Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

ἐμέμνηντο δ’ οἱ πολλοὶ καὶ τῶν Ἀττικῶν ἐκείνων σκολίων· ἅπερ καὶ αὐτὰ ἄξιόν ἐστί σοι ἀπομνημονεῦσαι διά τε τὴν ἀρχαιότητα καὶ ἀφέλειαν τῶν ποιησάντων, καὶ τῶν ἐπαινουμένων ἐπὶ τῇ ἰδέᾳ ταύτῃ τῆς ποιητικῆς Ἀλκαίου τε καὶ Ἀνακρέοντος, ὡς Ἀριστοφάνης παρίστησιν ἐν Δαιταλεῦσιν λέγων οὕτως (I 449 K)·

  1. ᾆσον δή μοι σκόλιόν τι λαβὼν Ἀλκαίου κἀνακρέοντος.
καὶ Πράξιλλα δ’ ἡ Σικυωνία ἐθαυμάζετο ἐπὶ τῇ τῶν σκολίων ποιήσει. σκόλια δὲ καλοῦνται οὐ κατὰ τὸν τῆς μελοποιίας τρόπον ὅτι σκολιὸς ἦν — λέγουσιν γὰρ τὰ ἐν ταῖς ἀνειμέναις εἶναι σκολιά — ἀλλὰ τριῶν γενῶν ὄντων, ὥς φησιν Ἀρτέμων ὁ Κασανδρεὺς ἐν δευτέρῳ Βιβλίων Χρήσεως (FHG IV 342), ἐν οἷς τὰ περὶ τὰς συνουσίας ἦν ᾀδόμενα, ὧν τὸ μὲν πρῶτον ἦν ὃ δὴ πάντας ᾄδειν νόμος ἦν, τὸ δὲ δεύτερον ὃ δὴ πάντες μὲν ᾖδον, οὐ μὴν ἀλλά γε κατά τινα περίοδον ἐξ ὑποδοχῆς, τὸ τρίτον δὲ καὶ τὴν ἐπὶ πᾶσι τάξιν ἔχον, οὗ μετεῖχον οὐκέτι πάντες, ἀλλ’ οἱ συνετοὶ δοκοῦντες εἶναι μόνοι, καὶ κατὰ τόπον τινὰ εἰ τύχοιεν ὄντες· διόπερ ὡς
v.3.p.536
ἀταξίαν τινὰ μόνον παρὰ τἄλλα ἔχον τὸ μήθ’ ἅμα μήθ’ ἑξῆς γινόμενον ἀλλ’ ὅπου ἔτυχεν εἶναι σκόλιον ἐκλήθη. τὸ δὲ τοιοῦτον ᾔδετο ὁπότε τὰ κοινὰ καὶ πᾶσιν ἀναγκαῖα τέλος λάβοι· ἐνταῦθα γὰρ ἤδη τῶν σοφῶν ἕκαστον ᾠδήν τινα καλὴν εἰς μέσον ἠξίουν προφέρειν. καλὴν δὲ ταύτην ἐνόμιζον τὴν παραίνεσίν τέ τινα καὶ γνώμην ἔχειν δοκοῦσαν χρησίμην τε εἰς τὸν βίον.’

τῶν οὖν δειπνοσοφιστῶν ὃ μέν τις ἔλεγε τῶν σκολίων τόδε, ὃ δέ τις τόδε· πάντα δ’ ἦν τὰ λεχθέντα ταῦτα· αʹ (2 B4)

  1. Παλλὰς Τριτογένει᾽, ἄνασσ’ Ἀθηνᾶ,
  2. ὄρθου τήνδε πόλιν τε καὶ πολίτας,
  3. ἄτερ ἀλγέων τε καὶ στάσεων
  4. καὶ θανάτων ἀώρων σύ τε καὶ πατήρ.
βʹ (3 B)
  1. Πλούτου μητέρ’ Ὀλυμπίαν ἀείδω
  2. Δήμητρα στεφανηφόροις ἐν ὥραις,
  3. σέ τε, παῖ Διός, Φερσεφόνη·
  4. χαίρετον, εὖ δὲ τάνδ’ ἀμφέπετον πόλιν.
γʹ (4 B)
  1. ἐν Δήλῳ ποτ’ ἔτικτε τέκνα Λατώ,
  2. Φοῖβον χρυσοκόμαν, ἄνακτ’ Ἀπόλλω,
  3. ἐλαφηβόλον τ’ ἀγροτέραν
  4. Ἄρτεμιν, ἃ γυναικῶν μέγ’ ἔχει κράτος.
    v.3.p.537
δʹ (5 B)
  1. ὦ Πάν, Ἀρκαδίας μέδων κλεεννᾶς,
  2. ὀρχηστὰ Βρομίαις ὀπαδὲ Νύμφαις,
  3. γελάσειας, ὦ Πάν, ἐπ’ ἐμαῖς
  4. εὔφροσι ταῖσδ’ ἀοιδαῖς κεχαρημένος.
