Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

  1. ΓΑΡΟΣ. Κρατῖνος (I 95 K)·
  2. ὁ τάλαρος ὑμῶν διάπλεως ἔσται γάρου.
Φερεκράτης (I 197 K)·
  1. ἀνεμολύνθη τὴν ὑπήνην τῷ γάρῳ.
Σοφοκλῆς Τριπτολέμῳ (fr. 545 N)·
  1. τοῦ ταριχηροῦ γάρου.
Πλάτων (I 656 K)·
  1. ἐν σαπρῷ γάρῳ
  2. βάπτοντες ἀποπνίξουσί με.
ὅτι δ’ ἀρσενικόν ἐστι τοὔνομα Αἰσχύλος δηλοῖ εἰπών (fr. 55 N)·
  1. καὶ τὸν ἰχθύων γάρον.

ΟΞΟΣ. τοῦτο μόνον Ἀττικοὶ τῶν ἡδυσμάτων ἦδος καλοῦσι. κάλλιστον δ’ ὄξος εἶναί φησι Χρύσιππος ὁ φιλόσοφος τό τε Αἰγύπτιον καὶ τὸ Κνίδιον. Ἀριστοφάνης δὲ ἐν Πλούτῳ φησίν (720)·

  1. ὄξει διέμενος Σφηττίῳ.
Δίδυμος δ’ ἐξηγούμενος τὸ ἰαμβεῖόν φησιν· ‘ἴσως διότι οἱ Σφήττιοι ὀξεῖς.’ μνημονεύει δέ που καὶ τοῦ ἐκ Κλεωνῶν ὄξους ὡς διαφόρου (I 561 K)·
  1. ἐν δὲ Κλεωναῖς ὀξίδες εἰσί.
καὶ Δίφιλος (II 572 K)·
  1. δειπνεῖ τε καταδύς, πῶς δοκεῖς, Λακωνικῶς,
  2. ὄξους δὲ κοτύλην — Β. πάξ. Α. τί πάξ; ὀξὶς μέτρον
  3. χωρεῖ τοσοῦτο τῶν Κλεωναίων.
Φιλωνίδης (I 256 K)·
  1. τὰ καταχύσματα
  2. αὐτοῖσιν ὄξος οὐκ ἔχει.
    v.1.p.159
ὁ δὲ Ταραντῖνος Ἡρακλείδης ἐν τῷ Συμποσίῳ φησί· ‘τὸ ὄξος τινὰ τῶν ἐκτὸς συνιστάνει, παραπλησίως δὲ καὶ τὰ ἐν κοιλίᾳ, τὰ δ᾽ ἐν τῷ ὄγκῳ διαλύει, διὰ τὸ δηλονότι διαφόρους ἐν ἡμῖν μίγνυσθαι χυμούς.’ ἐθαυμάζετο δὲ καὶ τὸ Δεκελεικὸν ὄξος. Ἄλεξις (II 400 K)·
  1. κοτύλας τέτταρας
  2. ἀναγκάσας με μεστὰς αὐτοῦ σπάσαι
  3. ὄξους Δεκελεικοῦ δι’ ἀγορᾶς μέσης ἄγεις.
λεκτέον δὲ ὀξύγαρον διὰ τοῦ ῡ καὶ τὸ δεχόμενον αὐτὸ ἀγγεῖον ὀξύβαφον· ἐπεὶ καὶ Λυσίας ἐν τῷ κατὰ Θεοπόμπου αἰκίας εἴρηκεν (fr. 111 Tur)· ‘ἐγὼ δ’ ὀξύμελι πίνω.’ οὕτως οὖν ἐροῦμεν καὶ ὀξυρόδινον.

  1. ὅτι ἀρτύματα εὕρηται παρὰ Σοφοκλεῖ (fr. 609 N)·
  2. καὶ βορᾶς ἀρτύματα.
καὶ παρ’ Αἰσχύλῳ (fr. 299)·
  1. διαβρέχεις τἀρτύματα.
καὶ Θεόπομπος δέ φησι (FHG I 298 fr. 125)· ‘πολλοὶ μὲν ἀρτυμάτων μέδιμνοι, πολλοὶ δὲ σάκκοι καὶ θύλακοι βιβλίων καὶ τῶν ἄλλων ἁπάντων τῶν χρησίμων πρὸς τὸν βίον.’ τὸ δὲ ῥῆμα κεῖται παρὰ Σοφοκλεῖ (fr. 1014 N)·
  1. ἐγὼ μάγειρος ἀρτύσω σοφῶς.
Κρατῖνος (I 101 K)·
  1. γλαῦκον οὐ πρὸς παντὸς ἀνδρόσ ἐστιν ἀρτῦσαι
  2. καλῶς.
    v.1.p.160
Εὔπολις (I 347 K)·
  1. ὄψῳ πονηρῷ πολυτελῶς ἠρτυμένῳ.
  2. ὅτι ἀρτύματα ταῦτα καταλέγει που Ἀντιφάνης
(II 69 K)·
  1. ἀστάφιδος, ἁλῶν, σιραίου, σιλφίου, τυροῦ, θύμου,
  2. σησάμου, νίτρου, κυμίνου, ῥοῦ, μέλιτος, ὀριγάνου,
  3. βοτανίων, ὄξους, ἐλαῶν, εἰς ἀβυρτάκην χλόης,
  4. καππάριδος, ᾠῶν, ταρίχους, καρδάμων, θρίων, ὀποῦ.
  5. ὅτι οἴδασιν οἱ παλαοὶ τὸ Αἰθιοπικὸν καλούμενον
κύμινον (cf. Plin. 19, 161. 20, 161).

