Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

καὶ ὁ Κύνουλκος· ‘πολλοί τινες παρῳδιῶν ποιηταὶ γεγόνασιν, ὦ ἑταῖρε· ἐνδοξότατος δ’ ἦν Εὔβοιος ὁ Πάριος, γενόμενος τοῖς χρόνοις κατὰ Φίλιππον. οὗτός ἐστιν ὁ καὶ Ἀθηναίοις λοιδορησάμενος, καὶ σῴζεται αὐτοῦ τῶν παρῳδιῶν βιβλία τέσσαρα. μνημονεύει δ’

v.3.p.546
αὐτοῦ Τίμων ἐν τῷ πρώτῳ τῶν Σίλλων (fr. 39 W). Πολέμων δ’ ἐν τῷ δωδεκάτῳ τῶν πρὸς Τίμαιον περὶ τῶν τὰς παρῳδίας γεγραφότων ἱστορῶν τάδε γράφει (fr. 45 Pr)· ‘καὶ τὸν Βοιωτὸν δὲ καὶ τὸν Εὔβοιον τοὺς τὰς παρῳδίας γράψαντας λογίους ἂν φήσαιμι διὰ τὸ παίζειν ἀμφιδεξίως καὶ τῶν προγενεστέρων ποιητῶν ὑπερέχειν ἐπιγεγονότας. εὑρετὴν μὲν οὖν τοῦ γένους Ἱππώνακτα φατέον τὸν ἰαμβοποιόν. λέγει γὰρ οὗτος ἐν τοῖς ἑξαμέτροις (fr. 85 B4)·
  1. Μοῦσά μοι Εὐρυμεδοντιάδεα, τὴν παντοχάρυβδιν,
  2. τὴν ἐγγαστριμάχαιραν, ὃς ἐσθίει οὐ κατὰ κόσμον (Od. 20.181),
  3. ἔννεφ᾽, ὅπως ψηφῖδι κακὸσ κακὸν οἶτον ὀλεῖται (Il. 3.417)
  4. βουλῇ δημοσίῃ παρὰ θῖν’ ἁλὸς ἀτρυγέτοιο (Il. 1.316).
κέχρηται δὲ καὶ Ἐπίχαρμος ὁ Συρακόσιος ἔν τισι τῶν δραμάτων ἐπ’ ὀλίγον καὶ Κρατῖνος ὁ τῆς ἀρχαίας κωμῳδίας ποιητὴς ἐν Εὐνείδαις καὶ τῶν κατ’ αὐτὸν Ἡγήμων ὁ Θάσιος, ὃν ἐκάλουν Φακῆν. λέγει γὰρ οὕτως (p. 42 Brandt)·
  1. ἐς δὲ Θάσον μ’ ἐλθόντα μετεωρίζοντες ἔβαλλον
  2. πολλοῖσι σπελέθοισι, καὶ ὧδέ τις εἶπε παραστάς·
  3. ‘ὦ πάντων ἀνδρῶν βδελυρώτατε, τίς σ’ ἀνέπεισε
  4. καλὴν ἐσ κρηπῖδα ποσὶν τοιοῖσδ᾽ ἀναβῆναι;’
  5. τοῖσι δ’ ἐγὼ πᾶσιν μικρὸν μετὰ τοῦτ’ ἔπος εἶπον·
  6. ‘μνέα μ’ ἀνέπεισε γέροντα καὶ οὐκ ἐθέλοντ᾽ ἀναβῆναι
  7. καὶ σπάνις, ἣ πολλοὺς Θασίων εἰς ὁλκάδα βάλλει
    v.3.p.547
  8. εὐκούρων βδελυρῶν, ὀλλύντων τ’ ὀλλυμένων τε
  9. ἀνδρῶν, οἳ καὶ νῦν κεῖθι κακῶς κακὰ ῥαψῳδοῦσιν·
  10. οἷς καὶ ἐγὼ μετὰ τοῖσιν τὰ χρηίζων ἐποίθησα.
  11. αὖθις δ’ οὐκ ἐπὶ κέρδος ἀπείσομαι εἰς Θασίους
  12. μηθὲν πημαίνων κλυτὸν ἄργυρον ἐγγυαλίξων,
  13. μή τίς μοι κατὰ οἶκον Ἀχαιάδων νεμεσήσῃ (Od. 2.101)
  14. πεσσομένης ἀλόχου τὸν ἀχαικὸν ἄρτον ἐν οἴκοις,
  15. καί ποτέ τις εἴπῃ σμικρὸν τυροῦντ’ ἐσιδοῦσα (Il. 6.459),
  16. ‘ὡς φιλίων ωρμην παρ’ Ἀθηναίοισιν ἀείσας
  17. πεντήκοντ’ ἔλαβε δραχμάς, σὺ δὲ μικρὸν ἐπέψω.’
  18. ταῦτά μοι ὁρμαίνοντι παρίστατο Παλλὰς Ἀθήνη (Od. 3.222),
  19. χρυσῆν ῥάβδον ἔχουσα, καὶ ἤλασεν εἶπέ τε φωνῇ·
  20. ‘δεινὰ παθοῦσα Φακῆ βδελυρά, χώρει ᾽ς τὸν ἀγῶνα.’
  21. καὶ τότε δὴ θάρσησα καὶ ἤειδον πολὺ μᾶλλον (Il. 1.92)

