Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

  1. Ἀπολλώνιος δ’ ὁ Ῥόδιος ἢ Ναυκρατίτης ἐν
Ναυκράτεως κτίσει (fr. 7 Mich) τὸν Πομπίλον φησὶν ἄνθρωπον πρότερον ὄντα μεταβαλεῖν εἰς ἰχθὺν διά τινα Ἀπόλλωνος ἔρωτα· τὴν γὰρ Σαμίων πόλιν παραρρεῖν ποταμὸν Ἴμβρασον,
  1. τῷ ῥά ποτ’ Ὠκυρόην νύμφην, περικαλλέα κούρην,
  2. Χησιὰς εὐπατέρεια τέκεν φιλότητι μιγεῖσα,
  3. Ὠκυρόην, ᾗ κάλλος ἀπείριτον ὤπασαν Ὧραι·
ταύτης οὖν ἐρασθέντα Ἀπόλλωνα ἐπιχειρῆσαι ἁρπάσαι. διαπεραιωθεῖσαν δ’ εἰς Μίλητον κατά τινα Ἀρτέμιδος ἑορτὴν καὶ μέλλουσαν ἁρπάζεσθαι εὐλαβηθεῖσαν Πομπίλον τινὰ θαλασσουργὸν ἄνθρωπον καθικετεῦσαι ὄντα πατρῷον φίλον, ὅπως αὐτὴν εἰς τὴν πατρίδα διασώσῃ, λέγουσαν τάδε (fr. 8)·
  1. πατρὸς ἐμοῖο φίλου συμφράδμονα θυμὸν ἀέξων,
  2. Πομπίλε, δυσκελάδου δεδαὼς θοὰ βένθεα πόντου,
  3. σῷζέ με·
καὶ τὸν εἰς τὴν ἀκτὴν διαγαγόντα αὐτὴν διαπεραιοῦν. ἐπιφανέντα δὲ τὸν Ἀπόλλωνα τήν τε κόρην ἁρπάσαι καὶ τὴν ναῦν ἀπολιθώσαντα τὸν Πομπίλον εἰς τὸν ὁμώνυμον ἰχθὺν μεταμορφῶσαι ποιῆσαί τε τὸν (fr. 9)
  1. πομπίλον ὠκυάλων νηῶν αιηονονα δουρον.

Θεόκριτος δ’ ὁ Συρακόσιος ἐν τῇ ἐπιγραφομένῃ Βερενίκῃ τὸν λεῦκον ὀνομαζόμενον ἰχθὺν ἱερὸν καλεῖ διὰ τούτων (p. 184 Ziegl)·

  1. καἴ τις ἀνὴρ αἰτεῖται ἐπαγροσύνην τε καὶ ὄλβον,
  2. ἐξ ἁλὸς ᾧ ζωή, τὰ δὲ δίκτυα κείνῳ ἄροτρα,
  3. σφάζων ἀκρόνυχος ταύτῃ θεῷ ἱερὸν ἰχθύν,
    v.2.p.128
  4. ὃν λεῦκον καλέουσιν, ὁ γάρ θ’ ἱερώτατος ἄλλων,
  5. καί κε λίνα στήσαιτο καὶ ἐξερύσαιτο θαλάσσης
  6. ἔμπλεα.
Διονύσιος δ’ ὁ ἐπικαλούμενος Ἴαμβος ἐν τῷ περὶ διαλέκτων γράφει οὕτως· ‘ἀκηκόαμεν γοῦν ἁλιέως Ἐρετρικοῦ τὸν ἱερὸν ἰχθὺν καὶ ἄλλων πολλῶν ἁλιέων καλούντων τὸν πομπίλον· ἐστὶν πελάγιος καὶ παρὰ τὰς ναῦς πυκνὰ φαίνεται ἐοικὼς πηλαμύδι, ποικίλος. τὸν δ’ οὖν ἰχθύν τις παρὰ τῷ ποιητῇ ἕλκει· Il. 16.407
  1. ἀκτῇ ἐπὶ προβλῆτι καθήμενος ἱερὸν ἰχθύν,
εἰ μὴ ἄλλος τίς ἐστιν οὕτω καλούμενος ἱερὸς ἰχθύς.’ Καλλίμαχος δ’ ἐν Γαλατείᾳ τὸν χρύσοφρυν (fr. 37 Sch)·
  1. ἢ μᾶλλον χρύσειον ἐν ὀφρύσιν ἱερὸν ἰχθὺν
  2. ἢ πέρκας ὅσα τ’ ἄλλα φέρει βυθὸς ἄσπετος ἅλμης.
ἐν δὲ τοῖς ἐπιγράμμασιν ὁ αὐτὸς ποιητής φησιν (fr. 72 Sch)·
  1. ἱερὸς δέ τοι, ἱερὸς ὕκης.
ἄλλοι δ’ ἀκούουσιν ἱερὸν ἰχθὺν τὸν ἄνετον, ὡς καὶ ἱερὸν βοῦν τὸν ἄνετον, οἱ δὲ τὸν μέγαν, ὡς
ἱερὸν μένος Ἀλκινόοιο
Od. 8.385, τινὲς δὲ τὸν ἱέμενον πρὸς τὸν ῥοῦν.’

