Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
Ἀναξανδρίδης δὲ ἐν Ὕβρει (ib. 157)·
- ἐν δὲ Θεοφορήτῳ ὁ αὐτὸς Ἄλεξις (ib. 325)·
- οἶμαί γ’ ἐπιτιμᾶν τῶν ἀπαντώντων τινὰς
- ἡμῖν, ὅτι τηνικαῦτα μεθύων περιπατῶ.
- ποῖος γάρ ἐστιν φανός, ὦ πρὸς τῶν θεῶν,
- τοιοῦτος οἷος ὁ γλυκύτατος ἥλιος;
ἄλλοι δὲ ἔφασκον φανὸν λέγεσθαι τὴν λαμπάδα, οἳ δὲ τὴν ἔκ τινων ξύλων τετμημένων δέσμην. Μένανδρος Ἀνεψιοῖς (III 20 K)·
- οὔκουν λαβὼν τὸν φανὸν ἅψεις μοι λύχνον;
Νικόστρατος ἐν Πατριώταις (II 226 K)·
- ὁ φανός ἐστι μεστὸς ὕδατος οὑτοσί·
- δεῖ τ’ οὐχὶ σείειν, ἀλλ’ ἀποσείειν αὐτόθεν.
Φιλιππίδης Συμπλεούσαις (III 306)·
- ὁ κάπηλος γὰρ οὑκ τῶν γειτόνων
- ἄν τ’ οἶνον ἄν τε φανὸν ἀποδῶταί τινι
- ἄν τ’ ὄξος, ἀπέπεμψ’ ὁ κατάρατος δοὺς ὕδωρ.
- ὁ φανὸς ἡμῖν οὐκ ἔφαινεν οὐδὲ ἕν.
- Β. ἔπειτα φυσᾶν δυστυχὴς οὐκ ἠδύνω;
Φερεκράτης δὲ ἐν Κραπατάλλοις τὴν νῦν λυχνίαν καλουμένην λύχνειον κέκληκεν διὰ τούτων (I 169 K)·
ποικίλαι γὰρ ἦσαν αἱ παρὰ τοῖς Τυρρηνοῖς ἐργασίαι, φιλοτέχνων ὄντων τῶν Τυρρηνῶν. Ἀντιφάνης δ’ Ἱππεῦσι (II 54 K)·
- τίς τῶν λυχνείων ἡ ᾽ργασία; Β. Τυρρηνική.
Δίφιλος δ’ ἐν Ἀγνοίᾳ (ib. 541)·
- τῶν δ’ ἀκοντίων
- συνδοῦντες ὀρθὰ τρία λυχνείῳ χρώμεθα.
Εὐφορίων δ’ ἐν Ἱστορικοῖς Ὑπομνήμασιν (fr. 24 M) Διονύσιόν φησι τὸν νεώτερον Σικελίας τύραννον Ταραντίνοις εἰς τὸ πρυτανεῖον ἀναθεῖναι λυχνεῖον δυνάμενον καίειν τοσούτους λύχνους ὅσος ὁ τῶν ἡμερῶν ἐστιν ἀριθμὸς εἰς τὸν ἐνιαυτόν. Ἕρμιππος δὲ ὁ κωμῳδιοποιὸς ἐν Ἰάμβοις (I 248 K) τὸ στρατιωτικὸν λυχνεῖον σύνθετον οὕτως ὀνομάζει. ἐν δὲ Φορμοφόροις δράματι (ib. 243)·
- ἅψαντες λύχνον
- λυχνεῖον ἐζητοῦμεν.
πανὸς δ’ ὀνομάζεται τὸ διακεκομμένον ξύλον καὶ συνδεδεμένον· τούτῳ δ’ ἐχρῶντο λαμπάδι. Μένανδρος Ἀνεψιοῖς (III 21 K)·
- τῇδ’ ἐξιόντι δεξιᾷ, ὦ λυχνίδιον.
Δίφιλος Στρατιώτῃ (II 542 K)·
- οἶσ᾽ εἰσιὼν
- πανόν, λύχνον, λυχνοῦχον, ὅ τι πάρεστι· φῶς
- μόνον πολὺ ποίει.
v.3.p.553
πρότερος δὲ τούτων Αἰσχύλος ἐν Ἀγαμέμνονι μέμνηται | τοῦ πανοῦ (296)καὶ Εὐριπίδησ | ἐν Ἴωνι (195). ἔλεγον δὲ τοῦτον οἱ | πρὸ ἡμῶν καὶ ξυλολυχνοῦ- | χον, οὗ μνημονεύει Ἄλεξισ | ἐν Εἰσοικιζομένῳ οὕτωσ (II 408 K)· fol. 371r pag. b, inde a v. 6
- ἀλλ’ ὁ πανὸς ὕδατός ἐστι μεστός.
