Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

τὸ δὲ χρίσασθαι τῷ τοιούτῳ ἀλείμματι μυρίσασθαι εἴρηκεν Ἀλκαῖος ἐν Παλαίστραις διὰ τούτων (I 761 K)·

  1. μυρίσασά μ᾽ ἐγκατέκλεισεν ἀνθ’ αὑτῆς λάθρᾳ.
μυρώμασιν μέντοι, οὐ μυρίσμασιν ἔλεγεν Ἀριστοφάνης ἐν Ἐκκλησιαζούσαις (1117)·
  1. ἥτις μεμύρισμαι τὴν κεφαλὴν μυρώμασιν.
(τῆς δὲ λεγομένης σάγδασ — μύρον δ’ ἐστὶ καὶ τοῦτο — Ἐπίλυκος ἐν Κωραλίσκῳ (I 803 K)·
  1. βάκκαρίς τε καὶ σάγδας ὁμοῦ.
καὶ Ἀριστοφάνης ἐν Δαιταλεῦσιν καὶ ἐν Μαρικᾷ Εὔπολις ‘σάγδαν ἐρυγγάνοντα’ λέγων (v. supra p. 690 e). ὅπερ ὁ Θυατειρηνὸς Νίκανδρος ἐπὶ τοῦ ἄγαν χλιδῶντος εἰρῆσθαι ἀκούει, Θεόδωρος δὲ θυμίαμά τί φησιν αὐτὸ εἶναι.ʼ

παμπόλλου δ’ ἐπιπράσκετο Ἀθήνησιν ἡ τοῦ μύρου κοτύλη, καὶ ὡς μὲν Ἵππαρχός φησιν ἐν Παννυχίδι (III 274 K), εʹ μνῶν, ὡς δὲ Μένανδρος ἐν Μισογύνῃ (ib. 97), ιʹ. Ἀντιφάνης δ’ ἐν Φρεαρρίῳ στακτῆς τοῦ μύρου μνημονεύων φησίν (II 110 K)·

  1. στακτὴ δυοῖν μναῖν οὐκ ἀρέσκει μ’ οὐδαμῶς.
οὐ μόνον δὲ τὸ τῶν Σαρδιανῶν γένος φιλόμυρον ἦν, ὡς Ἄλεξίς φησιν ἐν Ἐκπωματοποιῷ (ib. 320)·
  1. ἀεὶ φιλόμυρον πᾶν τὸ Σάρδεων γένος,
ἀλλὰ καὶ αὐτοὶ οἱ Ἀθηναῖοι οἱ πάντων τῶν καλλίστων εἰσηγηταὶ τῷ τῶν ἀνθρώπων βίῳ γενόμενοι, παρ’ οἷς
v.3.p.530
ἀνυπερβλήτου τιμῆς, ὡς προείρηται, τῶν μύρων ὑπαρχούσης οὐκ ἀπείχοντο τῆς χρήσεως, ὥσπερ οὐδὲ ἡμεῖς νῦν οὕτω πολυτίμων τῶν καλλίστων ὑπαρχόντων, ὡς λῆρον εἶναι τὰ ἐν τῷ Εἰσοικιζομένῳ Ἀλέξιδος ταυτί (ib. 318)·
  1. οὐ γὰρ ἐμυρίζετ’ ἐξ ἀλαβάστου, πρᾶγμά τι
  2. γινόμενον ἀεί, κρονικόν, ἀλλὰ τέτταρας
  3. περιστερὰς ἀφῆκεν ἀποβεβαμμένας
  4. εἰς οὐχὶ ταὐτόν, μὰ Δία, τὴν αὐτὴν μύρον,
  5. ἰδίῳ δ’ ἑκάστην. πετόμεναι δ’ αὗται κύκλῳ
  6. ἔρραινον ἡμῶν θαἰμάτια καὶ στρώματα.
  7. μή μοι φθονήσητ᾽, ἄνδρες Ἑλλήνων ἄκροι· (Eur. fr. 703)
  8. ἠλειφόμην ὑόμενος ἰρίνῳ μύρῳ.