Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

  1. Ἄγε δή, τίς ἀρχὴ τῶν λόγων γενήσεται;
κατὰ τὸν κωμῳδιοποιὸν Κηφισόδωρον (I 802 K), ἑταῖρε Τιμόκρατες. συναχθέντων γὰρ ἡμῶν καθ᾽ ὥραν μετὰ σπουδῆς διὰ τὰ ἐκπώματα ὁ Οὐλπιανός, ἔτι καθημένων ἁπάντων, πρὶν καί τι διαλεχθῆναι ἔφη· ‘παρὰ μὲν τῷ Ἀδράστῳ, ἄνδρες φίλοι, καθίσαντες οἱ ἀριστεῖς δειπνοῦσιν, ὁ δὲ Πολύιδος ἱερὰ θύων ἐν ὁδῷ παραπορευόμενον τὸν Πετεὼ κατέσχεν καὶ κατακλίνας ἐν τῇ πόᾳ θαλλίαν τε κατακλάσας ἀντὶ τραπέζης παρέθηκε τῶν τυθέντων. καὶ τῷ Αὐτολύκῳ ἐλθόντι ‘Ἰθάκης ἐς πίονα δῆμον’ ἡ τροφὸς καθημένῳ δηλονότι — οὕτως γὰρ ἐδείπνουν οἱ τότε — τὸν Ὀδυσσέα, φησὶν ὁ ποιητής (Od. 19.399),
  1. [παῖδα νέον γεγαῶτα κιχήσατο θυγατέρος ἧς,
  2. τόν ῥά οἱ Εὐρύκλεια φίλοις ἐπὶ γούνασι θῆκε
  3. παυομένῳ δόρποιο]
ἐκάθισεν ἐπὶ τῶν γονάτων καὶ οὐχὶ παρὰ τοῖς γόνασιν ἔστησεν. ἡμεῖς οὖν μὴ διατρίβωμεν, ἀλλ’ ἤδη κατακλινώμεθα, ἵν’ ἡμῖν ὁ Πλούταρχος περὶ ὧν ἐπαγγέλλεται ποτηρίων ἀποδοὺς τὸν λόγον καὶ τὰς κύλικας πλήρεις
v.3.p.2
ἅπασι προπίῃ.

ποτήρια δὲ πρῶτον οἶδα ὀνομάσαντα τὸν Ἀμόργιον ποιητὴν Σιμωνίδην ἐν Ἰάμβοις οὕτως (fr. 26 B)·

  1. ἀπὸ τράπεζαν εἷλέ νιν ποτήρια.
καὶ ὁ τὴν Ἀλκμαιωνίδα δὲ ποιήσας φησίν (p. 76 Ki)·
  1. νέκυς δὲ χαμαιστρώτου ἐπὶ τείνας
  2. εὐρείης στιβάδος παρέθηκ’ αὐτοῖσι θάλειαν
  3. δαῖτα ποτήριά τε, στεφάνους δ’ ἐπὶ κρασὶν ἔθηκεν.
ἅπερ ὠνομάσθη ἀπὸ τῆς πόσεως, ὡς τὸ ἔκπωμα οἱ Ἀττικοί, ἐπεὶ ὑδροποτεῖν καὶ οἰνοποτεῖν λέγουσιν. Ἀριστοφάνης ἐν Ἱππεῦσιν (198)·
  1. γαμφηλαῖσι δράκοντα κοάλεμον αἱματοπώτην.
κἀν τῷ αὐτῷ δὲ ἔφη (124)·
  1. πολλῷ γ’ ὁ Βάκις διεχρῆτο τῷ ποτηρίῳ.
καὶ Φερεκράτης ἐν Τυραννίδι (I 187 fr. 143, 10 K)·
  1. ἣ δὲ κρείττων ἡ μί’ ἐστὶ χιλίων ποτηρίων.
ὁ δὲ Ἀνακρέων ἔφη (fr. 97 B4)·
  1. οἰνοπότης δὲ πεποίημαι.
ἔστι δὲ τὸ ῥῆμα καὶ παρὰ τῷ ποιητῇ· οἰνοποτάζων γὰρ εἴρηκε (Il. 20.84). καὶ Σαπφὼ δ’ ἐν τῷ βʹ ἔφη (fr. 67)·
  1. πολλὰ δ’ ἀνάριθμα ποτήρια
  2. καλαιφις.
καὶ Ἀλκαῖος (fr. 52)·
  1. ἐκ δὲ ποτήριον
  2. πώνης Διννομένῃ παρίσδων.
    v.3.p.3
τιμᾶται δὲ καὶ ἐν Ἀχαίᾳ Δημήτηρ ποτηριοφόρος κατὰ τὴν Ἀνθέων χῶραν, ὡς Αὐτοκράτης ἱστορεῖ ἐν βʹ Ἀχαικῶν (FHG IV 346).