ὅτι εἴρηται ἀρσενικῶς ὁ θύμος καὶ ὁ ὀρίγανος. Ἀναξανδρίδης (II 157 K)·

  1. ἀσφάραγον σχῖνόν τε τεμὼν καὶ ὀρίγανον, ὃς δὴ
  2. σεμνύνει τὸ τάριχον ὁμοῦ μιχθεὶς κοριάννῳ.
Ἴων (fr. 5 B4)·
  1. αὐτὰρ ὅ γ’ ἐμμαπέως τὸν ὀρίγανον ἐν χερὶ κεύθει.
θηλυκῶς δὲ Πλάτων ἢ Κάνθαρος (I 641 K)·
  1. ἢ ᾽ξ Ἀρκαδίας οὕτω δριμυτάτην ὀρίγανον.
οὐδετέρως δ’ Ἐπίχαρμος καὶ Ἀμειψίας (I 678 K). τὸν δὲ θύμον ἀρσενικῶς Νίκανδρος ἐν Μελισσουργικοῖς (fr. 92 Schn).

ὅτι τοὺς πέπονας Κρατῖνος μὲν ΣΙΚΥΟΥΣ σπερματίας κέκληκεν ἐν Ὀδυσσεῦσι (I 56 K)·

  1. ποῦ ποτ’ εἶδές μοι τὸν ἄνδρα, παῖδα Λαέρτα
  2. φίλον;
  3. Β. ἐν Πάρῳ σικυὸν μέγιστον σπερματίαν ὠνούμενον.
    v.1.p.161
Πλάτων Λαίῳ (I 618 K)·
  1. οὐχ ὁρᾷς ὅτι
  2. ὁ μὲν Λέαγρος, Γλαύκωνος ὢν μεγάλου γένους,
  3. ἀβελτεροκόκκυξ ἠλίθιος περιέρχεται
  4. σικυοῦ πέπονος εὐνουχίου κνήμας ἔχων.
Ἀναξίλας (II 274 K)·
  1. τὰ δὲ σφύρ’ ᾤδει μᾶλλον ἢ σικυὸς πέπων.
Θεόπομπος (I 752 K)·
  1. μαλθακωτέρα
  2. πέπονος σικυοῦ μοι γέγονε.
Φαινίας (FHG II 300)· ‘βρωτὰ μὲν ἁπαλὰ τῷ περικαρπίῳ σικυὸς καὶ πέπων ἄνευ τοῦ σπέρματος, πεττόμενον δὲ τὸ περικάρπιον μόνον. κολοκύντη δὲ ὠμὴ μὲν ἄβρωτος, ἑφθὴ δὲ καὶ ὀπτὴ βρωτή.’ Διοκλῆς δ’ ὁ Καρύστιος ἐν πρώτῳ Ὑγιεινῶν φησιν ἑψανὰ ἄγρια εἶναι θρίδακα (ταύτης κρατίστην τὴν μέλαιναν), κάρδαμον, κορίαννον, σίναπυ, κρόμμυον (τούτου εἶδος ἀσκαλώνιον καὶ γήτειον), σκόροδον, φύσιγγες, σικυός, πέπων, μήκων. καὶ μετ’ ὀλίγα· ‘ὁ πέπων δ᾽ ἐστὶν εὐκαρδιώτερος καὶ εὐπεπτότερος. ἑφθὸς δ’ ὁ σικυὸς ἁπαλὸς ἄλυπος, οὐρητικός. ὁ δὲ πέπων ἑψηθεὶς ἐν μελικράτῳ διαχωρητικώτερος.’ Σπεύσιππος δ’ ἐν τοῖς Ὁμοίοις τὸν πέπονα καλεῖ σικύαν· Διοκλῆς δὲ πέπονα ὀνομάσας οὐκ ἔτι καλεῖ σικύαν· καὶ ὁ Σπεύσιππος δὲ σικύαν εἰπὼν πέπονα οὐκ ὀνομάζει. Δίφιλος δέ φησιν· ‘ὁ πέπων εὐχυλότερός ἐστι
v.1.p.162
καὶ ἐπικρατητικὸς ... κακοχυλότερος δέ, ὀλιγότροφος δὲ καὶ εὔφθαρτος καὶ εὐεκκριτώτερος.’

