Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

ΣΥΚΑΛΙΔΕΣ. Ἀλέξανδρος ὁ Μύνδιος ἱστορεῖ· ‘ἅτερος τῶν αἰγιθαλῶν ὑφ’ ὧν μὲν ἔλαιον καλεῖται, ὑπὸ δέ τινων πυρρίας· συκαλὶς δ᾽, ὅταν ἀκμάζῃ τὰ σῦκα.’ δύο δ’ εἶναι γένη αὐτοῦ συκαλίδα καὶ μελαγκόρυφον. Ἐπίχαρμος (p. 237 L)· ‘ἀγλαὰς συκαλλίδας.’ καὶ πάλιν (p. 240)·

v.1.p.153
  1. ἦν δ’ ἐρῳδιοί τε πολλοὶ μακροκαμπυλαύχενες
  2. τέτρακές τε σπερματολόγοι κἀγλααὶ συκαλλίδες.
ἁλίσκονται δ’ αὗται τῷ τῶν σύκων καιρῷ. διὸ βέλτιον ὀνομάζοιτ’ ἂν δι’ ἑνὸς λ· διὰ δὲ τὸ μέτρον Ἐπίχαρμος διὰ δυεῖν εἴρηκεν.

  1. ΣΠΙΝΟΙ. Εὔβουλος (II 214 K)·
  2. Ἀμφιδρομίων ὄντων, ἐν οἷς νομίζεται
  3. ὀπτᾶν τε τυροῦ Χερρονησίτου τόμον
  4. ἕψειν τ’ ἐλαίῳ ῥάφανον ἠγλαισμένην
  5. πνίγειν τε παχέων ἀρνίων στηθύνια
  6. τίλλειν τε φάττας καὶ κίχλας ὁμοῦ σπίνοις
  7. ὁμοῦ τε χναύειν μαινίσιν σηπίδια
  8. πιλοῦν τε πολλὰς πλεκτάνας ἐπιστρεφῶς
  9. πίνειν τε πολλὰς κύλικας εὐζωρεστέρας.

ΚΟΨΙΧΟΙ. Νικόστρατος ἢ Φιλέταιρος (II 221 K)·

  1. τί οὖν ἀγοράσω; φράζε γάρ.
  2. Β. μὴ πολυτελῶς, ἀλλὰ καθαρείως· δασύποδα,
  3. ἐὰν περιτύχῃς, ἀγόρασον καὶ νηττία
  4. ὁπόσα σὺ βούλει καὶ κίχλας καὶ κοψίχους,
  5. ὀρνιθάριά τε τῶν ἀγρίων τούτων συχνά·
  6. χάριεν γάρ.
Ἀντιφάνης δὲ καὶ ΨΑΡΑΣ ἐν τοῖς βρώμασι καταλέγει (II 130 K)·
v.1.p.154
  1. μέλι, πέρδικες,
  2. φάτται, νῆτται, χῆνες, ψᾶρες,
  3. κίττα, κολοιός, κόψιχος, ὄρτυξ,
  4. ὄρνις θήλεια.
πάντων ἡμᾶς λόγον ἀπαιτεῖς καὶ οὐδ’ ὁτιοῦν ἔξεστιν εἰπεῖν ἀνυπεύθυνον.

ὅτι τὸ ΣΤΡΟΥΘΑΡΙΟΝ παρ’ ἄλλοις τε καὶ δὴ καὶ παρ’ Εὐβούλῳ (II 208 K)·

  1. περδίκια
  2. λαβὲ τέτταρ’ ἢ καὶ πέντε, δασύποδας δὲ τρεῖς,
  3. στρουθάριά θ’ οἷον ἐντραγεῖν, ἀκανθυλλίδας,
  4. καὶ βιττάκους, σπινίδια, κερχνῇδας
  5. τά τ’ ἄλλ’ ἅττ’ ἂν ἐπιτύχῃς.