ἄξιον δὲ εἶναι νομίζω ζητῆσαι ὑμᾶς πρὸ τοῦ καταλόγου τῶν ποτηρίων, ὧν πλῆρές ἐστι τὸ κυλικεῖον τοδί — εἴρηται γὰρ οὕτως ἡ τῶν ποτηρίων σκευοθήκη παρ’ Ἀριστοφάνει μὲν ἐν Γεωργοῖς (I 418 K)·

  1. ὥσπερ κυλικείου τοὐθόνιον προπέπταται.
ἔστι καὶ παρὰ Ἀναξανδρίδῃ ἐν Μελιλώτῳ (II 145 K). Εὔβουλος δ’ ἐν Λήδᾳ (ib. 185)·
  1. ὡσπερεὶ σπονδὴν διδοὺς
  2. ἐν τῷ κυλικείῳ συντέτριφε τὰ ποτήρια.
κἀν Ψαλτρίᾳ δ’ ἔφη (ib. 206)·
  1. τὰ κυλικεῖα δὲ
  2. ἐξεῦρεν ἡμῖν.
ἐν δὲ Σεμέλῃ ἢ Διονύσῳ (ib. 197)·
  1. Ἑρμῆς ὁ Μαίας λίθινος, ὃν προσεύγμασιν
  2. ἐν τῷ κυλικείῳ λαμπρὸν ἐκτετριμμένον ...
Κρατῖνος δ’ ὁ νεώτερος ἐν Χείρωνι (ib. 291)·
  1. πολλοστῷ δ’ ἔτει
  2. ἐκ τῶν πολεμίων οἴκαδ’ ἥκω, συγγενεῖς
  3. καὶ φράτερας καὶ δημότας εὑρὼν μόλις
  4. εἰς τὸ κυλικεῖον ἐνεγράφην· Ζεὺς ἔστι μοι
  5. ἑρκεῖος, ἔστι φρατέριος, τὰ τέλη τελῶ —

ἄξιον δ’ ἐστὶ ζητῆσαι εἰ οἱ ἀρχαῖοι μεγάλοις ἔπινον ποτηρίοις. Δικαίαρχος μὲν γὰρ ὁ Μεσσήνιος, ὁ Ἀριστοτέλους μαθητής, ἐν τῷ περὶ Ἀλκαίου (FHG II 247) μικροῖς φησιν αὐτοὺς ἐκπώμασι κεχρῆσθαι καὶ