εʹ (6 B)
  1. ἐνικήσαμεν ὡς ἐβουλόμεσθα,
  2. καὶ νίκην ἔδοσαν θεοὶ φέροντες
  3. παρὰ Πανδρόσου .... ὡς φίλην Ἀθηνᾶν.
Ϛʹ (7 B)
  1. εἶθ’ ἐξῆν ὁποῖός τις ἦν ἕκαστος
  2. τὸ στῆθος διελόντ᾽, ἔπειτα τὸν νοῦν
  3. ἐσιδόντα, κλείσαντα πάλιν,
  4. ἄνδρα φίλον νομίζειν ἀδόλῳ φρενί.
ζʹ (8 B)
  1. ὑγιαίνειν μὲν ἄριστον ἀνδρὶ θνητῷ,
  2. δεύτερον δὲ καλὸν φυὰν γενέσθαι,
  3. τὸ τρίτον δὲ πλουτεῖν ἀδόλως,
  4. καὶ τὸ τέταρτον ἡβᾶν μετὰ τῶν φίλων.
ᾀσθέντος δὲ τούτου καὶ πάντων ἡσθέντων ἐπ’ αὐτῷ καὶ μνημονευσάντων ὅτι καὶ ὁ καλὸς Πλάτων αὐτοῦ μέμνηται ὡς ἄριστα εἰρημένου (Gorg. p. 451e), ὁ Μυρτίλος ἔφη Ἀναξανδρίδην αὐτὸ διακεχλευακέναι τὸν κωμῳδιοποιὸν ἐν Θησαυρῷ λέγοντα οὕτως (II 142 K)·
v.3.p.538
  1. ὁ τὸ σκόλιον εὑρὼν ἐκεῖνος, ὅστις ἦν,
  2. τὸ μὲν ὑγιαίνειν πρῶτον ὡς ἄριστον ὂν
  3. ὠνόμασεν ὀρθῶς· δεύτερον δ’ εἶναι καλόν,
  4. τρίτον δὲ πλουτεῖν, τοῦθ᾽, ὁρᾷς, ἐμαίνετο·
  5. μετὰ τὴν ὑγίειαν γὰρ τὸ πλουτεῖν διαφέρει·
  6. καλὸς δὲ πεινῶν ἐστιν αἰσχρὸν θηρίον.
ἑξῆς δ’ ἐλέχθη καὶ τάδε· ηʹ (15 B)
  1. .... ἐκ γῆς χρὴ κατίδην πλόον,
  2. εἴ τις δύναιτο καὶ παλάμην ἔχοι.
  3. ἐπεὶ δέ κ’ ἐν πόντῳ γένηται,
  4. τῷ παρεόντι τρέχειν ἀνάγκη.
θʹ (16 B)
  1. ὁ δὲ καρκίνος ὧδ’ ἔφη,
  2. χαλᾷ τὸν ὄφιν λαβών·
  3. ‘εὐθὺν χρὴ τὸν ἑταῖρον ἔμμεν
  4. καὶ μὴ σκολιὰ φρονεῖν.’
ιʹ (9 B)
  1. ἐν μύρτου κλαδὶ τὸ ξίφος φορήσω,
  2. ὥσπερ Ἁρμόδιος καὶ Ἀριστογείτων,
  3. ὅτε τὸν τύραννον κτανέτην
  4. ἰσονόμους τ’ Ἀθήνας ἐποιησάτην.
ιαʹ (10 B)
  1. φίλταθ’ Ἁρμόδι’ , οὔ τί που τέθνηκας·
  2. νήσσοις δ’ ἐν μακάρων σέ φασιν εἶναι,
    v.3.p.539
  3. ἵνα περ ποδώκης Ἀχιλεύς,
  4. Τυδείδην τέ φασι τὸν ἐσθλόν Διομήδεα.
ιβʹ (11 B)
  1. ἐν μύρτου κλαδὶ τὸ ξίφος φορήσω,
  2. ὥσπερ Ἁρμόδιος καὶ Ἀριστογείτων,
  3. ὅτ’ Ἀθηναίης ἐν θυσίαις
  4. ἄνδρα τύραννον Ἵππαρχον ἐκαινέτην.