Κλείταρχος δ’ ἐν ἑβδόμῃ Γλωσσῶν ‘οἱ ναυτικοί, φησίν, πομπίλον ἱερὸν ἰχθὺν προσαγορεύουσι διὰ τὸ ἐκ πελάγους προπέμπειν τὰς ναῦς ἕως εἰς λιμένα· διὸ καὶ πομπίλον καλεῖσθαι, χρύσοφρυν ὄντα.’ καὶ Ἐρατοσθένης δ’ ἐν Ἑρμῇ φησιν (fr. 14 H)·

  1. ἄγρης μοῖραν ἔλειπον, ἔτι ζώοντας ἰούλους
  2. ἠὲ γενειῆτιν τρίγλην ἢ περκάδα κίχλην
  3. ἢ δρομίην χρύσειον ἐν ὀφρύσιν ἱερὸν ἰχθύν.
    v.2.p.129
ἐκ ταύτης ἡμῶν τῆς ὀψολογίας ὁ καλὸς Οὐλπιανὸς ζητείτω κατὰ τί Ἀρχέστρατος ἐν ταῖς καλαῖς ὑποθήκαις περὶ τῶν ἐν Βοσπόρῳ ταρίχων εἰπών (fr. 48 R)·
  1. Βοσπόρου ἐκπλεύσαντα τὰ λευκότατ᾽, ἀλλὰ προσέστω
  2. μηδὲν ἐκεῖ στερεᾶς σαρκὸς Μαιώτιδι λίμνῃ
  3. ἰχθύος αὐξηθέντος, ὃν ἐν μέτρῳ οὐ θέμις εἰπεῖν —
τίς οὗτός ἐστιν ὅν φησιν οὐ θεμιτὸν εἶναι ἐμμέτρως εἰπεῖν;