v.3.p.4
ὑδαρέστερον πεπωκέναι. Χαμαιλέων δ’ ὁ Ἡρακλεώτης ἐν τῷ περὶ Μέθης, εἴ γε τῆς φωνῆς μνημονεύω, φησίν (fr. 32 Köpke)· ‘εἰ δὲ οἱ ταῖς ἐξουσίαις χρώμενοι καὶ τῷ πλουτεῖν προτιμῶσι τὴν μέθην ταύτην, οὐδὲν θαυμαστόν. οὐκ ἔχοντες γὰρ ἑτέραν ἡδονὴν ταύτης καλλίω οὐδὲ μᾶλλον εὐχερῆ καταφεύγουσιν εἰκότως ἐπὶ τὸν οἶνον. ὅθεν δὴ καὶ τὰ μεγάλα τῶν ἐκπωμάτων ἐπιχώρια γέγονε τοῖς δυνάσταις. οὐ γὰρ παλαιὸν οὐδὲ τοῦτό γέ ἐστι παρὰ τοῖς Ἕλλησιν, ἀλλὰ νεωστὶ εὑρέθη πεμφθὲν ἐκ τῶν βαρβάρων. ἐκεῖνοι γὰρ ἀπεστερημένοι τῆς παιδείας ὁρμῶσιν ἐπὶ τὸν πολὺν οἶνον καὶ πορίζονται τροφὰς περιέργους καὶ παντοίας. ἐν δὲ τοῖς περὶ τὴν Ἑλλάδα τόποις οὔτ’ ἐν γραφαῖς οὔτ’ ἐπὶ τῶν πρότερον εὑρήσομεν ποτήριον εὐμέγεθες εἰργασμένον πλὴν τῶν ἐπὶ τοῖς ἡρωικοῖς. τὸ γὰρ ῥυτὸν ὀνομαζόμενον μόνοις τοῖς ἥρωσιν ἀπεδίδοσαν. ὃ καὶ δόξει τισὶν ἔχειν ἀπορίαν, εἰ μή τις ἄρα φήσειε διὰ τὴν ὀξύτητα τῆς ἐπιφανείας τῶν δαιμόνων καταδειχθῆναι τοῦτο. χαλεποὺς γὰρ καὶ πλήκτας τοὺς ἥρωας νομίζουσι καὶ μᾶλλον νύκτωρ ἢ μεθ’ ἡμέραν. ὅπως οὖν μὴ διὰ τὸν τρόπον, ἀλλὰ διὰ τὴν μέθην φαίνωνται τοιοῦτοι, δημιουργοῦσιν αὐτοὺς πίνοντας ἐκπώμασι μεγάλοις. καί μοι δοκοῦσι λέγειν οὐ κακῶς οἱ φάσκοντες τὸ μέγα ποτήριον φρέαρ ἀργυροῦν εἶναι.’ ἐν τούτοις ἀγνοεῖν ἔοικεν ὁ Χαμαιλέων ὅτι οὔκ ἐστι μικρὸν τὸ παρ’ Ὁμήρῳ (Od. 9.346) διδόμενον τῷ Κύκλωπι ὑπ’ Ὀδυσσέως κισσύβιον.
v.3.p.5
οὐ γὰρ ἂν τρὶς πιὼν οὕτως κατηνέχθη ὑπὸ μέθης τηλικοῦτος ὤν. ἦν οὖν καὶ τότε μεγάλα ποτήρια, εἰ μὴ αἰτιάσεταί τις τὴν δύναμιν τοῦ οἴνου, ἣν αὐτὸς Ὅμηρος (Od. 9.208) ἐξηγήσατο, ἢ τὸ ἄηθες τῆς πόσεως τοῦ Κύκλωπος, ἐπεὶ τὰ πολλὰ ἐγαλακτοπότει. ἢ τάχα καὶ βαρβαρικὸν ἦν τὸ ἔκπωμα, εἴπερ μέγα ἦν, ἐκ τῆς Κικόνων εἰλημμένον λείας. τί οὖν ἔχομεν λέγειν περὶ τοῦ Νέστορος ποτηρίου, ὃ μόλις ἂν νέος βαστάσαι ἴσχυεν,
Νέστωρ δ’ ὁ γέρων ἀμογητὶ ἄειρε
Il. 11.637, περὶ οὗ καὶ αὐτοῦ διδάξει τι ἡμᾶς ὁ Πλούταρχος. ὥρα οὖν κατακλίνεσθαι.

καὶ κατακλιθέντων ‘ἀλλὰ μήν’, ὁ Πλούταρχος ἔφη, ‘κατὰ τὸν Φλιάσιον ποιητὴν Πρατίναν (fr. 3 B4).

