Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

  1. ΚΟΧΛΙΑΣ. Φιλύλλιος (I 787 K)·
  2. οὔκ εἰμι τέττιξ οὐδὲ κοχλίας, ὦ γύναι.
καὶ πάλιν (p. 788)·
  1. μαινίδες ....., σκόμβροι, κοχλίαι, κορακῖνοι.
Ἡσίοδος δὲ (op. 569) τὸν κοχλίαν φερέοικον καλεῖ. καὶ Ἀναξίλας δέ (II 274 K)·
  1. ἀπιστότερος εἶ τῶν κοχλιῶν πολλῷ πάνυ,
  2. οἳ περιφέρουσ’ ὑπ’ ἀπιστίας τὰς οἰκίας.
    v.1.p.148
Ἀχαιός (p. 587 N)·
  1. ἦ τοσούσδ’ Αἴτνη τρέφει
  2. κοχλίας κεράστας.
προβάλλεται δὲ κἀν τοῖς συμποσίοις γρίφου τάξιν ἔχον περὶ τῶν κοχλιῶν οὕτως·
  1. ὑλογενής, ἀνάκανθος, ἀναίματος, ὑγροκέλευθος.
Ἀριστοτέλης δὲ ἐν εʹ περὶ ζῴων μορίων φησίν (h. a. V p. 544 a 23)· ‘οἱ κοχλίαι φαίνονται κύοντες ἐν τῷ μετοπώρῳ καὶ τοῦ ἔαρος· μόνοι τε (gen. an. III p. 762 a 32) οὗτοι τῶν ὀστρακοδέρμων συνδυαζόμενοι ὤφθησαν.’ Θεόφραστος δὲ ἐν τῷ περὶ φωλευόντων (fr. 176 W) ‘οἱ κοχλίαι, φησί, φωλεύουσι μὲν καὶ τοῦ χειμῶνος, μᾶλλον δὲ τοῦ θέρους. διὸ καὶ πλεῖστοι φαίνονται τοῖς μετοπωρινοῖς ὕδασιν. ἡ δὲ φωλεία τοῦ θέρους καὶ ἐπὶ τῆς γῆς καὶ ἐπὶ τῶν δένδρων.’ λέγονται δέ τινες τῶν κοχλιῶν καὶ σέσιλοι. Ἐπίχαρμος (p. 281 L)·
  1. τούτων ἁπάντων ἀκρίδας ἀνταλλάσσομαι,
  2. κόγχων δὲ τὸν σέσιλον. Β. ἄπαγ’ ἐς τὸν φθόρον.
Ἀπολλᾶς δὲ Λακεδαιμονίους φησὶ σέμελον τὸν κοχλίαν λέγειν. Ἀπολλόδωρος δὲ ἐν βʹ ἐτυμολογιῶν τῶν κοχλιῶν φησί τινας καλεῖσθαι κωλυσιδείπνους.

ΒΟΛΒΟΙ. τούτων Ἡρακλῆς ἐσθίειν παραιτεῖται ἐν Ἀμαλθείᾳ Εὐβούλου λέγων (II 166 K)·