ΑΦΥΑΙ. καὶ ἑνικῶς δὲ ἀφύην λέγουσιν. Ἀριστώνυμος Ἡλίῳ ῥιγῶντι (I 668 K)·

  1. ὥστ’ οὔτ’ ἀφύη νῦν ἔστ’ ἔθ’ ἁπλῶς.
τῆς δ’ ἀφύης ἐστὶ γένη πλείω· καὶ ἡ μὲν ἀφρῖτις λεγομένη οὐ γίνεται ἀπὸ γόνου, ὥς φησιν Ἀριστοτέλης (p. 303 R), ἀλλ’ ἐκ τοῦ ἐπιπολάζοντος τῇ θαλάσσῃ ἀφροῦ, οὗ ἂν ὄμβρων γενομένων πολλῶν σύστασις γένηται. ἑτέρα δ’ ἐστὶν ἀφύη ἡ κωβῖτις λεγομένη· γίνεται δ’ αὕτη ἐκ τῶν μικρῶν καὶ φαύλων τῶν ἐν τῇ ἄμμῳ διαγενομένων κωβιδίων· καὶ ἐξ αὐτῆς δὲ ταύτης τῆς ἀφύης ἀπογεννῶνται ἕτεραι, αἵτινες ἐγκρασίχολοι καλοῦνται. γίνεται δὲ καὶ ἄλλη ἀφύη ὁ γόνος τῶν μαινίδων καὶ ἄλλη ἐκ τῆς μεμβράδος καὶ ἔτι ἄλλη ἐκ τῶν μικρῶν κεστρέων τῶν ἐκ τῆς ἄμμου καὶ τῆς ἰλύος γινομένων. πάντων δὲ τούτων ἡ ἀφρῖτις ἀρίστη. Δωρίων δ’ ἐν τῷ περὶ ἰχθύων κωβίτην τινὰ ἑψητὸν λέγει καὶ τὸν ἐξ ἀθερίνης· ἰχθυδίου δὲ ὄνομα ἀθερίνη. εἶναι δέ φησι καὶ τριγλῖτιν ἀφύην. Ἐπίχαρμος δ’ ἐν Ἥβας γάμῳ (p. 232, 7 L) ἐν μεμβράσι καὶ καμμάροις
v.2.p.130
τὰς ἀφύας καταριθμεῖται διαστέλλων τὸν λεγόμενον γόνον. Ἱκέσιος δέ φησι· ‘τῆς ἀφύης ἣ μὲν λευκὴ καὶ λίαν λεπτὴ καὶ ἀφρώδης, ἣν καλοῦσιν ἔνιοι καὶ κωβῖτιν, ἣ δὲ ῥυπαρωτέρα ταύτης καὶ ἁδροτέρα· διαφέρει δ’ ἡ καθαρὰ καὶ λεπτή.’ Ἀρχέστρατος δ’ ὁ ὀψοδαίδαλός φησι (fr. 10 R)·
  1. τὴν ἀφύην μίνθου πᾶσαν πλὴν τὴν ἐν Ἀθήναις·
  2. τὸν γόνον ἐξαυδῶ, τὸν ἀφρὸν καλέουσιν Ἴωνες·
  3. καὶ λαβὲ πρόσφατον αὐτὸν ἐν εὐκόλποισι Φαλήρου
  4. ἀγκῶσιν ληφθένθ’ ἱεροῖς. κἀν τῇ περικλύστῳ
  5. ἐστὶ Ῥόδῳ γενναῖος, ἐὰν ἐπιχώριος ἔλθῃ.
  6. ἂν δέ που ἱμείρῃς αὐτοῦ γεύσασθαι, ὁμοῦ χρὴ
  7. κνίδας ὀψωνεῖν, τὰς ἀμφικόμους ἀκαλήφας·
  8. εἰς ταὐτὸν μίξας δ’ αὐτὰς ἐπὶ τηγάνου ὄπτα,
  9. εὐώδη τρίψας ἄνθη λαχάνων ἐν ἐλαίῳ.

Κλέαρχος δ’ ὁ περιπατητικὸς ἐν τοῖς περὶ παροιμιῶν περὶ τῆς ἀφύης φησί· ‘διὰ τὸ μικροῦ δεῖσθαι πυρὸς ἐν τοῖς τηγάνοις οἱ περὶ Ἀρχέστρατον (fr. 11 R) ἐπιβαλόντας κελεύουσιν ἐπὶ θερμὸν τήγανον σίζουσαν ἀφαιρεῖν· ἅμα δ᾽ ἧπται καὶ σίζει, καθάπερ τοὔλαιον, εὐθύς. διὸ λέγεται ‘ἴδε πῦρ ἀφύη." Χρύσιππος δ’ ὁ φιλόσοφος ἐν τῷ περὶ τῶν δι’ αὑτὰ αἱρετῶν ‘τὴν ἀφύην, φησί, τὴν ἐν Ἀθήναις μὲν διὰ τὴν δαψίλειαν ὑπερορῶσι καὶ πτωχικὸν εἶναί φασιν ὄψον, ἐν ἑτέραις δὲ πόλεσιν ὑπερθαυμάζουσι πολὺ χείρω γινομένην. εἶθ’ οἱ μέν, φησίν, ἐνταῦθα τοὺς Ἀδριατικοὺς ὄρνιθας τρέφειν σπεύδουσιν ἀχρειοτέρους ὄντας,

v.2.p.131
ὅτι τῶν παρ’ ἡμῖν πολὺ ἐλάττους εἰσίν· ἐκεῖνοι δὲ τἀναντία μεταπέμπονται τοὺς ἐνθάδε.’ ἐπὶ τοῦ ἑνικοῦ Ἕρμιππος Δημόταις (I 228 K) τὸ ἐνικόν·
  1. νῦν δ’ οὐδ’ ἀφύην κινεῖν δοκεῖς.
Καλλίας Κύκλωψιν (I 695 K)·
  1. πρὸς τῆς ἀφύης τῆς ἡδίστης.
Ἀριστώνυμος Ἡλίῳ ῥιγῶντι (I 668 K)·
  1. ὥστ’ οὔτ’ ἀφύη νῦν ἔστιν ἁπλῶς.
ἀφύδια δὲ Ἀριστοφάνης Ταγηνισταῖς (I 522 K)·
  1. μηδὲ τὰ Φαληρικὰ τὰ μικρὰ τάδ’ ἀφύδια.

