Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

πρὸς οὓς λεκτέον ὅτι τρόποι εἰσὶ πόσεων κατὰ πόλεις ἴδιοι, ὡς Κριτίας παρίστησιν ἐν τῇ Λακεδαιμονίων Πολιτείᾳ (FHG II 68) διὰ τούτων· ‘ὁ μὲν Χῖος καὶ Θάσιος ἐκ μεγάλων κυλίκων ἐπιδέξια, ὁ δ’ Ἀττικὸς ἐκ μικρῶν ἐπιδέξια, ὁ δὲ Θετταλικὸς ἐκπώματα προπίνει ὅτῳ ἂν βούλωνται μεγάλα. Λακεδαιμόνιοι δὲ τὴν παρ’ αὑτῷ ἕκαστος πίνει, ὁ δὲ παῖς ὁ οἰνοχόος ὅσον ἂν ἀποπίῃ.’ τοῦ δ᾽ ἐπιδέξια πίνειν μνημονεύει καὶ Ἀναξανδρίδης ἐν Ἀγροίκοις οὕτως (II 135 K)·

  1. τίνα δὴ παρεσκευασμένοι
  2. πίνειν τρόπον ἐστὲ νυνί, λέγεθ᾽. Β. ὅντινα τρόπον
  3. ἡμεῖς; τοιοῦτον οἷον ἂν καὶ σοὶ δοκῇ.
  4. Α. βούλεσθε δήπου τὸν ἐπιδέξι᾽, ὦ πάτερ,
  5. λέγειν ἐπὶ τῷ πίνοντι. Β. τὸν ἐπιδέξια
  6. λέγειν; Ἄπολλον, ὡσπερεὶ τεθνηκότι.

παραιτητέον δ’ ἡμῖν τὰ κεράμεα ποτήρια. καὶ γὰρ Κτησίας ‘παρὰ Πέρσαις, φησίν (fr. 51 M), ὃν ἂν βασιλεὺς ἀτιμάσῃ, κεραμέοις χρῆται.’ Χοιρίλος δ’ ὁ ἐποποιός φησι (fr. 9 Ki)·

  1. χερσὶν ὄλβον ἔχω κύλικος τρύφος ἀμφὶς ἐαγός,
    v.3.p.11
  2. ἀνδρῶν δαιτυμόνων ναυάγιον, οἷά τε πολλὰ
  3. πνεῦμα Διωνύσοιο πρὸς Ὕβριος ἔκβαλεν ἀκτάς.
ἐγὼ δὲ εὖ οἶδα ὅτι ἥδιστα πολλάκις ἐστὶ τὰ κεράμεα ἐκπώματα, ὡς καὶ τὰ παρ’ ἡμῖν ἐκ τῆς Κόπτου καταγόμενα· μετὰ γὰρ ἀρωμάτων συμφυραθείσης τῆς γῆς ὀπτᾶται. καὶ Ἀριστοτέλης δὲ ἐν τῷ περὶ Μέθης (fr. 96 R) ‘αἱ Ῥοδιακαί, φησί, προσαγορευόμεναι χυτρίδες διά τε τὴν ἡδονὴν εἰς τὰς μέθας παρεισφέρονται καὶ διὰ τὸ θερμαινομένας τὸν οἶνον ἧττον ποιεῖν μεθύσκειν. σμύρνης γὰρ καὶ σχοίνου καὶ τῶν τοιούτων ἑτέρων εἰς ὕδωρ ἐμβληθέντων ἕψονται καὶ παραχεόντων εἰς τὸν οἶνον ἧττον μεθύσκουσιν.’ κἀν ἄλλῳ δὲ μέρει φησίν (fr. 97)· ‘αἱ Ῥοδιακαὶ χυτρίδες γίνονται σμύρνης, σχοίνου, ἀνήθου, κρόκου, βαλσάμου, ἀμώμου, κινναμώμου συνεψηθέντων· ἀφ’ ὧν τὸ γινόμενον τῷ οἴνῳ παραχυθὲν οὕτω τὰσ μέθας ἵστησιν ὥστε καὶ τῶν ἀφροδισίων παραλύειν τὰ πνεύματα πέττον.’

