Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

παρὰ πολλοῖς δὲ τῶν κωμῳδιοποιῶν ὀνομάζεταί τι μύρον ΒΑΚΚΑΡΙΣ· οὗ μνημονεύει καὶ Ἱππῶναξ διὰ τούτων (fr. 41 B)·

  1. βακκάρι δὲ τὰς ῥῖνας
  2. ἤλειφον· ἐσθ’ οἵη περ κρόκος.
Ἀχαιὸς δ’ ἐν Αἴθωνι σατυρικῷ (fr. 10 N)·
  1. βακκάρει χρισθέντα καὶ ψυκτηρίοις
  2. πτεροῖς ἀναστήσαντα προσθίαν τρίχα.
Ἴων Ὀμφάλῃ (fr. 24 N)·
  1. βακκάρεις δὲ καὶ μύρα
  2. καὶ Σαρδιανὸν κόσμον εἰδέναι χροὸς
  3. ἄμεινον ἢ τὸν Πέλοπος ἐν νήσῳ τρόπον.
ἐν τούτοις Σαρδιανὸν κόσμον εἴρηκε τὸ μύρον, ἐπεὶ διαβόητοι ἐπὶ ἡδυπαθείᾳ οἱ Λυδοί· καὶ τὸ παρὰ Ἀνακρέοντι (fr. 155 B4) ‘λυδοπαθὴς’ ἀκούουσιν ἀντὶ τοῦ ἡδυπαθής. μνημονεύει τῆς βακκάριδος καὶ Σοφοκλῆς (fr. 929 N). Μάγνης δ’ ἐν Λυδοῖς (I 8 K)·
v.3.p.527
  1. λούσαντα χρὴ καὶ βακκάριδι κεχριμένον.
καὶ μήποτε οὔκ ἐστι μύρον ἡ βάκκαρις. Αἰσχύλος γὰρ ἐν Ἀμυμώνῃ ἀντιδιαστέλλων φησίν (fr. 14 N)·
  1. κἄγωγε τὰς σὰς βακκάρεις τε καὶ μύρα.
καὶ Σιμωνίδης (fr. 16 B)·
  1. κἠλειφόμην μύροισι καὶ θυώμασι
  2. καὶ βακκάρι.
Ἀριστοφάνης δ’ ἐν Θεσμοφοριαζούσαις (I 474 K)·
  1. ὦ Ζεῦ πολυτίμηθ᾽, οἷον ἔπνευσεν ὁ μιαρὸς
  2. φάσκωλος εὐθὺς λυόμενός μοι τοῦ μύρου
  3. καὶ βακκάριδος.

ΒΡΕΝΘΕΙΟΥ δὲ μύρου μνημονεύει Φερεκράτης ἐν Λήροις οὕτως (ib. 173)·

  1. ἔστην δὲ κἀκέλευον ‘ἐγχέασθε νῷν
  2. βρένθειον, ἵνα τοῖς εἰσιοῦσιν ἐγχέῃ.’
ΒΑΣΙΛΕΙΟΥ δὲ μύρου μνημονεύει Κράτης ἐν Γείτοσιν λέγων οὕτως (ib. 131)·
  1. γλυκύτατον δ’ ὦζε βασιλείου μύρου.
Σαπφὼ δ’ ὁμοῦ μέμνηται τοῦ τε βασιλείου καὶ τοῦ βρενθείου, λέγουσα οὕτως (fr. 49)·
  1. βρενθείω βασιληίω.
ΨΑΓΔΗΣ Ἀριστοφάνης ἐν Δαιταλεῦσιν (I 443 K)·
  1. φέρ’ ἴδω, τί σοι δῶ τῶν μύρων· ψάγδαν φιλεῖς;
Εὔπολις δ’ ἐν Μαρικᾷ (ib. 312)·
  1. ψάγδαν ἐρυγγάνοντα.
Εὔβουλος δ’ ἐν Στεφανοπώλισιν (II 199 K)·
  1. Αἰγυπτίῳ ψάγδανι τρὶς λελουμένη.
    v.3.p.528
Πολέμων δ’ ἐν τοῖς πρὸς Ἀδαῖον (fr. 64 Pr) παρὰ Ἠλείοις φησὶ μύρον τι ΠΛΑΓΓΟΝΙΟΝ καλεῖσθαι, εὑρεθὲν ὑπό τινος Πλαγγόνος. ὁμοίως ἱστορεῖ καὶ Σωσίβιος ἐν Ὁμοιότησιν (FHG II 630). ὡς καὶ τὸ ΜΕΓΑΛΛΕΙΟΝ· ὠνομάσθη γὰρ καὶ τοῦτο ἀπὸ Μεγάλλου τοῦ Σικελιώτου· οἳ δ’ Ἀθηναῖόν φασιν εἶναι τὸν Μέγαλλον. μνημονεύει δ’ αὐτοῦ Ἀριστοφάνης ἐν Τελμησσεῦσι (I 527 K) καὶ Φερεκράτης ἐν Πετάλῃ (ib. 186), Στράττις δ’ ἐν Μηδείᾳ οὕτως (ib. 720)·
  1. καὶ λέγ᾽, ὅτι φέρεις αὐτῇ μύρον
  2. τοιοῦτον οἷον οὐ Μέγαλλος πώποτε
  3. ἥψησεν οὐδὲ Δεινίας ᾁγύπτιος
  4. οὔτ’ εἶδεν οὔτ’ ἐκτήσατο.
τοῦ μεγαλλείου δὲ μύρου μνημονεύει καὶ Ἄμφις ἐν Ὀδυσσεῖ διὰ τούτων (II 243 K)·
  1. ἐρίοισι τοὺς τοίχους κύκλῳ Μιλησίοις,
  2. ἔπειτ’ ἀλείφειν τῷ μεγαλλείῳ μύρῳ
  3. καὶ τὴν βασιλικὴν θυμιᾶτε μίνδακα.
  4. Β. ἀκήκοας σύ, δέσποτ᾽, ἤδη πώποτε
  5. τὸ θυμίαμα τοῦτο;
Ἀναξανδρίδης Τηρεῖ (ib. 156)·
  1. ἀλλ’ οἷα νύμφη βασιλὶς ὠνομασμένη
  2. μύροις μεγαλλείοις τὸ σῶμ’ ἀλείφεται.
ΝΑΡΔΙΝΟΥ δὲ μύρου μέμνηται Μένανδρος ἐν Κεκρυφάλῳ οὕτως (III 78 K)·
  1. ἡδὺ τὸ μύρον, παιδίον. Β. ἡδύ· πῶς γὰρ οὔ;
  2. νάρδινον.
    v.3.p.529