Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

πρὸς θεῶν, φίλοι, ποία ἡδονή, μᾶλλον δ’ ὑοσαλακωνία θαἰμάτια μολύνεσθαι, ἐξὸν ταῖς χερσίν, ὥσπερ ἡμεῖς νῦν ποιοῦμεν, ἀρυσαμένους ἀλείφεσθαι πᾶν τὸ σῶμα καὶ μάλιστα τὴν κεφαλήν. φησὶν γὰρ ὁ Φιλωνίδης ἐν τῷ περὶ Μύρων καὶ Στεφάνων τὴν ἀφορμὴν τοῦ τὴν κεφαλὴν ἐν τοῖς πότοις λιπαίνειν ἐντεῦθεν γενέσθαι· τοῖς αὐχμῶσι γὰρ τὰς κεφαλὰς εἰς τὸ μετέωρον ἕλκεσθαι τὸ λαμβανόμενον· καὶ διὰ τοῦτο τῶν πυρετῶν διακαιόντων τὰ σώματα τέγγουσι τὴν κεφαλὴν ἐπιβρέγμασιν, ἵνα μὴ πρὸς τὸ ξηρόν, ταύτῃ δὲ καὶ πολύκενον, ὁρμὴν τὰ παρακείμενα λαμβάνῃ. τοῦτο δὴ λογισάμενοι καὶ ἐπὶ τῶν πότων τὴν εἰς τὸ μετέωρον

v.3.p.531
τῶν οἴνων φορὰν ὑποπτεύσαντες ἐπεσπάσθησαν κεφαλὴν λιπαίνειν, ὡς ἐλάσσονος τῆσ βίας γενησομένης, εἰ ταύτην προτέγξαιεν. προστιθεὶς δ’ ὁ βίος ἀεὶ τοῖς χρειώδεσιν καὶ τῶν εἰς ἀπόλαυσιν καὶ τρυφὴν ἀγόντων ἐπὶ τὴν τῶν μύρων χρῆσιν ὥρμησεν. χρηστέον οὖν, ὦ Κύνουλκε Θεόδωρε, μύροις παρὰ πότον τοῖς ἐλάχιστα καροῦν δυναμένοις, τοῖς στύφουσιν δὲ καὶ ψύχουσιν ἐπ’ ὀλίγον. ζητεῖ δ’ ὁ πολυμαθέστατος Ἀριστοτέλης ἐν τοῖς Φυσικοῖς Προβλήμασι (fr. 218 R) ‘διὰ τί οἱ μυριζόμενοι πολιώτεροι; ἢ ὅτι τὸ μύρον διὰ τὰ ἀρώματα ξηραντικόν ἐστι, διὸ καὶ αὐχμηροὶ οἱ μυριζόμενοι· ὁ δὲ αὐχμὸς πολιωτέρους ποιεῖ. εἴτε γὰρ αὔανσις τριχὸς ἡ πολιὰ εἴτ’ ἔνδεια θερμοῦ, ἡ ξηρότης μαραίνει. διὸ καὶ τὰ πιλία θᾶττον ποιεῖ πολιούς· ἐκπίνεται γὰρ ἡ οἰκεία τῆς τριχὸς ὑγρότης.’

ἥδιστον δέ, ἄνδρες φίλοι, ἀναγινώσκων τὴν ὀγδόην καὶ εἰκοστὴν τῶν Ποσειδωνίου Ἱστοριῶν περὶ μύρων τι λεγόμενον ἐτήρησα, οὐκ ἀλλότριον ἡμῶν τοῦ συμποσίου. φησὶ γὰρ ὁ φιλόσοφος (FHG III 263)· ‘ἐν Συρίᾳ ἐν τοῖς βασιλικοῖς συμποσίοις ὅταν τοῖς εὐωχουμένοις δοθῶσιν οἱ στέφανοι, εἰσίασίν τινες μύρων Βαβυλωνίων ἔχοντες ἀσκίδια καὶ πόρρωθεν ἐκ τούτων περιπορευόμενοι τοὺς μὲν στεφάνους τῶν κατακειμένων δροσίζουσι τοῖς μύροις, ἄλλο μηδὲν ἔξωθεν παραραίνοντες.’ ἐπεὶ δ’ ἐνταῦθα τοῦ λόγου ἐσμέν, ‘συμβαλοῦμαί τι μέλος ὑμῖν εἰς ἔρωτα’ κατὰ τὸν Κυθήριον ποιητήν (Philox. fr. 6 B), ὅτι Ἰανὸς ὁ παρ᾽ ἡμῖν θεός, ὃν καὶ πατέρα

v.3.p.532
προσαγορεύομεν, πρῶτος εὗρεν στέφανον. ἱστορεῖ δὲ τοῦτο Δράκων ὁ Κερκυραῖος ἐν τῷ περὶ Λίθων γράφων οὕτως (FHG IV 402)· ‘Ἰανὸν δὲ λόγος ἔχει διπρόσωπον γεγονέναι, τὸ μὲν ὀπίσω τὸ δ’ ἔμπροσθεν ἔχοντα πρόσωπον. ἀπὸ τούτου καὶ τὸν Ἰανὸν ποταμὸν καὶ τὸ ὄρος Ἰανὸν ὀνομάζεσθαι, κατοικήσαντος αὐτοῦ ἐπὶ τοῦ ὄρους. τοῦτον δὲ καὶ στέφανον πρῶτον εὑρεῖν καὶ σχεδίας καὶ πλοῖα καὶ νόμισμα χαλκοῦν πρῶτον χαράξαι. διὸ καὶ τῶν κατὰ τὴν Ἑλλάδα πολλὰς πόλεις καὶ τῶν κατὰ τὴν Ἰταλίαν καὶ Σικελίαν ἐπὶ τοῦ νομίσματος ἐγχαράττειν πρόσωπον δικέφαλον καὶ ἐκ θατέρου μέρους ἢ σχεδίαν ἢ στέφανον ἢ πλοῖον. τοῦτον δὲ τὴν ἀδελφὴν γήμαντα Καμήσην υἱὸν μὲν Αἴθηκα, θυγατέρα δὲ Ὀλιστήνην γεννῆσαι. καὶ αὐτὸν ὡς μειζόνων ὀρεγόμενον πραγμάτων εἰς τὴν Ἰταλίαν διαπλεῦσαι καὶ οἰκῆσαι τὸ πλησίον Ῥώμης ὄρος κείμενον τὸ ἀπ’ αὐτοῦ Ἰανοῦκλον ὀνομαζόμενον.’