  1. οὐ γᾶν αὐλακισμέναν ἀρῶν, ἀλλ’ ἄσκαφον ματεύων,
κυλικηγορήσων ἔρχομαι, οὐ τῶν Κυλικράνων εἷς ὑπάρχων, οὓς χλευάζων Ἕρμιππος ὁ κωμῳδιοποιὸς ἐν τοῖς Ἰάμβοις φησίν (I 246 K)·
  1. εἰς τὸ Κυλικράνων βαδίζων σπληνόπεδον ἀφικόμην·
  2. εἶδον οὖν τὴν Ἡράκλειαν καὶ μάλ’ ὡραίαν πόλιν.
Ἡρακλεῶται δ’ εἰσὶν οὗτοι οἱ ὑπὸ τῇ Οἴτῃ κατοικοῦντες, ὥς φησι Νίκανδρος ὁ Θυατειρηνός, ὀνομασθῆναι φάσκων αὐτοὺς ἀπό τινος Κύλικος γένος Λυδοῦ, ἑνὸς τῶν Ἡρακλεῖ συστρατευσαμένων. μνημονεύει δ’ αὐτῶν καὶ Σκυθῖνος ὁ Τήιος ἐν τῇ ἐπιγραφομένῃ Ἱστορίῃ λέγων οὕτως (FHG IV 491)· ‘Ἡρακλῆς λαβὼν Εὔρυτον καὶ τὸν υἱὸν ἔκτεινε φόρους πρήσσοντας παρ’ Εὐβοέων.
v.3.p.6
Κυλικρῆνας ἐξεπόρθησε λῃζομένους καὶ αὐτόθι πόλιν ἐδείματο Ἡράκλειαν τὴν Τρηχινίαν καλεομένην.’ Πολέμων δ’ ἐν τῷ πρώτῳ τῶν πρὸς Ἀδαῖον καὶ Ἀντίγονόν φησιν οὕτως (fr. 56 Pr)· ‘τῆς δ’ Ἡρακλείας τῆς ὑπὸ τὴν Οἴτην καὶ Τραχῖνος τῶν οἰκητόρων μεθ’ Ἡρακλέους τινὲς ἀφικόμενοι ἐκ Λυδίας Κυλικρᾶνες, οἳ δ’ Ἀθαμᾶνες, ἀφ’ ὧν οἱ τόποι διαμένουσιν· οἷς οὐδὲ τῆς πολιτείας μετέδοσαν οἱ Ἡρακλεῶται συνοικοῦσιν, ἀλλοφύλους ὑπολαβόντες. Κυλικρᾶνες δὲ λέγονται, ὅτι τοὺς ὤμους κεχαραγμένοι κύλικας ἦσαν.’

οἶδα δὲ καὶ Ἑλλάνικον ἐν Ἐθνῶν Ὀνομασίαις λέγοντα (FHG I 57) ὅτι Λιβύων τῶν Νομάδων τινὲς οὐδὲν ἄλλο κέκτηνται ἢ κύλικα καὶ μάχαιραν καὶ ὑδρίαν, καὶ ὅτι οἰκίας ἔχουσιν ἐξ ἀνθερίκου πεποιημένας μικρὰς ὅσον σκιᾶς ἕνεκα, ἃς καὶ περιφέρουσιν ὅπου ἂν πορεύωνται. πολλοῖς δὲ καὶ ὁ ἐν Ἰλλυριοῖς τόπος διαβόητός ἐστιν ὁ καλούμενος Κύλικες, παρ’ ᾧ ἐστι τὸ Κάδμου καὶ Ἁρμονίας μνημεῖον, ὡς ἱστορεῖ Φύλαρχος ἐν τῇ δευτέρᾳ καὶ εἰκοστῇ τῶν Ἱστοριῶν (FHG I 345). καὶ Πολέμων δ’ ἐν τῷ περὶ τοῦ Μορύχου (fr. 75 Pr) ἐν Συρακούσαις φησὶν ἐπ’ ἄκρᾳ τῇ νήσῳ πρὸς τῷ Γῆς Ὀλυμπίας ἱερῷ ἐκτὸς τοῦ τείχους ἐσχάραν τινὰ εἶναι, ἀφ’ ἧς, φησί, τὴν κύλικα ναυστολοῦσιν ἀναπλέοντες μέχρι τοῦ γενέσθαι τὴν ἐπὶ τοῦ νεὼ τῆς Ἀθηνᾶς ἀόρατον ἀσπίδα· καὶ