οὐ δεῖ οὖν ἡμᾶς ἐκμανῶς πίνειν ἀποβλέποντας εἰς τὸ πλῆθος τῶν καλῶν τούτων καὶ παντοδαπῶν κατὰ τὰς τέχνας ἐκπωμάτων. τὴν δὲ μανίαν τοὺς πολλούς φησιν ὁ Χρύσιππος ἐν τῇ Εἰσαγωγικῇ περὶ ἀγαθῶν καὶ κακῶν Πραγματείᾳ τοῖς πλείστοις προσάπτειν. καλεῖσθαι γοῦν τὴν μὲν γυναικομανίαν, τὴν δ᾽ ὀρτυγομανίαν. ‘τινὲς δὲ καὶ δοξομανεῖς καλοῦσι τοὺς φιλοδόξους, καθάπερ τοὺς φιλογύνας γυναικομανεῖς καὶ

v.3.p.12
τοὺς φιλόρνιθας ὀρνιθομανεῖς, τὸ αὐτὸ σημαινόντων τῶν ὀνομάτων τούτων. ὥστε καὶ τὰ λοιπὰ μὴ ἀλλοτρίως καλεῖσθαι τὸν τρόπον τοῦτον. καὶ γὰρ ὁ φίλοψος καὶ ὁ ὀψοφάγος οἷον ὀψομανής ἐστι καὶ ὁ φίλοινος οἰνομανὴς καὶ ὡσαύτως ἐπὶ τῶν ὁμοίων, οὐκ ἀλλοτρίως τῆς μανίας κειμένης ἐπ’ αὐτοῖς ὡς ἁμαρτάνουσι μανικῶς καὶ τῆς ἀληθείας ἐπὶ πλεῖστον ἀπαρτωμένοις.’

ἡμεῖς οὖν, ὡς καὶ παρ’ Ἀθηναίοις ἐγίνετο, ἅμα ἀκροώμενοι τῶν γελωτοποιῶν τούτων καὶ μίμων, ἔτι δὲ τῶν ἄλλων τεχνιτῶν ὑποπίνωμεν. λέγει δὲ περὶ τούτων ὁ Φιλόχορος οὑτωσί (FHG I 411)· ‘Ἀθηναῖοι τοῖς Διονυσιακοῖς ἀγῶσι τὸ μὲν πρῶτον ἠριστηκότες καὶ πεπωκότες ἐβάδιζον ἐπὶ τὴν θέαν καὶ ἐστεφανωμένοι ἐθεώρουν, παρὰ δὲ τὸν ἀγῶνα πάντα οἶνος αὐτοῖς ᾠνοχοεῖτο καὶ τραγήματα παρεφέρετο, καὶ τοῖς χοροῖς εἰσιοῦσιν ἐνέχεον πίνειν καὶ διηγωνισμένοις ὅτ᾽ ἐξεπορεύοντο ἐνέχεον πάλιν· μαρτυρεῖν δὲ τούτοις καὶ Φερεκράτη τὸν κωμικόν (I 202 K), ὅτι μέχρι τῆς καθ’ ἑαυτὸν ἡλικίας οὐκ ἀσίτους εἶναι τοὺς θεωροῦντας.’ Φανόδημος δὲ (FHG I 368) πρὸς τῷ ἱερῷ φησι τοῦ ἐν Λίμναις Διονύσου τὸ γλεῦκος φέροντας τοὺς Ἀθηναίους ἐκ τῶν πίθων τῷ θεῷ κιρνάναι, εἶτ’ αὐτοὺς προσφέρεσθαι· ὅθεν καὶ Λιμναῖον κληθῆναι τὸν Διόνυσον, ὅτι μιχθὲν τὸ γλεῦκος τῷ ὕδατι τότε πρῶτον ἐπόθη κεκραμένον. διόπερ ὀνομασθῆναι τὰς πηγὰς Νύμφας καὶ τιθήνας τοῦ Διονύσου, ὅτι τὸν οἶνον αὐξάνει τὸ ὕδωρ κιρνάμενον. ἡσθέντες οὖν τῇ κράσει ἐν ᾠδαῖς ἔμελπον τὸν