  1. θερμότερον ἢ κραυρότερον ἢ μέσως ἔχον,
  2. τοῦτ’ ἔσθ’ ἑκάστῳ μεῖζον ἢ Τροίαν ἑλεῖν.
    v.1.p.149
  3. κἀγὼ γὰρ οὐ καυλοῖσιν οὐδὲ σιλφίῳ
  4. οὐδ’ ἱεροσύλοις καὶ πικραῖς παροψίσι
  5. βολβοῖς τ’ ἐμαυτὸν χορτάσων ἐλήλυθα.
  6. ἃ δ’ εἴς τ’ ἐδωδὴν πρῶτα καὶ ῥώμης ἀκμὴν
  7. καὶ πρὸς ὑγίειαν, πάντα ταῦτ’ ἐδαινύμην,
  8. κρέας βόειον ἑφθὸν ἀσόλοικον μέγα,
  9. ἀκροκώλιόν τε γεννικόν, ὀπτὰ δέλφακος
  10. ἁλίπαστα τρία.
Ἄλεξις ἐμφανίζων τὴν τῶν βολβῶν πρὸς τὰ ἀφροδίσια δύναμίν φησι (II 399 K)·
  1. πίννας, κάραβον,
  2. βολβούς, κοχλίας, κήρυκας, ᾤ᾽, ἀκροκώλια,
  3. τοσαῦτα· τούτων ἄν τις εὕρῃ φάρμακα
  4. ἐρῶν ἑταίρας ἕτερα χρησιμώτερα ....
Ξέναρχος ἐν Βουκολίωνι (II 467 K)·
  1. φθίνει δόμος
  2. ἀσυντάτοισι δεσποτῶν κεχρημένος
  3. τύχαις, ἀλάστωρ τ’ εἰσπέπαικε Πελοπιδῶν.
  4. ἄστυτος οἶκος κοὐδὲ βυσαύχην θεᾶς
  5. Δηοῦς σύνοικος, γηγενὴς βολβός, φίλοις
  6. ἑφθὸς βοηθῶν δυνατός ἐστ’ ἐπαρκέσαι·
  7. μάτην δὲ πόντου κυανέαις δίναις τραφεὶς
  8. φλεβὸς τροπωτὴρ πουλύπους, ἁλοὺς βρόχων
  9. πλεκταῖς ἀνάγκαις, τῆς τροχηλάτου κόρης
  10. πίμπλησι λοπάδος στερροσώματον κύτος.
    v.1.p.150
Ἀρχέστρατος (fr. 5 Ri)·
  1. βολβῶν καὶ καυλῶν χαίρειν λέγω ὀξυβάφοισι
  2. ταῖς τ’ ἄλλαις πάσῃσι παροψίσι.

Ἡρακλείδης ὁ Ταραντῖνος ἐν Συμποσίῳ· ‘βολβὸς καὶ κοχλίας καὶ ᾠὸν καὶ τὰ ὅμοια δοκεῖ σπέρματος εἶναι ποιητικά, οὐ διὰ τὸ πολύτροφα εἶναι, ἀλλὰ διὰ τὸ ὁμοειδεῖς ἔχειν τὰς πρώτας φύσεις αὐτὰς τὰς δυνάμεις τῷ σπέρματι.’ Δίφιλος· ‘οἱ βολβοὶ δύσπεπτοι μέν εἰσι, πολύτροφοι δὲ καὶ εὐστόμαχοι, ἔτι δὲ σμηκτικοὶ καὶ ἀμβλυντικοὶ ὄψεως, διεγερτικοὶ δ᾽ ἀφροδισίων.’ ἡ δὲ παροιμία φησίν·

  1. οὐδέν σ’ ὀνήσει βολβός, ἂν μὴ νεῦρ’ ἔχῃς.
διεγείρουσι δ’ ὄντως αὐτῶν πρὸς ἀφροδίσια οἱ βασιλικοὶ λεγόμενοι, οἳ καὶ κρείσσονες τῶν ἄλλων εἰσί· μεθ᾽ οὓς οἱ πυρροί. οἱ δὲ λευκοὶ καὶ Λιβυκοὶ σκιλλώδεις· χείρονες δὲ πάντων οἱ Αἰγύπτιοι.

αἱ δὲ βολβῖναι καλούμεναι εὐχυλότεραι μέν εἰσι τῶν βολβῶν, οὐ μὴν οὕτως εὐστόμαχοι διὰ τὸ γλυκάζον ἔχειν τι· παχυντικαί τε ἱκανῶς εἰσι διὰ τὴν πολλὴν σκληρότητα καὶ εὐέκκριτοι. μνημονεύει δὲ βολβίνης Μάτρων ἐν παρῳδίαις·

  1. σόγκους δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ’ ὀνομήνω
  2. (Il. 2.488),
  3. μυελόεν βλάστημα, καρηκομόωντας ἀκάνθαις (Il. 2.323),
  4. βολβίνας θ᾽, αἳ Ζῆνος Ὀλυμπίου εἰσὶν ἀοιδοί
  5. (hymn. 16, 2),
  6. ἃς ἐν χέρσῳ θρέψε Διὸς παῖς ἄσπετος ὄμβρος,
    v.1.p.151
  7. λευκοτέρας χιόνος, ἰδέειν ἀμύλοισιν ὁμοίας (Il. 10.437)·
  8. τάων φυομένων ἠράσσατο πότνια γαστήρ (Il. 20.223).