  1. πεποίηκε δὲ παρῳδίας καὶ Ἕρμιππος ὁ τῆς ἀρχαίας
κωμῳδίας ποιητής. τούτων δὲ πρῶτος εἰσῆλθεν εἰς τοὺς ἀγῶνας τοὺς θυμελικοὺς Ἡγήμων καὶ παρ’ Ἀθηναίοις ἐνίκησεν ἄλλαις τε παρῳδίαις καὶ τῇ Γιγαντομαχίᾳ. γέγραφε δὲ καὶ κωμῳδίαν εἰς τὸν ἀρχαῖον τρόπον, ἣν ἐπιγράφουσιν Φιλίνην. ὁ δὲ Εὔβοιος πολλὰ μὲν εἴρηκεν ἐν τοῖς ποιήμασιν χαρίεντα, περὶ μὲν τῆς τῶν βαλανέων μάχης (fr. 1 Brandt)·
v.3.p.548
  1. βάλλον δ’ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν (Il. 18.534).
περὶ δὲ τοῦ λοιδορουμένου κουρέως τῷ κεραμεῖ τῆς γυναικὸς χάριν (fr. 2)·
  1. μήτε σὺ τόνδ’ ἀγαθός περ ἐὼν ἀποαίρεο, κουρεῦ,
  2. μήτε σύ, Πηλείδη (Il. 1.275. 77).
ὅτι δὲ ἦν τις περὶ αὐτοὺς δόξα παρὰ τοῖς Σικελιώταις Ἀλέξανδρος ὁ Αἰτωλὸς ὁ τραγῳδοδιδάσκαλος ποιήσας ἐλεγεῖον τρόπον τοῦτον δηλοῖ (p. 230 M)·
  1. ὡς Ἀγαθοκλῆος λάσιαι φρένες ἤλασαν ἔξω
  2. πατρίδος. ἀρχαίων ἦν ὅδ’ ἀνὴρ προγόνων,
  3. εἰδὼς ἐκ νεότητος ἀεὶ ξείνοισιν ὁμιλεῖν
  4. ξεῖνος· Μιμνέρμου δ’ εἰς ἔπος ἄκρον ἰὼν
  5. παιδομανεῖ σὺν ἔρωτι πότην ἶσον. ἔγραφε δ’ ὡνὴρ
  6. εὖ παρ’ Ὁμηρείην ἀγλαίην ἐπέων
  7. πισσύγγους ἢ φῶρας ἀναιδέας ἤ τινα χλούνην,
  8. φλύων ἀνθηρῇ σὺν κακοδαμονίῃ.
  9. τοῖα Συρηκοσίοις καὶ ἔχων χάριν. ὃς δὲ Βοιωτοῦ
  10. ἔκλυεν, Εὐβοίῳ τέρψεται οὐδ’ ὀλίγον.’