ΕΓΚΕΦΑΛΟΙ ΧΟΙΡΕΙΟΙ. τούτων ἡμᾶς ἐσθίειν οὐκ εἴων οἱ φιλόσοφοι φάσκοντες τοὺς αὐτῶν μεταλαμβάνοντας ‘ἶσον καὶ κυάμων τρώγειν κεφαλῶν τε’ οὐ ‘τοκήων’ μόνον, ἀλλὰ καὶ τῶν ἄλλων βεβήλων. οὐδένα γοῦν τῶν ἀρχαίων βεβρωκέναι διὰ τὸ τὰς αἰσθήσεις ἁπάσας σχεδὸν ἐν αὐτῷ εἶναι. Ἀπολλόδωρος δ’ ὁ Ἀθηναῖος οὐδ’ ὀνομάζειν τινὰ τῶν παλαιῶν φησιν ἐγκέφαλον· καὶ Σοφοκλέα γοῦν ἐν Τραχινίαις ποιήσαντα τὸν Ἡρακλέα ῥιπτοῦντα τὸν Λίχαν ἐς θάλασσαν οὐκ ὀνομάσαι ἐγκέφαλον, ἀλλὰ λευκὸν μυελόν, ἐκκλίνοντα τὸ μὴ ὀνομαζόμενον (781)·

v.1.p.155
  1. κόμης δὲ λευκὸν μυελὸν ἐκραίνει μέσου
  2. κρατὸς διασπαρέντος αἵματός θ’ ὁμοῦ,
καίτοι τἄλλα διαρρήδην ὀνομάσαντα. καὶ Εὐριπίδης δὲ τὴν Ἑκάβην θρηνοῦσαν εἰσαγαγὼν τὸν Ἀστυάνακτα ὑπὸ τῶν Ἑλλήνων ῥιφέντα φησί (Tro. 1173)·
  1. δύστηνε, κρατὸς ὥς σ’ ἔκειρεν ἀθλίως
  2. τείχη πατρῷα, Λοξίου πυργώματα,
  3. ὃν πόλλ’ ἐκήπευσ’ ἡ τεκοῦσα βόστρυχον
  4. φιλήμασίν τ’ ἔδωκεν· ἔνθεν ἐκγελᾷ
  5. ὀστέων ῥαγέντων φόνος, ἵν’ αἰσχρὰ μὴ λέγω.
ἔχει δὲ ἐπίστασιν ἡ τῶν ποιημάτων τούτων ἐκδοχή. καὶ γὰρ Φιλοκλῆς τε ἐγκέφαλόν φησιν (p. 589 N)·
  1. οὐδ’ ἂν ἐγκέφαλον ἔσθων λίποι,
καὶ Ἀριστοφάνης (ran. 134)·
  1. ἀπολέσαιμ’ ἂν ἐγκεφάλου θρίω δύο,
καὶ ἄλλοι. λευκὸν οὖν ἂν εἴη μυελὸν εἰρηκὼς Σοφοκλῆς ποιητικῶς, Εὐριπίδης δὲ τὸ τῆς προσόψεως εἰδεχθὲς καὶ αἰσχρὸν οὐχ αἱρούμενος ἐναργῶς ἐμφανίσαι ἐδήλωσεν ὡς ἐβούλετο. ὅτι δ’ ἱερὸν ἐνόμιζον τὴν κεφαλὴν δῆλον ἐκ τοῦ καὶ κατ’ αὐτῆς ὀμνύειν καὶ τοὺς γινομένους ἀπ’ αὐτῆς πταρμοὺς προσκυνεῖν ὡς ἱερούς. ἀλλὰ μὴν καὶ τὰς συγκαταθέσεις βεβαιοῦμεν τῇ ταύτης ἐπινεύσει, ὡς καὶ ὁ Ὁμηρικὸς Ζεύς φησιν (A 524)·
  1. εἰ δ’ ἄγε τοι κεφαλῇ ἐπινεύσομαι.

ὅτι εἰς τὸ πρόπομα καὶ ταῦτα ἐνεβάλλοντο, πέπερι, φυλλίς, σμύρνα, κύπειρον, μύρον Αἰγύπτιον. Ἀντιφάνης (II 125 K)·