v.3.p.13
Διόνυσον, χορεύοντες καὶ ἀνακαλοῦντες Εὔαν τε καὶ Διθύραμβον καὶ Βακχευτὰν καὶ Βρόμιον. καὶ Θεόφραστος δ’ ἐν τῷ περὶ Μέθης (fr. 121 W) φησὶν ὅτι ‘τοῦ Διονύσου τροφοὶ αἱ Νύμφαι κατ’ ἀλήθειαν. αἱ γὰρ ἄμπελοι πλεῖστον ὑγρὸν χέουσι τεμνόμεναι καὶ κατὰ φύσιν δακρύουσι.’ διόπερ καὶ Εὐριπίδης ἕνα τῶν τοῦ Ἡλίου ἵππων φησὶν εἶναι (fr. 896 N)
  1. Βακχίου φιλανθέμου
  2. Αἴθοπα πεπαίνοντ’ ὀρχάτους ὀπωρινούς·
  3. ἐξ οὗ βροτοὶ καλοῦσιν οἶνον αἴθοπα.
καὶ Ὀδυσσεὺς ὤπασεν Od. 9.208
  1. μελιηδέα οἶνον ἐρυθρόν,
  2. ἓν δέπας ἐμπλήσας, ὕδατος δ’ ἀνὰ εἴκοσι μέτρα
  3. χεῦ᾽· ὀδμὴ δ’ ἡδεῖα ἀπὸ κρητῆρος ὀδώδει.
Τιμόθεος δ’ ἐν Κύκλωπι (fr. 5 B4)·
  1. ἔγχευε δ’ ἓν μὲν δέπας κίσσινον μελαίνας
  2. σταγόνος ἀμβρότας ἀφρῷ βρυάζον·
  3. εἴκοσιν δὲ μέτρ’ ἐνέχευ᾽, ἀναμίσγων
  4. αἷμα Βακχίου νεορρύτοισι δακρύοισι Νυμφᾶν.

οἶδα δέ τινας, ἄνδρες θιασῶται, καὶ μέγα φρονήσαντας οὐχ οὕτως ἐπὶ πλούτῳ ὡς ἐπὶ τῷ κεκτῆσθαι πολλὰ ἐκπώματα ἀργυρᾶ τε καὶ χρυσᾶ. ὧν εἷς ἐστι καὶ Πυθέας ὁ Ἀρκὰς ἐκ Φιαλείας, ὃς καὶ ἀποθνῄσκων

v.3.p.14
οὐκ ὤκνησεν ὑποθέσθαι τοῖς οἰκείοις ἐπιγράψαι αὐτοῦ τῷ μνήματι τάδε· Πυθέα μνῆμα τόδ’ ἔστ᾽, ἀγαθοῦ καὶ σώφρονος ἀνδρός,
  1. ὃς κυλίκων ἔσχεν πλῆθος ἀπειρέσιον
ἀργυρέων χρυσοῦ τε καὶ ἠλέκτροιο φαεινοῦ,
  1. τῶν προτέρων πάντων πλείονα πασάμενος.
τοῦτο δ’ ἱστορεῖ Ἁρμόδιος ὁ Λεπρεάτης ἐν τῷ περὶ τῶν κατὰ Φιγάλειαν Νομίμων (FHG IV 411). Ξενοφῶν δ’ ἐν ὀγδόῳ Παιδείας περὶ Περσῶν λέγων γράφει καὶ ταῦτα (c. 8, 18)· ‘καὶ μὴν ἐκπώματα ἢν μὲν ὡς πλεῖστα ἔχωσιν, τούτῳ καλλωπίζονται· ἢν δ’ ἐξ ἀδίκων φανερῶς ᾖ μεμηχανημένα, οὐδὲν τούτῳ αἰσχύνονται. πολὺ γὰρ ηὔξηται ἐν αὐτοῖς ἡ ἀδικία τε καὶ αἰσχροκέρδεια.’ ὁ δὲ Οἰδίπους δι’ ἐκπώματα τοῖς υἱοῖς κατηράσατο, ὡς ὁ τὴν κυκλικὴν Θηβαίδα πεποιηκώς φησιν, ὅτι αὐτῷ παρέθηκαν ἔκπωμα ὃ ἀπηγορεύκει, λέγων οὕτως (fr. 2 Ki)·
  1. αὐτὰρ ὁ διογενὴς ἥρως ξανθὸς Πολυνείκης
  2. πρῶτα μὲν Οἰδιπόδῃ καλὴν παρέθηκε τράπεζαν
  3. ἀργυρέην Κάδμοιο θεόφρονος· αὐτὰρ ἔπειτα
  4. χρύσεον ἔμπλησεν καλὸν δέπας ἡδέος οἴνου.
  5. αὐτὰρ ὅ γ’ ὡς φράσθη παρακείμενα πατρὸς ἑοῖο
  6. τιμήεντα γέρα, μέγα οἳ κακὸν ἔμπεσε θυμῷ,
  7. αἶψα δὲ παισὶν ἑοῖσι μετ’ ἀμφοτέροισιν ἐπαρὰς
  8. ἀργαλέας ἠρᾶτο (θεῶν δ’ οὐ λάνθαν’ Ἐρινύν),
  9. ὡς οὔ οἱ πατρώι’ ἐνηέι ἐν φιλότητι
  10. δάσσαιντ᾽, ἀμφοτέροισι δ’ αἰεὶ πόλεμοί τε μάχαι τε ...
    v.3.p.15

