Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

πολλῶν οὖν ἑκάστοτε τοιούτων λεγομένων, ἐπεί ποτε ἑσπέρα κατελάμβανεν ἡμᾶς, ὃ μέν τις ἔλεγεν ‘παῖ, λυχνίον᾽, ὃ δὲ λυχνέα, ὃ δὲ λοφνίδα, οὕτω καλεῖσθαι φάσκων τὴν ἐκ τοῦ φλοιοῦ λαμπάδα, ὃ δὲ πανόν, ἄλλος δὲ φανόν, ὃ δὲ λυχνοῦχον, ὃ δὲ λύχνον, καὶ

v.3.p.549
δίμυξον δὲ λύχνον ἕτερος, ἄλλος δὲ ἑλάνην, ὃ δέ τις ἑλάνας, τὰς λαμπάδας οὕτω φάσκων καλεῖσθαι παρὰ τὴν ἕλην· οὕτω δ’ εἰπεῖν Νεάνθην ἐν αʹ τῶν περὶ Ἄτταλον Ἱστοριῶν (FHG III 4)· καὶ ἄλλος ὅ τι δή ποτε, ὡς τάραχον γίνεσθαι οὐ τὸν τυχόντα τῶν ἐπὶ τούτοις πίστεων παρὰ πάντων λεγομένων. Σιληνὸν μὲν γάρ τις τὸν γλωσσογράφον ἔφασκεν Ἀθηναίους λέγειν τὰς λαμπάδας φανούς. Τιμαχίδας δὲ ὁ Ῥόδιος δέλετρον τὸν φανὸν καλεῖσθαι, οἷον, φησίν, οἱ νυκτερευόμενοι τῶν νέων ἔχουσιν ... οὓς οὗτοι ἑλάνας καλοῦσιν. Ἀμερίας δὲ γράβιον τὸν φανόν. Σέλευκος δὲ οὕτως ἐξηγεῖται ταύτην τὴν λέξιν· ‘γράβιόν ἐστιν τὸ πρίνινον ἢ δρύινον ξύλον, ὃ περιεθλασμένον καὶ κατεσχισμένον ἐξάπτεσθαι καὶ φαίνειν τοῖς ὁδοιποροῦσιν. Θεοδωρίδας γοῦν ὁ Συρακόσιος ἐν Κενταύροις διθυράμβῳ φησίν (anth. Bergk. p. 521)·
  1. πίσσα δ’ ἀπὸ γραβίων ἔσταζεν,
οἷον ἀπὸ .... λαμπάδων. μνημονεύει δὲ γραβίων καὶ Στράττις ἐν Φοινίσσαις (I 726 K).

ὅτι δὲ λυχνοῦχοι οἱ νῦν καλούμενοι φανοὶ ὠνομάζοντο Ἀριστοφάνης ἐν Αἰολοσίκωνι παρίστησιν (ib. 394)·

  1. καὶ διαστίλβονθ’ ὁρῶμεν,
  2. ὥσπερ ἐν κενῷ λυχνούχῳ,
  3. πάντα τῆς ἐξωμίδος.
    v.3.p.550
ἐν δὲ τῷ δευτέρῳ Νιόβῳ προειπὼν λυχνοῦχον (ib. 463)

οἴμοι κακόδαιμον, φησίν, ὁ λυχνοῦχος ἡμῖν οἴχεται. εἶτ᾽ ἐπιφέρει·

  1. καὶ πῶς ὑπερβὰς τὸν λυχνοῦχον οἴχεται
  2. κἄλαθέ σε;
ἐν δὲ τοῖς ἑξῆς καὶ λυχνίδιον αὐτὸν καλεῖ διὰ τούτων·
  1. ἀλλ’ ὥσπερ ὁ λύχνος
  2. ὁμοιότατα κάθευδ’ ἐπὶ τοῦ λυχνιδίου.
Πλάτων δ’ ἐν Νυκτὶ Μακρᾷ (ib. 624)·
  1. ἕξουσιν οἱ πομπεῖς λυχνούχους δηλαδή.
Φερεκράτης Δουλοδιδασκάλῳ (ib. 156)·
  1. ἄνυσόν ποτ’ ἐξελθών, κρότος γὰρ γίγνεται,
  2. καὶ τὸν λυχνοῦχον ἔκφερ’ ἐνθεὶς τὸν λύχνον.
Ἄλεξις δ’ Ἐκκηρυττομένῳ (II 332 K)·
  1. ὥστ’ ἐξελὼν ἐκ τοῦ λυχνούχου τὸν λύχνον
  2. μικροῦ κατακαύσας ἔλαθ’ ἑαυτόν, ὑπὸ μάλης
  3. τῇ γαστρὶ μᾶλλον τοῦ δέοντος προσαγαγών.
Εὐμήδης δ’ ἐν Σφαττομένῳ (III 377 K) προειπών·
  1. ἡγοῦ μέν· ἢν δὲ . υ̣κνον εἰς τὸ πρόσθ’ ἰδὼν
  2. ......... ατο . ϋμένιδι ........ ς,
ἐπιφέρει·
  1. .... λυχνούχῳ ... κο..........
    v.3.p.551
Ἐπικράτης δ’ ἐν Τριόδοντι ἢ Ῥωποπώλῃ προειπών (II 285 K)·
  1. λαβὲ τριόδοντα καὶ λυχνοῦχον,
ἐπιφέρει·
  1. ἐγὼ δὲ δεξιᾷ γε τόνδ’ ἔχω τινά,
  2. σιδηρότευκτον ἐναλίων θηρῶν βέλος,
  3. κερατίνου τε φωσφόρου λύχνου σέλας.
Ἄλεξις Μίδωνι (ib. 351)·
  1. ὁ πρῶτος εὑρὼν μετὰ λυχνούχου περιπατεῖν
  2. τῆς νυκτὸς ἦν τις κηδεμὼν τῶν δακτύλων.