v.3.p.7
οὕτως ἀφιᾶσιν εἰς τὴν θάλασσαν κεραμέαν κύλικα, καθέντες εἰς αὐτὴν ἄνθεα καὶ κηρία καὶ λιβανωτὸν ἄτμητον καὶ ἄλλα ἄττα μετὰ τούτων ἀρώματα.

ὁρῶν οὖν ὑμῶν καὶ αὐτὸς τὸ συμπόσιον κατὰ τὸν Κολοφώνιον Ξενοφάνη πλῆρες ὂν πάσης θυμηδίας (fr. 1 B4)·

  1. νῦν γὰρ δὴ ζάπεδον καθαρὸν καὶ χεῖρες ἁπάντων
  2. καὶ κύλικες· πλεκτοὺς δ’ ἀμφιτιθεῖ στεφάνους,
  3. ἄλλος δ’ εὐῶδες μύρον ἐν φιάλῃ παρατείνει·
  4. κρατὴρ δ’ ἕστηκεν μεστὸς ἐυφροσύνης·
  5. ἄλλος δ’ οἶνος ἕτοιμος, ὃς οὔποτέ φησι προδώσειν,
  6. μείλιχος ἐν κεράμοις, ἄνθεος ὀσδόμενος·
  7. ἐν δὲ μέσοις ἁγνὴν ὀδμὴν λιβανωτὸς ἵησι·
  8. ψυχρὸν δ’ ἐστὶν ὕδωρ καὶ γλυκὺ καὶ καθαρόν.
  9. πάρκεινται δ’ ἄρτοι ξανθοὶ γεραρή τε τράπεζα
  10. τυροῦ καὶ μέλιτος πίονος ἀχθομένη·
  11. βωμὸς δ’ ἄνθεσιν ἀν τὸ μέσον πάντῃ πεπύκασται,
  12. μολπὴ δ’ ἀμφὶς ἔχει δώματα καὶ θαλίη.
  13. χρὴ δὲ πρῶτον μὲν θεὸν ὑμνεῖν εὔφρονας ἄνδρας
  14. εὐφήμοις μύθοις καὶ καθαροῖσι λόγοις·
  15. σπείσαντας δὲ καὶ εὐξαμένους τὰ δίκαια δύνασθαι
  16. πρήσσειν (ταῦτα γὰρ ὦν ἐστι προχειρότερον)
  17. οὐχ ὕβρις πίνειν ὁπόσον κεν ἔχων ἀφίκοιο
  18. οἴκαδ’ ἄνευ προπόλου, μὴ πάνυ γηραλέος.
    v.3.p.8
  19. ἀνδρῶν δ’ αἰνεῖν τοῦτον ὃς ἐσθλὰ πιὼν ἀναφαίνῃ,
  20. ὡς οἱ μνημοσύνη, καὶ τὸν ὃς ἀμφ’ ἀρετῆς.
  21. οὔτι μάχας διέπειν Τιτήνων οὐδὲ Γιγάντων
  22. οὐδέ τι Κενταύρων, πλάσματα τῶν προτέρων,
  23. ἢ στάσιας σφεδανάς, τοῖς οὐδὲν χρηστὸν ἔνεστι,
  24. θεῶν δὲ προμηθείην αἰὲν ἔχειν ἀγαθόν.

