆσαι τἀγαθὸν ἀφελὼν μὲν τὴν διὰ χυλῶν, ἀφελὼν δὲ τὴν δι’ ἀφροδισίων ἡδονήν.’ οἴεται γὰρ οὕτως ὁ σοφὸς καὶ τὸν ἀσώτων βίον ἀνεπίληπτον εἶναι, εἴπερ αὐτῷ προσγένοιτο τὸ ἀδεὲς καὶ ἵλεων. διὸ καὶ οἱ τῆς κωμῳδίας ποιηταὶ κατατρέχοντές που τῆς ἡδονῆς καὶ ἀκρασίας ἐπικούρους καὶ βοηθοὺς βοῶσιν.

Βάτων μὲν ἐν Συνεξαπατῶντι δυσχεραίνοντα ποιήσας πατέρα τῷ τοῦ υἱοῦ παιδαγωγῷ καὶ λέγοντα (IV 502 M)·

  1. ἀπολώλεκας τὸ μειράκιόν μου παραλαβών,
  2. ἀκάθαρτε, καὶ πέπεικας ἐλθεῖν ἐς βίον
  3. ἀλλότριον αὑτοῦ· καὶ πότους ἑωθινοὺς
  4. πίνει διὰ σὲ νῦν, πρότερον οὐκ εἰθισμένος.
  5. Β. εἶτ’ εἰ μεμάθηκε, δέσποτα, ζῆν, ἐγκαλεῖς;
  6. Α. ζῆν δ’ ἐστὶ τὸ τοιοῦθ᾽; Β. ὡς λέγουσιν οἱ
  7. σοφοί·
  8. ὁ γοῦν Ἐπίκουρός φησιν εἶναι τἀγαθὸν
  9. τὴν ἡδονὴν δήπουθεν· οὐκ ἔστιν δ’ ἔχειν
  10. ταύτην ἑτέρωθεν, ἐκ δὲ τοῦ ζῆν παγκάλως·
    v.2.p.118
  11. εὖ σῶς ἅπαντας ἦ τυχὸν δώσεις ἐμοί.
  12. Α. ἑόρακας οὖν φιλόσοφον, εἰπέ μοι, τινὰ
  13. μεθύοντ’ ἐπὶ τούτοις θ’ οἷς λέγεις κηλούμενον;
  14. Β. ἅπαντας· οἱ γὰρ τὰς ὀφρῦς ἐπηρκότες
  15. καὶ τὸν φρόνιμον ζητοῦντες ἐν τοῖς περιπάτοις
  16. καὶ ταῖς διατριβαῖς ὥσπερ ἀποδεδρακότα
  17. οὕτως, ἐπὰν γλαυκίσκος αὐτοῖς παρατεθῇ,
  18. ἴσασιν οὗ δεῖ πρῶτον ἅψασθαι τόπου
  19. καὶ τὴν κεφαλὴν ζητοῦσιν ὥσπερ πράγματος,
  20. ὥστ’ ἐκπεπλῆχθαι πάντας.
καὶ ἐν τῷ Ἀνδροφόνῳ δὲ ἐπιγραφομένῳ ὁ αὐτὸς Βάτων διαπαίξας τινὰ τῶν ἐπιεικῶν φιλοσόφων ἐπιφέρει (IV 500 M)·
  1. ἐξὸν γυναῖκ’ ἔχοντα κατακεῖσθαι καλὴν
  2. καὶ Λεσβίου χυτρῖδε λαμβάνειν δύο·
  3. ὁ φρόνιμος οὗτόσ ἐστι, τοῦτο τἀγαθόν.
  4. Ἐπίκουρος ἔλεγε ταῦθ’ ἃ νῦν ἐγὼ λέγω.
  5. εἰ τοῦτον ἔζων πάντες ὃν ἐγὼ ζῶ βίον,
  6. οὔτ’ ἄτοπος ἦν ἂν οὔτε μοιχὸς οὐδὲ εἷς.
Ἡγήσιππος δ’ ἐν Φιλεταίροις (IV 481 M)·
  1. Ἐπίκουρος ὁ σοφὸς ἀξιώσαντός τινος
  2. εἰπεῖν πρὸς αὐτὸν ὅτι ποτ’ ἐστὶ τἀγαθόν,
  3. ὃ διὰ τέλους ζητοῦσιν, εἶπεν ἡδονήν.
  4. Β. εὖ γ᾽, ὦ κράτιστ’ ἄνθρωπε καὶ σοφώτατε·
  5. τοῦ γὰρ μασᾶσθαι κρεῖττον οὐκ ἔστ’ οὐδὲ ἓν
  6. ἀγαθόν·Α. πρόσεστιν ἡδονῇ γὰρ τἀγαθόν.
    v.2.p.119