ὁ δὲ ξυλολυχνοῦχος ....
πυρὸς
νὶ
χ
ο
κ.......... μνημο-
νεύει δὲ Θεόπομπος ἐν Εἰρή-
νῃ λέγων οὑτωσί (I 735 K)· ‘ἡμᾶς δ᾽ ἀ-
παλλαχθέντας ἐπ’ ἀγαθαῖσ
τύχαις ὀβελισκολυχνίου
καὶ ξιφομαχαίρας πικρᾶσ
επακ
επισ
ασελ
ωτι
πῶς
μεν
δαίν
γωδ
ὀισπ
φη
ενο
νειμ
απτ
Φιλύλλιος (I 788 K)
π
δι
λα
φ
φ
τ
ξ
δ
.
.
.
fol. 371v pag. a
ὡς ἐβάδιζον δαίδασ μετὰ χερσὶν ἔχοντες’. δὲ τῶν ἄλλων
έμενον ἔν
δέοι κατα
ὅπερ ἔτι
ιη
.
.
.
.
.
.
κάν
ῆι ο φησὶ
λεί
οδω ι εἰσ
ωλι δ’ ενι
λύ
υθέ
υτί
όν
ῆσ
εκ
ου
ψη
χρυ
αφά
ει·
ον
υ
διμύξου
ει
ὰ
σ
αῖ
.
α
.
.
ξυλολύχνου δὲ μέμνηται Ἄλεξις (supra p. 553, 6)· καὶ τάχα τούτῳ ὅμοιόν ἐστι τὸ παρὰ Θεοπόμπῳ ὀβελισκόλυχνον (sic). Φιλύλλιος δὲ (supra p. 554, 9) τὰς λαμπάδας δᾷδας καλεῖ. οὐ παλαιὸν δ’ εὕρημα λύχνος· φλογὶ δ’ οἱ παλαιοὶ τῆς τε δᾳδὸς καὶ τῶν ἄλλων ξύλων ἐχρῶντο. ‘κοιμίσαι λύχνον’ Φρύνιχος φησί (I 377 K). Νίκανδρος δ’ ὁ Κολοφώνιος κτλ’ (cf. p. 701 a)
.......... σω καὶ θρυαλλίδ᾽, ἢν δέῃ. καὶ Πλάτων ἐν Νυκτὶ μακρᾷ (I 624 K)·
ἐνταῦθ’ ἐπ’ ἄκρων τῶν κροτάφων ἕξει λύχνον
δίμυξον. μνημονεύει τοῦ διμύξου λύχνου καὶ Μεταγένης ἐν Φιλοθύτῃ (ib. 708) καὶ Φιλωνίδης ἐν Κοθόρνοις (ib. 255). Κλείταρχος δ’ ἐν ταῖς Γλώσσαις λοφνίδα φησὶ καλεῖν
καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ. ἑλάνη δὲ ἡ λαμπὰς καλεῖται, ὡς Ἀμερίας φησίν. Νίκανδρος δ’ ὁ Κολοφώνιος (fr. 89 Schn) ἑλάνην τὴν τῶν καλάμων δέσμην. λύχνα δὲ οὐδετέρως εἴρηκεν Ἡρόδοτος ἐν δευτέρᾳ Ἱστοριῶν (c. 62). λυχνοκαυτίαν δὲ ἣν οἱ πολλοὶ λέγουσιν λυχναψίαν Κηφισόδωρος ἐν Ὑί (I 802 K).
καὶ ὁ Κύνουλκος αἰεί ποτε τῷ Οὐλπιανῷ ἀντικορυσσόμενος ἔφη· ‘ἐμοὶ δέ, παῖ δωρόδειπνε, ἀσσαρίου κανδήλας πρίω, ἵνα κἀγὼ κατὰ τὸν καλὸν Ἀγάθωνα (fr. 15 N) ἀναφωνήσω τάδε τὰ τοῦ ἡδίστου Ἀριστοφάνους (I 544 K)·
ἐκφέρετε πεύκας κατ’ Ἀγάθωνα φωσφόρους.’ καὶ ταῦτ’ εἰπὼν
ὑπεξῆλθεν τοῦ συμποσίου ὑπνηλὸς κάρτα γενόμενος.
- οὐρὰν ὑπίλας ὑπὸ λεοντόπουν βάσιν (Eur. fr. 540 N),