v.1.p.156
  1. ἂν μὲν ἄρα πέπερι πριάμενός τις εἰσφέρῃ,
  2. στρεβλοῦν γράφουσι τοῦτον ὡς κατάσκοπον.
πάλιν (ibid)·
  1. νῦν δεῖ περιόντα πέπερι καὶ καρπὸν βλίτου
  2. ζητεῖν.
Εὔβουλος (II 210 K)·
  1. κόκκον λαβοῦσα κνίδιον ἢ τοῦ πεπέριδος
  2. τρίψασ’ ὁμοῦ σμύρνῃ διάπαττε τὴν ὁδόν.
Ὠφελίων (II 294 K)·
  1. Λιβυκὸν πέπερι θυμίαμα καὶ βιβλίον
  2. Πλάτωνος ἐμβρόντητον.
Νίκανδρος Θηριακοῖς (875)·
  1. ἢ καὶ λεπτοθρίοιο πολύχνοα φύλλα κονύζης,
  2. πολλάκι δ’ ἢ πέπερι κόψας νέον ἢ ἀπὸ Μήδων
  3. κάρδαμον.
Θεόφραστος ἐν φυτῶν ἱστορίᾳ (9, 20, 1)· ‘τὸ πέπερι καρπὸς μέν ἐστι, διττὸν δὲ αὐτοῦ τὸ γένος· τὸ μὲν στρογγύλον ὥσπερ ὄροβος, κέλυφος ἔχον ὑπέρυθρον, τὸ δὲ πρόμηκες, μέλαν, σπερμάτια μηκωνικὰ ἔχον. ἰσχυρότερον δὲ πολὺ τοῦτο θατέρου, θερμαντικὰ δὲ ἄμφω· διὸ καὶ πρὸς τὸ κώνειον βοηθεῖ ταῦτα.’ ἐν δὲ τῷ περὶ πνιγμοῦ γράφει (fr. 166)· ‘ἡ δὲ τούτων ἀνάκτησις ὄξους ἐγχύσει καὶ πεπέριδος ἢ κνίδης καρπῷ τριφθείσης.’ τοῦτο δ’ ἡμᾶς τηρῆσαι δεῖ ὅτι οὐδέτερον ὄνομα οὐδέν ἐστι παρὰ τοῖς Ἕλλησιν εἰς ῑ λῆγον, εἰ
v.1.p.157
μὴ μόνον τὸ μέλι. τὸ γὰρ πέπερι καὶ κόμμι καὶ κοῖφι ξενικά.

ΕΛΑΙΟΝ. Σαμιακοῦ ἐλαίου μνημονεύει Ἀντιφάνης ἢ Ἄλεξις (II 134 K)·

  1. οὑτοσὶ δέ σοι
  2. τοῦ λευκοτάτου πάντων ἐλαίου Σαμιακοῦ
  3. ἐστιν μετρητής.
Καρικοῦ δὲ Ὠφελίων (II 294 K)·
  1. ἐλαίῳ Καρικῷ
  2. ἀλείφεται.
Ἀμύντας ἐν σταθμοῖς Περσικοῖς φησι (fr. 3 M)· ‘φέρει τὰ ὄρη τέρμινθον καὶ σχῖνον καὶ κάρυα τὰ Περσικά, ἀφ’ ὧν ποιοῦσι τῷ βασιλεῖ ἔλαιον πολύ.’ Κτησίας δ’ ἐν Καρμανίᾳ φησὶ (fr. 96 M) γίνεσθαι ἔλαιον ἀκάνθινον, ᾧ χρῆσθαι βασιλέα· ὃς καὶ καταλέγων ἐν τῷ περὶ τῶν κατὰ τὴν Ἀσίαν φόρων τούτῳ βιβλίῳ πάντα τὰ τῷ βασιλεῖ παρασκευαζόμενα ἐπὶ τὸ δεῖπνον οὔτε πεπέρεως μέμνηται οὔτε ὄξους, ‘ὃ μόνον ἄριστόν ἐστι τῶν ἡδυσμάτων.’ ἀλλὰ μὴν οὐδὲ Δίνων ἐν τῇ Περσικῇ πραγματείᾳ (FHG II 92)· ὅς γέ φησι καὶ ἅλας Ἀμμωνιακὸν ἀπ’ Αἰγύπτου ἀναπέμπεσθαι βασιλεῖ καὶ ὕδωρ ἐκ τοῦ Νείλου. ἐλαίου δὲ τοῦ ὠμοτριβοῦς καλουμένου μέμνηται Θεόφραστος ἐν τῷ περὶ ὀδμῶν φάσκων (c. 4, 14. 15) αὐτὸ γίνεσθαι ἐκ τῶν φαυλιῶν ἐλαιῶν καὶ ἐξ ἀμυγδάλων. τοῦ δὲ ἐν Θουρίοις γινομένου ἐλαίου ὡς διαφόρου μνημονεύει Ἄμφις (II 248 K)·
  1. ἐν Θουρίοις τοὔλαιον, ἐν Γέλᾳ φακῆ.
    v.1.p.158