ιγʹ (12 B)
  1. αἰεὶ σφῷν κλέος ἔσσεται κατ’ αἶαν,
  2. φίλταθ’ Ἁρμόδιε καὶ Ἀριστόγειτον,
  3. ὅτι τὸν τύραννον κτανέτην
  4. ἰσονόμους τ’ Ἀθήνας ἐποιησάτην.
ιδʹ (21 B) Ἀδμήτου λόγον, ὦ ἑταῖρε, μαθὼν τοὺς ἀγαθοὺς φίλει, τῶν δειλῶν δ’ ἀπέχου, γνοὺς ὅτι δειλοῖς ὀλίγη χάρις. ιεʹ (17 B)
  1. παῖ Τελαμῶνος, Αἶαν αἰχμητά, λέγουσί σε
  2. ἐς Τροίαν ἄριστον ἐλθεῖν Δαναῶν μετ’ Ἀχιλλέα.
  3. ιϚʹ (18 B)
  4. τὸν Τελαμῶνα πρῶτον, Αἴαντα δὲ δεύτερον
  5. ἐς Τροίαν λέγουσιν ἐλθεῖν Δαναῶν καὶ Ἀχιλλέα.
ιζʹ (19 B)
  1. εἴθε λύρα καλὴ γενοίμην ἐλεφαντίνη,
  2. καί με καλοὶ παῖδες φέροιεν Διονύσιον ἐς χορόν.
ιηʹ (20 B)
  1. εἴθ’ ἄπυρον καλὸν γενοίμην μέγα χρυσίον
  2. καί με καλὴ γυνὴ φοροίη καθαρὸν θεμένη νόον.
    v.3.p.540
ιθʹ (22 B)
  1. σύν μοι πῖνε, συνήβα, συνέρα, συστεφανηφόρει,
  2. σύν μοι μαινομένῳ μαίνεο, σὺν σώφρονι σωφρόνει.
κʹ (23 B)
  1. ὑπὸ παντὶ λίθῳ σκορπίος, ὦ ἑταῖρ᾽, ὑποδύεται.
  2. φράζευ μή σε βάλῃ· τῷ δ’ ἀφανεῖ πᾶς ἕπεται δόλος.
καʹ (24 B)
  1. ἁ ὗς τὰν βάλανον τὰν μὲν ἔχει, τὰν δ’ ἔραται λαβεῖν·
  2. κἀγὼ παῖδα καλὴν τὴν μὲν ἔχω, τὴν δ’ ἔραμαι λαβεῖν.
κβʹ (25 B)
  1. πόρνη καὶ βαλανεὺς τωὐτὸν ἔχουσ’ ἐμπεδέως ἔθος·
  2. ἐν ταὐτᾷ πυέλῳ τόν τ’ ἀγαθὸν τόν τε κακὸν λόει.
κγʹ (27 B)
  1. ἔγχει καὶ Κήδωνι, διάκονε, μηδ’ ἐπιλήθου,
  2. εἰ δὴ χρὴ τοῖς ἀγαθοῖς ἀνδράσιν οἰνοχοεῖν.
κδʹ (14 B)
  1. αἰαῖ, Λειψύδριον προδωσέταιρον,
  2. οἵους ἄνδρας ἀπώλεσας, μάχεσθαι
  3. ἀγαθούς τε καὶ εὐπατρίδας,
  4. οἳ τότ’ ἔδειξαν οἵων πατέρων κύρησαν.
κεʹ (26 B)
  1. ὅστις ἄνδρα φίλον μὴ προδίδωσιν, μεγάλην ἔχει
  2. τιμὰν ἔν τε βροτοῖς ἔν τε θεοῖσιν κατ’ ἐμὸν νόον.
σκόλιον δέ φασί τινες καὶ τὸ ὑπὸ Ὑβρίου τοῦ Κρητὸς ποιηθέν. ἔχει δ’ οὕτως (28 B)·
v.3.p.541
  1. ἔστι μοι πλοῦτος μέγας δόρυ καὶ ξίφος
  2. καὶ τὸ καλὸν λαισήιον, πρόβλημα χρωτός.
  3. τούτῳ γὰρ ἀρῶ, τούτῳ θερίζω,
  4. τούτῳ πατέω τὸν ἁδὺν οἶνον ἀπ’ ἀμπέλω,
  5. τούτῳ δεσπότας μνοίας κέκλημαι.
  6. τοὶ δὲ μὴ τολμῶντ’ ἔχειν δόρυ καὶ ξίφος
  7. καὶ τὸ καλὸν λαισήιον, πρόβλημα χρωτός,
  8. πάντες γόνυ πεπτηῶτες ἐμὸν κυνέοντι, δεσπόταν
  9. καὶ μέγαν βασιλῆα φωνέοντες.