Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

τούτων λεχθέντων ὁ Δημόκριτος ἔφη· ‘ἀλλὰ μὴν καὶ τὸ ὑπὸ τοῦ πολυμαθεστάτου γραφὲν Ἀριστοτέλους εἰς Ἑρμείαν τὸν Ἀταρνέα οὐ παιάν ἐστιν, ὡς ὁ τὴν τῆς ἀσεβείας κατὰ τοῦ φιλοσόφου γραφὴν ἀπενεγκάμενος Δημόφιλος εἰς αἰδωτε παρασκευασθεὶς ὑπ’ Εὐρυμέδοντος, ὡς ἀσεβοῦντος καὶ ᾄδοντος ἐν τοῖς συσσιτίοις ὁσημέραι εἰς τὸν Ἑρμείαν παιᾶνα. ὅτι δὲ παιᾶνος οὐδεμίαν ἔμφασιν παρέχει τὸ ἆσμα, ἀλλὰ τῶν σκολίων ἕν τι καὶ αὐτὸ εἶδός ἐστιν ἐξ αὐτῆς τῆς λέξεως φανερὸν ὑμῖν ποιήσω (fr. 6 B)·

  1. Ἀρετὰ πολύμοχθε γένει βροτείῳ,
  2. θήραμα κάλλιστον βίῳ,
  3. σᾶς πέρι, παρθένε, μορφᾶς
  4. καὶ θανεῖν ζηλωτὸς ἐν Ἑλλάδι πότμος
  5. καὶ πόνους τλῆναι μαλεροὺς ἀκάμαντας·
  6. τοῖον ἐπὶ φρένα βάλλεις
    v.3.p.542
  7. καρπόν τ’ ἀθάνατον χρυσοῦ τε κρείσσω
  8. καὶ γονέων μαλακαυγήτοιό θ’ ὕπνου.
  9. σεῦ δ’ ἕνεχ’ οὑκ Διὸς Ἡρακλέης Λήδας τε κοῦροι
  10. πόλλ’ ἀνέτλασαν ἔργοις σὰν ἀγρεύοντες δύναμιν.
  11. σοῖς δὲ πόθοις Ἀχιλεὺς Αἴας τ’ Ἀίδα δόμον ἦλθον.
  12. σᾶς δ’ ἕνεκεν φιλίου μορφᾶς καὶ Ἀταρνέος ἔντροφος
  13. ἠελίου χήρωσεν αὐγάς.
  14. τοιγὰρ ἀοίδιμον ἔργοις ἀθάνατόν τέ μιν αὐξήσουσι
  15. Μοῦσαι,
  16. Μνημοσύνης θύγατρες, Διὸς ξενίου σέβας αὔξουσαι
  17. φιλίας τε γέρας βεβαίας.

ἐγὼ μὲν οὐκ οἶδα εἴ τίς τι κατιδεῖν ἐν τούτοις δύναται παιανικὸν ἰδίωμα, σαφῶς ὁμολογοῦντος τοῦ γεγραφότος τετελευτηκέναι τὸν Ἑρμείαν δι’ ὧν εἴρηκεν ‘σᾶς γὰρ φιλίου μορφᾶς Ἀταρνέος ἔντροφος ἠελίου χήρωσεν αὐγάς.’ οὐκ ἔχει δ᾽ οὐδὲ τὸ παιανικὸν ἐπίρρημα, καθάπερ ὁ εἰς Λύσανδρον τὸν Σπαρτιάτην γραφεὶς ὄντως παιάν, ὅν φησι Δοῦρις ἐν τοῖς Σαμίων ἐπιγραφομένοις Ὥροις (FHG II 485) ᾄδεσθαι ἐν Σάμῳ. παιὰν δ’ ἐστὶν καὶ ὁ εἰς Κρατερὸν τὸν Μακεδόνα γραφείς, ὃν ἐτεκτήνατο Ἀλεξῖνος ὁ διαλεκτικός, φησὶν Ἕρμιππος ὁ Καλλιμάχειος ἐν τῷ πρώτῳ περὶ Ἀριστοτέλους (FHG III 46). ᾄδεται δὲ καὶ οὗτος ἐν Δελφοῖς, λυρίζοντός γέ τινος παιδός. καὶ ὁ εἰς Ἀγήμονα δὲ

v.3.p.543
τὸν Κορίνθιον Ἀλκυόνης πατέρα, ὃν ᾄδουσιν Κορίνθιοι, ἔχει τὸ παιανικὸν ἐπίφθεγμα. παρέθετο δ᾽ αὐτὸν Πολέμων ὁ περιηγητὴς ἐν τῇ πρὸς Ἀράνθιον Ἐπιστολῇ (fr. 76 Pr). καὶ ὁ εἰς Πτολεμαῖον δὲ τὸν πρῶτον Αἰγύπτου βασιλεύσαντα παιάν ἐστιν, ὃν ᾄδουσιν Ῥόδιοι· ἔχει γὰρ τὸ ἰηπαιὰν ἐπίφθεγμα, ὥς φησιν Γόργων ἐν τῷ Περὶ τῶν ἐν Ῥόδῳ θυσιῶν. ἐπ’ Ἀντιγόνῳ δὲ καὶ Δημητρίῳ φησὶν Φιλόχορος (FHG I 408) Ἀθηναίους ᾄδειν παιᾶνας τοὺς πεποιημένους ὑπὸ Ἑρμίππου τοῦ Κυζικηνοῦ, ἐφαμίλλων γενομένων τῶν παιᾶνας ποιησάντων .. καὶ τοῦ Ἑρμοκλέους προκριθέντος. ἀλλὰ μὴν καὶ αὐτὸς Ἀριστοτέλης ἐν τῇ Ἀπολογίᾳ τῆς ἀσεβείας (fr. 592 R), εἰ μὴ κατέψευσται ὁ λόγος, φησίν· ‘οὐ γὰρ ἄν ποτε Ἑρμείᾳ θύειν ὡς ἀθανάτῳ προαιρούμενος ὡς θνητῷ μνῆμα κατεσκεύαζον καὶ ἀθανατίζειν τὴν φύσιν βουλόμενος ἐπιταφίοις ἂν τιμαῖς ἐκόσμησα τὸ σῶμα.’