Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

τοσαῦτα καὶ περὶ μύρων ἐλέχθη. καὶ μετὰ ταῦτα πλείστων τῶν μὲν Ἀγαθοῦ Δαίμονος αἰτούντων ποτήριον, τῶν δὲ Διὸς Σωτῆρος, ἄλλων δὲ Ὑγείας καὶ ἑτέρων ἑτέρου ἐπιλεγόντων, τοὺς τούτων τῶν κράσεων μεμνημένους τῶν ποιητῶν ἔδοξεν παρατίθεσθαι, ὧν καὶ αὐτῶν μνησθήσομαι. Ἀντιφάνης μὲν γὰρ ἐν Ἀγροικίσιν ἔφη (II 14 K)·

  1. Ἁρμόδιος ἐπεκαλεῖτο, παιὰν ᾔδετο,
  2. μεγάλην Διὸς Σωτῆρος ἄκατον ἦρέ τις.
    v.3.p.533
Ἄλεξις δ’ ἐν Τοκιστῇ ἢ Καταψευδομένῳ (ib. 382)·
  1. ἀλλ’ ἔγχεον
  2. αὐτῷ Διός γε τήνδε Σωτῆρος, θεῶν
  3. θνητοῖς ἁπάντων χρησιμωτάτου πολύ.
  4. Β. ὁ Ζεὺς ὁ σωτήρ, ἂν ἐγὼ διαρραγῶ,
  5. οὐδέν μ’ ὀνήσει. Α. πῖθι θαρρῶν.
Νικόστρατος Πανδρόσῳ (ib. 224)·
  1. κἀγώ, φιλτάτη·
  2. μετανιπτρίδ’ αὐτῷ τῆς Ὑγιείας ἔγχεον.
  3. Β. λαβὲ τῆς Ὑγιείας δὴ σύ. Α. φέρε, τύχἀγαθῇ.
  4. τύχη τὰ θνητῶν πράγμαθ᾽, ἡ πρόνοια δὲ
  5. τυφλόν τι κἀσύντακτόν ἐστιν, ὦ πάτερ.
ἐν δὲ τῷ αὐτῷ δράματι καὶ τῆς τοῦ Ἀγαθοῦ Δαίμονος κράσεως μνημονεύει, ἧς καὶ σχεδὸν πάντες οἱ τῆς ἀρχαίας κωμῳδίας ποιηταί. ἀλλ’ ὅ γε Νικόστρατος οὕτως φησίν (ib.)·
  1. ἄλλ’ ἐγχέασα θᾶττον Ἀγαθοῦ Δαίμονος
  2. ἀπενεγκάτω μοι τὴν τράπεζαν ἐκποδών.
  3. ἱκανῶς κεχόρτασμαι γάρ. Ἀγαθοῦ Δαίμονος
  4. δέχομαι. λαβοῦσ’ ἀπένεγκε ταύτην ἐκποδών.
Ξέναρχος ἐν Διδύμοις (ib. 468)·
  1. ὡς ὑπό τι νυστάζειν γε καὐτὸς ἄρχομαι·
  2. ἡ τἀγαθοῦ γὰρ Δαίμονος συνέσεισέ με
  3. ἄκρατος ἐκποθεῖσα φιάλη παντελῶς.
  4. ἡ τοῦ δὲ Σωτῆρος Διὸς τάχιστά γε
  5. ἀπώλεσε ναύτην καὶ κατεπόντωσέν μ᾽, ὁρᾷς.
    v.3.p.534
Ἔριφος Μελιβοίᾳ (ib. 430)·
  1. ἐκπεπήδηκας πρὶν Ἀγαθοῦ πρῶτον Δαίμονος λαβεῖν,
  2. πρὶν Διὸς σωτῆρος.

Θεόφραστος δ’ ἐν τῷ περὶ Μέθης (fr. 123 W) ‘τὸν ἄκρατον, φησίν, οἶνον τὸν ἐπὶ τῷ δείπνῳ διδόμενον, ὃν δὴ λέγουσιν Ἀγαθοῦ Δαίμονος εἶναι πρόποσιν, ὀλίγον τε προσφέρουσιν, ὥσπερ ἀναμιμνήσκοντες μόνον τῇ γεύσει τὴν ἰσχὺν αὐτοῦ καὶ τὴν τοῦ θεοῦ δωρεάν, καὶ μετὰ τὴν πλήρωσιν διδόασιν, ὅπως ἐλάχιστον ᾖ τὸ πινόμενον· καὶ τρίτον προσκυνήσαντες λαμβάνουσιν ἀπὸ τῆς τραπέζης, καὶ ὥσπερ ἱκετείαν τινὰ ποιούμενοι τοῦ θεοῦ μηθὲν ἀσχημονεῖν μηδ’ ἔχειν ἰσχυρὰν ἐπιθυμίαν τοῦ πότου τούτου καὶ λαμβάνειν ἐξ αὐτοῦ τὰ καλὰ καὶ χρήσιμα.’ Φιλόχορος δ’ ἐν δευτέρῳ Ἀτθίδος (FHG I 387) ‘καὶ θέσμιον, φησίν, ἐτέθη τότε προσφέρεσθαι μετὰ τὰ σιτία πᾶσιν ἀκράτου μὲν ὅσον γεῦμα καὶ δεῖγμα τῆς δυνάμεως τοῦ ἀγαθοῦ θεοῦ, τὸν δὲ λοιπὸν ἤδη κεκραμένον. δι’ ὃ καὶ τροφοὺς τοῦ Διονύσου τὰς Νύμφας ὀνομασθῆναι.’ ὅτι δὲ δοθείσης τῆς τοῦ Ἀγαθοῦ Δαίμονος κράσεως ἔθος ἦν βαστάζεσθαι τὰς τραπέζας ἔδειξεν διὰ τῆς αὑτοῦ ἀσεβείας ὁ Σικελιώτης Διονύσιος. τῷ γὰρ Ἀσκληπιῷ ἐν ταῖς Συρακούσαις ἀνακειμένης τραπέζης χρυσῆς προπιὼν αὐτῷ ἄκρατον Ἀγαθοῦ Δαίμονος ἐκέλευσεν βασταχθῆναι τὴν τράπεζαν. παρὰ δὲ τοῖς Ἐμεσηνοῖς θύοντες τῷ Ἡλίῳ,

v.3.p.535
ὥς φησι Φύλαρχος ἐν τῇ ιβʹ τῶν Ἱστοριῶν (ib. 340), μέλι σπένδουσιν, οἶνον οὐ φέροντες τοῖς βωμοῖς, δεῖν λέγοντες τὸν τὰ ὅλα συνέχοντα καὶ διακρατοῦντα θεὸν καὶ ἀεὶ περιπολεύοντα τὸν κόσμον ἀλλότριον εἶναι μέθης.’