Λυγκεὺς δ’ ὁ Σάμιος ἐν τῇ πρὸς Διαγόραν ἐπιστολῇ ἐπαινῶν τὰς Ῥοδιακὰς ἀφύας καὶ ἀντιτιθεὶς πολλὰ τῶν Ἀθήνησι γινομένων πρὸς τὰ ἐν τῇ Ῥόδῳ φησί· ‘ταῖς μὲν Φαληρικαῖς ἀφύαις τὰς Αἰνάτιδας καλουμένας ἀφύας, τῷ δὲ γλαυκίσκῳ τὸν ἔλοπα καὶ τὸν ὄρφον ἀντιπαρατιθεῖσα, πρὸς δὲ τὰς Ἐλευσινιακὰς ψήττας καὶ σκόμβρους καὶ εἴ τις ἄλλος παρ᾽ αὐτοῖς ἰχθὺς ἐπάνω τῇ δόξῃ τοῦ Κέκροπος γέγονεν ἀντιγεννήσασα τὸν ἀλώπεκα καλούμενον. ὃν ὁ τὴν Ἡδυπάθειαν γράψας παρακελεύεται τῷ μὴ δυναμένῳ τιμῇ κατεργάσασθαι τὴν ἐπιθυμίαν ἀδικίᾳ κτήσασθαι τὴν ὀψοφαγίαν.’ Ἀρχέστρατον λέγει τὸν τένθην ὁ Λυγκεύς, ὃς ἐν τῷ πολυθρυλήτῳ ποιήματι περὶ τοῦ γαλεοῦ λέγει οὕτως (fr. 13 R)·

  1. ἐν δὲ Ῥόδῳ γαλεὸν τὸν ἀλώπεκα· κἂν ἀποθνῄσκειν
  2. μέλλῃς, ἂν μή σοι πωλεῖν θέλῃ, ἅρπασον αὐτόν,
  3. ὃν καλέουσι Συρακόσιοι κύνα πίονα· κᾆτα
    v.2.p.132
  4. ὕστερον ἤδη πάσχ’ ὅτι σοι πεπρωμένον ἐστίν.

  1. ΑΧΑΡΝΟΣ. Καλλίας Κύκλωψιν (I 694 K)·
  2. κίθαρος ὀπτὸς καὶ βατὶς θύννου τε κεφάλαιον τοδί,
  3. ἐγχέλεια, κάραβοι, λινεύς, ἄχαρνος οὑτοσί.

ΒΑΤΙΣ. ΒΑΤΡΑΧΟΣ. ΒΑΤΟΣ. τῆς μὲν οὖν βατίδος καὶ τοῦ βατράχου μνημονεύει Ἀριστοτέλης ἐν τοῖς περὶ ζῴων (p. 296 R) καταριθμῶν αὐτὰ ἐν τοῖς σελάχεσιν. Εὔπολις δ’ ἐν Κόλαξί φησι (I 303 K)·