  1. Καικίλιος δὲ ὁ ῥήτωρ ὁ ἀπὸ Καλῆς ἀκτῆς ἐν τῷ
περὶ Ἱστορίας (fr. 51 Burckh) Ἀγαθοκλέα φησὶ τὸν τύραννον ἐκπώματα χρυσᾶ ἐπιδεικνύντα τοῖς ἑταίροις φάσκειν, ἐξ ὧν ἐκεράμευσε κατεσκευακέναι ταῦτα. ὁ δὲ παρὰ Σοφοκλεῖ ἐν τοῖς Λαρισαίοις Ἀκρίσιος καὶ αὐτὸς ἐκπώματα ὅσα πλεῖστα εἶχεν, ὥς φησιν ὁ τραγικός (fr. 348 N)·
  1. πολὺν δ’ ἀγῶνα παγξενεὶ κηρύσσεται,
  2. χαλκηλάτους λέβητας ἐκτιθεὶς φέρειν
  3. καὶ κοῖλα χρυσόκολλα καὶ πανάργυρα
  4. ἐκπώματ᾽, εἰς ἀριθμὸν ἑξήκοντα δίς.
Ποσειδώνιος δ’ ἐν ιϚʹ τῶν Ἱστοριῶν (FHG III 259) Λυσίμαχόν φησι τὸν Βαβυλώνιον, καλέσαντα ἐπὶ δεῖπνον Ἵμερον τὸν τυραννήσαντα οὐ μόνον Βαβυλωνίων ἀλλὰ καὶ Σελευκέων μετὰ τριακοσίων, μετὰ τὸ τὰς τραπέζας ἀρθῆναι τετράμνουν ἑκάστῳ τῶν τριακοσίων ἔκπωμα δοῦναι ἀργυροῦν, καὶ σπονδοποιησάμενον προπιεῖν ἅμα πᾶσιν· καὶ ἀποφέρεσθαι ἔδωκε τὰ ποτήρια. Ἀντικλείδης δ’ ὁ Ἀθηναῖος ἐν τῷ ιϚʹ Νόστων (scr. Al. M. p. 148 M) περὶ Γρᾶ διηγούμενος τοῦ τὴν ἀποικίαν εἰς Λέσβον στείλαντος σὺν ἄλλοις βασιλεῦσι, καὶ ὅτι χρησμὸς ἦν αὐτοῖς δηλώσας καθεῖναι διαπλέοντας τῷ Ποσειδῶνι εἰς τὸ πέλαγος παρθένον, γράφει καὶ ταῦτα· ‘μυθολογοῦσι δὲ περὶ τῶν ἐν Μηθύμνῃ τινὲς περὶ τῆς ἀφεθείσης εἰς τὴν θάλασσαν παρθένου καὶ φασὶν ἐρασθέντα αὐτῆς τῶν ἡγεμόνων τινά, ᾧ ἦν τοὔνομα Ἔναλος, ἐκκολυμβῆσαι βουλόμενον ἀνασῶσαι τὴν
v.3.p.16
παιδίσκην. τότε μὲν οὖν ὑπὸ κύματος αὐτοὺς ἀμφοτέρους κρυφθέντας ἀφανεῖς γενέσθαι, χρόνῳ δ’ ὕστερον ἤδη τῆς Μηθύμνης οἰκουμένης παραγενέσθαι τὸν Ἔναλον καὶ διηγεῖσθαι τὸν τρόπον, καὶ ὅτι ἡ μὲν παρθένος παρὰ ταῖς Νηρῇσι διέτριβεν, αὐτὸς δὲ τὰς τοῦ Ποσειδῶνος ἔβοσκεν ἵππους· καί ποτε καὶ κύματος ἐπιφερομένου μεγάλου συγκολυμβήσαντα αὐτὸν ἐκβῆναι ἔχοντα κύπελλον χρυσοῦ οὕτω θαυμασίου ὡς τὸν παρ’ αὐτοῖς αὐτῷ παραβαλλόμενον οὐδὲν διάφορον εἶναι χαλκοῦ.’