  1. καὶ ὁ χαρίεις δ’ Ἀνακρέων φησίν (fr. 94 B4)·
  2. οὐ φιλέω ὃς κρητῆρι παρὰ πλέῳ οἰνοποτάζων
  3. νείκεα καὶ πόλεμον δακρυόεντα λέγῃ,
  4. ἀλλ’ ὅστις Μουσέων τε καὶ ἀγλαὰ δῶρ’ Ἀφροδίτης
  5. συμμίσγων ἐρατῆς μνήσεται εὐφροσύνης.
καὶ Ἴων δὲ ὁ Χῖός φησιν (fr. 2 B)·
  1. χαιρέτω ἡμέτερος βασιλεύς, σωτήρ τε πατήρ τε·
  2. ἡμῖν δὲ κρητῆρ’ οἰνοχόοι θέραπες
  3. κιρνάντων προχύταισιν ἐν ἀργυρέοις· ὁ δὲ χρυσὸς
  4. οἶνον ἔχων χειρῶν νιζέτω εἰς ἔδαφος.
  5. σπένδοντες δ’ ἁγνῶς Ἡρακλέι τ’ Ἀλκμήνῃ τε,
  6. Προκλέι Περσείδαις τ᾽, ἐκ Διὸς ἀρχόμενοι,
  7. πίνωμεν, παίζωμεν, ἴτω διὰ νυκτὸς ἀοιδή,
  8. ὀρχείσθω τις, ἑκὼν δ’ ἄρχε φιλοφροσύνης.
  9. ὅντινα δ’ εὐειδὴς μίμνει θήλεια πάρευνος,
  10. κεῖνος τῶν ἄλλων κυδρότερον πίεται.
ἐποιοῦντο δὲ καὶ οἱ ἑπτὰ καλούμενοι σοφοὶ συμποτικὰς
v.3.p.9
ὁμιλίας. ‘παραμυθεῖται γὰρ ὁ οἶνος καὶ τὴν τοῦ γήρως δυσθυμίαν’ φησὶ Θεόφραστος ἐν τῷ περὶ Μέθης (fr. 120 W).

διόπερ συνιοῦσι καὶ ἡμῖν ἐπὶ τὰς Διονυσιακὰς ταύτας λαλιὰς οὐδεὶς ἂν εὐλόγως φθονήσαι νοῦν ἔχων, κατὰ τοὺς Ἀλέξιδος Ταραντίνους (II 377 K),

  1. οἳ τῶν πέλας
  2. οὐδέν’ ἀδικοῦμεν οὐδέν. ἆρ’ οὐκ οἶσθ᾽ ὅτι
  3. τὸ καλούμενον ζῆν τοῦτο διατριβῆς χάριν
  4. μόνον ἐστὶν ὑποκόρισμα τῆς ἀνθρωπίνης
  5. μοίρας; ἐγὼ γάρ, εἰ μὲν εὖ τις ἢ κακῶς
  6. φήσει με κρίνειν, οὐκ ἔχοιμ’ ἄν σοι φράσαι·
  7. ἔγνωκα γοῦν οὕτως ἐπισκοπούμενος
  8. εἶναι μανιώδη πάντα τἀνθρώπων ὅλως,
  9. ἀποδημίας δὲ τυγχάνειν ἡμᾶς αἰεὶ
  10. τοὺς ζῶντας, ὥσπερ εἰς πανήγυρίν τινα
  11. ἀφειμένους ἐκ τοῦ θανάτου καὶ τοῦ σκότους
  12. εἰς τὴν διατριβὴν εἰς τὸ φῶς τε τοῦθ᾽, ὃ δὴ
  13. ὁρῶμεν. ὃς δ’ ἂν πλεῖστα γελάσῃ καὶ πίῃ
  14. καὶ τῆς Ἀφροδίτης ἀντιλάβηται τὸν χρόνον
  15. τοῦτον ὃν ἀφεῖται, κἂν τύχῃ γ᾽, ἐράνου τινός,
  16. πανηγυρίσας ἥδιστ’ ἀπῆλθεν οἴκαδε.
καὶ κατὰ τὴν καλὴν οὖν Σαπφώ (fr. 5 B4)·
  1. ἐλθέ, Κύπρι,
  2. χρυσίαισιν ἐν κυλίκεσσιν ἁβρῶς
    v.3.p.10
  3. συμμεμιγμένον θαλίαισι νέκταρ
  4. οἰνοχοοῦσα
τούτοις τοῖς ἑταίροις ἐμοῖς τε καὶ σοῖς.