  1. παρὰ τῷδε Καλλίᾳ πολλὴ θυμηδία,
  2. ἵνα πάρα μὲν κάραβοι καὶ βατίδες καὶ λαγῲ
  3. καὶ γυναῖκες εἱλίποδες.
καὶ Ἐπίχαρμος ἐν Ἥβας γάμῳ (p. 232 L)·
  1. ἦν δὲ νάρκαι καὶ βατίδες, ἦν δὲ ζύγαιναι,
  2. πρήστιες,
  3. κἀμίαι τε καὶ βάτοι ῥίναι τε τραχυδέρμονες.
ἐν δὲ Μεγαρίδι (p. 245 L)·
  1. τὰς πλευρὰς οἷόν περ βατίς,
  2. τὰν δ’ ὀπισθίαν ἔχησθ’ ἀτενὲς οἷόν περ βάτος,
  3. τὰν δὲ κεφαλὰν ὀστέων οἷόν περ ἔλαφος, οὐ βατίς,
  4. τὰν δὲ λαπάραν σκορπίος παῖς ἐπιθαλάττιός τε οὐ.
Σαννυρίων δ’ ἐν Γέλωτι (I 793 K)·
  1. ὦ βατίδες, ὦ γλαύκων κάρα.
Ἀριστοτέλης δ’ ἐν πέμπτῳ ζῴων μορίων (h. an. p. 540 b 17) σελάχη φησὶν εἶναι βάτον, τρυγόνα, βοῦν, λάμιαν, αἰετόν, νάρκην, βάτραχον καὶ πάντα τὰ γαλεοειδῆ. Σώφρων δ’ ἐν μίμοις ἀνδρείοις βότιν καλεῖ τινα ἰχθὺν ἐν τούτοις (fr. 62 Bo)· ‘κέστραι βότιν κάπτουσαι’· καὶ μήποτε βοτάνην τινὰ λέγει. περὶ δὲ τοῦ βατράχου
v.2.p.133
συμβουλεύει ὁ σοφώτατος Ἀρχέστρατος ἐν ταῖς γνώμαις τάδε (fr. 12 R)·
  1. βάτραχον ἔνθ’ ἂν ἴδῃς, ὀψώνει .......
  2. ................. καὶ γαστρίον αὐτοῦ
  3. σκεύασον ..
περὶ δὲ τῆς βατίδος (fr. 49 R)·
  1. καὶ βατίδ’ ἑφθὴν ἔσθε μέσου χειμῶνος ἐν ὥρῃ,
  2. καὶ ταύτῃ τυρὸν καὶ σίλφιον· ἅττα τε σάρκα
  3. μὴ πίειραν ἔχῃ πόντου τέκνα, τῷδε τρόπῳ χρὴ
  4. σκευάζειν. ἤδη σοὶ ἐγὼ τάδε δεύτερον αὐδῶ.
Ἔφιππος δ’ ὁ κωμῳδιοποιὸς ἐν Φιλύρᾳ δράματι (II 262 K)· ἑταίρας δ’ ὄνομα ἡ Φιλύρα·
  1. πότερον ἐγὼ
  2. τὴν βατίδα τεμάχη κατατεμὼν ἕψω; τί φής;
  3. ἢ Σικελικῶς ὀπτὴν ποιήσω; Β. Σικελικῶς.

ΒΩΚΕΣ. Ἀριστοτέλης ἐν τῷ ἐπιγραφομένῳ Ζωικῷ ἢ περὶ ἰχθύων (p. 297 R) ‘νωτόγραπτα, φησί, λέγεται βῶξ, σκολιόγραπτα δὲ κολίας.’ Ἐπίχαρμος δ’ ἐν Ἥβας γάμῳ (p. 232 L)·

  1. ἔτι δὲ ποττούτοισι βῶκες, σμαρίδες, ἀφύαι, κάμμαροι.
Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ βόηκας αὐτοὺς καλεῖ ἐν τούτοις (fr. 9 Birt)·
  1. ἢ λευκὴν συνόδοντα βόηκάς τε τριγκούς τε.
Σπεύσιππος δὲ καὶ οἱ ἄλλοι Ἀττικοὶ βόακας. Ἀριστοφάνης Σκηνὰς καταλαμβανούσαις (I 514 K)·
  1. ἀλλ’ ἔχουσα γαστέρα
  2. μεστὴν βοάκων ἀπεβάδιζον οἴκαδε.
    v.2.p.134
ὠνομάσθη δὲ παρὰ τὴν βοήν. διὸ καὶ Ἑρμοῦ ἱερὸν εἶναι λόγος τὸν ἰχθύν, ὡς τὸν κίθαρον Ἀπόλλωνος. Φερεκράτης δ’ ἐν Μυρμηκανθρώποις εἰπών (I 178 K)·
  1. ἀλλὰ φωνὴν οὐκ ἔχειν
  2. ἰχθύν γέ φασι τὸ παράπαν,
ἐπιφέρει·
  1. νὴ τὼ θεώ,
  2. οὐκ ἔστιν ἰχθὺς ἄλλος οὐδεὶς ἢ βόαξ.
Ἀριστοφάνης δ’ ὁ Βυζάντιος (omis. N) κακῶς φησιν ἡμᾶς λέγειν τὸν ἰχθὺν βῶκα δέον βόωπα, ἐπεὶ μικρὸς ὑπάρχων μεγάλους ὦπας ἔχει· εἴη ἂν οὖν ὁ βόωψ βοὸς ὀφθαλμοὺς ἔχων. πρὸς ὃν λεκτέον, εἰ τοῦτον κακῶς ὀνομάζομεν, διὰ τί κορακῖνόν φαμεν καὶ οὐ κοροκῖνον; ὠνομάσθη γὰρ ἀπὸ τοῦ τὰς κόρας κινεῖν. τί δ’ οὐχὶ καὶ σείουρον λέγομεν, ἀλλὰ σίλουρον; ὠνόμασται γὰρ καὶ οὗτος ἀπὸ τοῦ σείειν συνεχῶς τὴν οὐράν.