τιμιώτατον δ’ ἦν πάλαι τὸ τῶν ἐκπωμάτων κτῆμα. Ἀχιλλεὺς οὖν ὡς ἐξαίρετόν τι εἶχεν ἀνάθημα δέπας, ‘οὐδέ τις ἄλλος οὔτ᾽ ἀνδρῶν πίνεσκεν ἀπ’ αὐτοῦ οὔτε τεῳ σπένδεσκε θεῶν, ὅτε μὴ Διί ( Il. 16.225).’ καὶ ὁ Πρίαμος δὲ τὸν υἱὸν λυτρούμενος τοῖς ἐπισημοτάτοις κειμηλίοις καὶ δέπας δίδωσι περικαλλές (Il. 24.234). αὐτός γε μὴν ὁ Ζεὺς τῆς Ἡρακλέους γενέσεως ἄξιον ἡγεῖται δῶρον Ἀλκμήνῃ δοθῆναι ποτήριον, ὅπερ Ἀμφιτρύωνι εἰκασθεὶς δίδωσιν,

  1. ἃ δ’ ὑποδεξαμένα θαήσατο χρύσεον αἶψα
ποτήριον. τὸν δὲ Ἥλιον ὁ Στησίχορος (fr. 8) ποτηρίῳ διαπλεῖν φησι τὸν ὠκεανόν, ᾧ καὶ τὸν Ἡρακλέα περαιωθῆναι ἐπὶ τὰς Γηρυόνου βόας ὁρμῶντα. οἴδαμεν δὲ καὶ
v.3.p.17
τὸ Βαθυκλέους τοῦ Ἀρκάδος ποτήριον, ὃ σοφίας ἆθλον ὁ Βαθυκλῆς τῷ κριθέντι ἀρίστῳ τῶν καλουμένων ζʹ σοφῶν ἀπέλιπε. τὸ δὲ Νέστορος ποτήριον πολλοὶ καὶ κεραμεύουσι· πλεῖστοι γὰρ περὶ αὐτοῦ συνεγράψαντο. καὶ θεοφιλὲς δὲ τὸ ποτήριον· ‘χρυσέοις’ γοῦν ‘δεπάεσσιν ἀλλήλους’ δεξιοῦνται (Il. 4.3). ἐλευθέριον δέ, φησί, καὶ ἐμμελῶς ἐν οἴνῳ διάγειν, μὴ κωθωνιζόμενον μηδὲ Θρᾳκίῳ νόμῳ ἄμυστιν οἰνοποτεῖν, ἀλλὰ τῷ πόματι φάρμακον ὑγείας ἐγκιρνάναι τὸν λόγον.