ὅτι Νίκανδρος (fr. 88 Schn) ‘Μεγαρῆας βολβοὺς’ ἐπαινεῖ. Θεόφραστος δ’ ἐν ζʹ Φυτικῶν (7, 13, 8) ‘ἐνιαχοῦ, φησίν, οὕτω γλυκεῖς εἰσιν οἱ βολβοὶ ὥστε καὶ ὠμοὺς ἐσθίεσθαι, ὥσπερ ἐν τῇ Ταυρικῇ Χερρονήσῳ.’ τὰ αὐτὰ ἱστορεῖ καὶ Φαινίας (FHG II 300). ἔστι δὲ καὶ γένος, φησί, βολβῶν, Θεόφραστος (ibid), ἐριοφόρων, ὃ φύεται ἐν αἰγιαλοῖς. ἔχει δὲ τὸ ἔριον ὑπὸ τοὺς πρώτους χιτῶνας, ὥστε ἀνὰ μέσον εἶναι τοῦ ἐδωδίμου τοῦ ἐντὸς καὶ τοῦ ἔξω. ὑφαίνεται δ’ ἐξ αὐτοῦ καὶ πόδεια καὶ ἄλλα ἱμάτια,’ ὡς καὶ Φαινίας φησί, ‘τὸ δὲ ἐν Ἰνδοῖς τριχῶδές ἐστι.’ περὶ δὲ τῆς τῶν βολβῶν σκευασίας Φιλήμων φησί (II 516 K)·

  1. τὸν βολβόν, εἰ βούλει, σκόπει
  2. ὅσα δαπανήσας εὐδοκιμεῖ, τυρόν, μέλι,
  3. σήσαμον, ἔλαιον, κρόμυον, ὄξος, σίλφιον.
  4. αὐτὸς δ’ ἐφ’ αὑτοῦ ᾽στιν πονηρὸς καὶ πικρός.
Ἡρακλείδης δ’ ὁ Ταραντῖνος τοῦ συμποσίου περιγράφων τοὺς βολβούς φησι· ‘περιγράφειν δεῖ τὴν πολλὴν βρῶσιν καὶ μάλιστα τῶν ἐχόντων ὅλκιμόν τι καὶ γλίσχρον, οἷον ᾠῶν, βολβῶν, ἀκροκωλίων, κοχλιῶν καὶ τῶν ὁμοίων. ἐπιμένει γὰρ τῇ κοιλίᾳ πλείονας χρόνους καὶ ἐμπλεκόμενα παρακατέχει τὰ ὑγρά.’

ΚΙΧΛΑΙ. καὶ τούτων ἦσαν καὶ ἄλλων ὀρνίθων ἀγέλαι ἐν τοῖς προπόμασι. Τηλεκλείδης (I 209 v. 12 K)·

v.1.p.152
  1. ὀπταὶ δὲ κίχλαι μετ’ ἀμητίσκων εἰς τὸν φάρυγ᾽
  2. εἰσεπέτοντο.
Συρακούσιοι δὲ τὰς κίχλας κιχήλας λέγουσιν. Ἐπίχαρμος (p. 281 L)·
  1. τάς τ’ ἐλαιοφιλοφάγους κιχήλας.
μέμνηται τούτων καὶ Ἀριστοφάνης ἐν Νεφέλαις (v. 339). τρία δὲ γένη κιχλῶν Ἀριστοτέλης εἶναι ἱστορεῖ (h. a. IX p. 617 a 18), ὧν τὴν πρώτην καὶ μεγίστην κίσσῃ πάρισον εἶναι, ἣν καὶ καλεῖσθαι ἰξοφάγον, ἐπειδὴ ἰξὸν ἐσθίει· τὴν δὲ τῷ κοσσύφῳ ἴσην, ἣν ὀνομάζεσθαι τριχάδα· τὴν δὲ τρίτην ἐλαχίστην τῶν προειρημένων οὖσαν ἰλλάδα ὀνομάζεσθαι. οἳ δὲ τυλάδα λέγουσιν, ὡς Ἀλέξανδρος ἱστορεῖ ὁ Μύνδιος· ἣν καὶ συναγελαστικὴν εἶναι καὶ νεοττεύειν ὡς καὶ τὰς χελιδόνας.

ὅτι τὸ εἰς Ὅμηρον ἀναφερόμενον ἐπύλλιον, ἐπιγραφόμενον δὲ Ἐπικιχλίδες, ἔτυχε ταύτης τῆς προσηγορίας διὰ τὸ τὸν Ὅμηρον ᾄδοντα αὐτὸ τοῖς παισὶ κίχλας δῶρον λαμβάνειν, ἱστορεῖ Μέναιχμος ἐν τῷ περὶ τεχνιτῶν (fr. 8 M).