ΘΡΙΔΑΞ. ταύτην Ἀττικοὶ θριδακίνην καλοῦσιν. Ἐπίχαρμος (p. 281 L)·

  1. θρίδακος ἀπολελεμμένας τὸν καυλόν.
θριδακινίδας δ’ εἴρηκε Στράττις (I 730 K)·
  1. πρασοκουρίδες, αἳ καταφύλλους
  2. ἀνὰ κήπους πεντήκοντα ποδῶν
  3. ἴχνεσι βαίνετ᾽, ἐφαπτόμεναι
  4. ποδοῖν σατυριδίων
  5. μακροκέρκων, χοροὺς
  6. ἑλίσσουσαι παρ’ ὠκίμων
  7. πέταλα καὶ θριδακινίδων
  8. εὐόσμων τε σελίνων.
Θεόφραστος δέ φησι (h. pl. 7, 4, 5)· ‘τῆς θριδακίνης ἡ λευκὴ γλυκυτέρα καὶ ἁπαλωτέρα. γένη δ᾽ αὐτῆς τρία, τὸ πλατύκαυλον καὶ στρογγυλόκαυλον καὶ τρίτον τὸ Λακωνικόν. αὕτη δ’ ἔχει τὸ μὲν φύλλον σκολυμῶδες, ὀρθὴ δὲ καὶ εὐαυξὴς καὶ ἀπαράβλαστός ἐστιν ἐκ τοῦ καυλοῦ. τῶν δὲ πλατειῶν οὕτω τινὲς γίνονται πλατύκαυλοι ὥστ’ ἐνίους καὶ θύραις χρῆσθαι κηπουρικαῖς.’ τῶν δὲ καυλῶν φησι (7, 2, 4) κολουσθέντων ἡδίους τοὺς παλιμβλαστεῖς εἶναι.

Νίκανδρος δ’ ὁ Κολοφώνιος ἐν βʹ Γλωσσῶν (fr. 120 Schn) βρένθιν λέγεσθαί φησι παρὰ Κυπρίοις θρίδακα, οὗ ὁ Ἄδωνις καταφυγὼν ὑπὸ τοῦ

v.1.p.163
κάπρου διεφθάρη. Ἄμφις τε ἐν Ἰαλέμῳ φησίν (II 241 K)·
  1. ἐν ταῖς θριδακίναις ταῖς κάκιστ’ ἀπολουμέναις,
  2. ἃς εἰ φάγοι τις ἐντὸς ἑξήκοντ’ ἐτῶν,
  3. ὁπότε γυναικὸς λαμβάνοι κοινωνίαν,
  4. στρέφοιθ’ ὅλην τὴν νύκτ’ ἂν οὐδὲ ἓν πλέον
  5. ὧν βούλεται δρῶν, ἀντὶ τῆς ὑπουργίας
  6. τῇ χειρὶ τρίβων τὴν ἀναγκαίαν τύχην.
καὶ Καλλίμαχος δέ φησιν (fr. 371 Schn.) ὅτι ἡ Ἀφροδίτη τὸν Ἄδωνιν ἐν θριδακίνῃ κρύψειεν, ἀλληγορούντων τῶν ποιητῶν ὅτι ἀσθενεῖς εἰσι πρὸς ἀφροδίσια οἱ συνεχῶς χρώμενοι θρίδαξι. καὶ Εὔβουλος δ’ ἐν Ἀστύτοις φησί (II 169 K)·
  1. μὴ παρατίθει σύ μοι θριδακίνας, ὦ γύναι,
  2. ἐπὶ τὴν τράπεζαν, ἢ σεαυτὴν αἰτιῶ.
  3. ἐν τῷ λαχάνῳ τούτῳ γάρ, ὡς λόγος, ποτὲ
  4. τὸν Ἄδωνιν ἀποθανόντα προὔθηκεν Κύπρις·
  5. ὥστ’ ἐστὶ νεκύων βρῶμα.
Κρατῖνος δέ φησι (I 110 K) Φάωνος ἐρασθεῖσαν τὴν Ἀφροδίτην ἐν ‘καλαῖς θριδακίναις’ αὐτὸν ἀποκρύψαι, Μαρσύας δ’ ὁ νεώτερος (scr. Al. M. p. 46) ἐν χλόῃ κριθῶν. Ἱππώνακτα δὲ (fr. 135) τετρακίνην τὴν θρίδακα καλεῖν Πάμφιλος ἐν Γλώσσαις φησί, Κλείταρχος δὲ Φρύγας οὕτω καλεῖν. Λύκος δ’ ὁ Πυθαγόρειος τὴν ἐκ γενέσεώς φησι θρίδακα πλατύφυλλον τετανὴν ἄκαυλον ὑπὸ μὲν τῶν Πυθαγορείων λέγεσθαι
v.1.p.164
εὐνοῦχον, ὑπὸ δὲ τῶν γυναικῶν ἀστύτιδα· διουρητικοὺς γὰρ παρασκευάζει καὶ ἐκλύτους πρὸς τὰ ἀφροδίσια· ἐστὶ δὲ κρατίστη ἐσθίεσθαι.