ὅτι διὰ σπουδῆς εἶχον οἱ ἀρχαῖοι ἐγκόλαπτον ἱστορίαν ἔχειν ἐν ἐκπώμασιν. ἐν ταύτῃ δὲ τῇ τέχνῃ εὐδοκίμησαν Κίμων καὶ Ἀθηνοκλῆς. ἐχρῶντο δὲ καὶ λιθοκολλήτοις ἐκπώμασι. Μένανδρος δέ πού φησι (fr. 977 K) καὶ ποτήριον τορνευτὸν καὶ τορευτά. Ἀντιφάνης (II 115 K)·

  1. ἄλλοι δὲ καὶ δὴ βακχίου παλαιγενοῦς
  2. ἀφρῷ σκιὰ καὶ χρυσοκόλλητον δέπας
  3. μεστὸν κύκλῳ χορεῦον ἕλκουσι γνάθοις
  4. ὁλκῆς ἀπαύστοις, παντελῶς ἐστραμμένον
  5. τἄνω κάτω δεικνύντες.
φησὶ πρός τινα Νικόμαχος (III 389 K)·
  1. ὦ χαῖρε χρυσόκλυστα καὶ χρυσοῦς ἐμῶν.
Φιλιππίδης (III 309 K)·
  1. τὰ ποτήρι’ ἂν ἴδῃς τὰ παρεσκευασμένα·
  2. ἅπαντα χρυσᾶ, Τρόφιμε, νὴ τὸν Οὐρανόν,
    v.3.p.18
  3. ὑπερήφανα. ἐγὼ μὲν γὰρ ἐξέστην ἰδών.
  4. κρατῆρες ἀργυροῖ, κάδοι καὶ μείζους ἐμοῦ ...
  5. ὅτι Παρμενίων συγκεφαλαιούμενος ἐν ταῖς πρὸς
Ἀλέξανδρον Ἐπιστολαῖς τὰ Περσικὰ λάφυρα ‘ποτηρίων, φησί, χρυσῶν σταθμὸς τάλαντα Βαβυλώνια ογʹ, μναῖ νβʹ. ποτηρίων λιθοκολλήτων σταθμὸς τάλαντα Βαβυλώνια νϚʹ, μναῖ λδʹ.’

ἔθος δ’ ἦν πρότερον ἐν τῷ ποτηρίῳ ὕδωρ ἐμβάλλεσθαι, μεθ’ ὃ τὸν οἶνον. Ξενοφάνης (fr. 4 B)·

  1. οὐδέ κεν ἐν κύλικι πρότερον κεράσειέ τις οἶνον
  2. ἐγχέας, ἀλλ’ ὕδωρ καὶ καθύπερθε μέθυ.
Ἀνακρέων (fr. 62 B4)·
  1. φέρ’ ὕδωρ, φέρ’ οἶνον, ὦ παῖ,
  2. φέρε δ᾽ ἀνθεμεῦντας ἡμῖν
  3. στεφάνους ἔνεικον, ὡς δὴ
  4. πρὸς Ἔρωτα πυκταλίζω.
πρὸ δὲ τούτων Ἡσίοδος (op. 593)·
  1. κρήνης τ’ ἀενάου καὶ ἀπορρύτου, ἥτ’ ἀθόλωτος,
  2. τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἴνου.
Θεόφραστος (om. Wimm)· ‘ἐπεὶ καὶ τὰ περὶ τὴν κρᾶσιν ἐναντίως εἶχε τὸ παλαιὸν τῷ νῦν παρ᾽ Ἕλλησιν ὑπάρχοντι. οὐ γὰρ τὸ ὕδωρ ἐπὶ τὸν οἶνον ἐπέχεον, ἀλλ’ ἐπὶ τὸ ὕδωρ τὸν οἶνον, ὅπως ἐν τῷ πίνειν ὑδαρεστέρῳ χρῷντο τῷ ποτῷ καὶ τούτου ποιησάμενοι τὴν
v.3.p.19
ἀπόλαυσιν ἧττον ὀρέγοιντο τοῦ λοιποῦ. καὶ τὸ πλεῖστον δὲ εἰς τοὺς κοττάβους κατανήλισκον.’