Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

ἔνδοξοι δὲ τορευταὶ Ἀθηνοκλῆς, Κράτης, Στρατόνικος, Μυρμηκίδης ὁ Μιλήσιος, Καλλικράτης ὁ Λάκων καὶ Μῦς, οὗ εἴδομεν σκύφον Ἡρακλεωτικὸν τεχνικῶς ἔχοντα Ἰλίου ἐντετορευμένην πόρθησιν, ἔχοντα ἐπίγραμμα τόδε·

  1. γραμμαὶ Παρρασίοιο, τέχνα Μυός. ἐμμὶ δὲ ἔργον
  2. Ἰλίου αἰπεινᾶς, ἃν ἕλον Αἰακίδαι.

ὅτι κλεινοὶ λέγονται παρὰ Κρησὶν οἱ ἐρώμενοι. σπουδὴ δὲ αὐτοῖς παῖδας ἁρπάζειν· καὶ τοῖς καλοῖς παρ’ αὐτοῖς ἄδοξόν ἐστιν ἐραστοῦ μὴ τυχεῖν. καλοῦνται δὲ οἱ ἁρπασθέντες παρασταθέντες. διδόασι δὲ τῷ ἁρπασθέντι στολὴν καὶ βοῦν καὶ ποτήριον· ἣν καὶ πρεσβύτεροι γενόμενοι φέρουσιν, ἵνα δῆλοι ὦσι κλεινοὶ γενόμενοι.

  1. ὁρᾷς δ᾽, ὅταν πίνωσιν ἄνθρωποι, τότε
  2. πλουτοῦσι, διαπράττουσι, νικῶσιν δίκας,
  3. εὐδαιμονοῦσιν, ὠφελοῦσι τοὺς φίλους (Arist. Eq. 92).
αὔξει γὰρ καὶ τρέφει μεγαλύνει τε τὴν ψυχὴν ἡ ἐν τοῖς πότοις διατριβή, ἀναζωπυροῦσα καὶ ἀνεγείρουσα μετὰ φρονήσεως τὸν ἑκάστου νοῦν, ὥς φησιν ὁ Πίνδαρος (fr. 218)·
  1. ἁνίκ’ ἀνθρώπων καματώδεες οἴχονται μέριμναι
  2. στηθέων ἔξω, πελάγει δ’ ἐν πολυχρύσοιο πλούτου
  3. πάντες ἴσᾳ νέομεν ψευδῆ πρὸς ἀκτάν·
  4. ὃς μὲν ἀχρήμων, ἀφνεὸς τότε, τοὶ δ’ αὖ πλουτέοντες ...
    v.3.p.20
εἶτ’ ἐπάγει·
  1. ἀέξονται φρένας ἀμπελίνοις τόξοις δαμέντες.

ΑΓΚΥΛΗ ποτήριον πρὸς τὴν τῶν κοττάβων παιδιὰν χρήσιμον. Κρατῖνος (I 93 K)·

  1. πιεῖν δὲ θάνατος οἶνον, ἂν ὕδωρ ἐπῇ.
  2. ἀλλ’ ἴσον ἴσῳ μάλιστ’ ἀκράτου δύο χοᾶς
  3. πίνουσ’ ἀπ’ ἀγκύλης, ἐπονομάζουσ’ ἅμα
  4. ἵησι λάταγας τῷ Κορινθίῳ πέει.
καὶ Βακχυλίδης (fr. 24 B)·
  1. εὖτε τὴν ἀπ’ ἀγκύλης ἵησι τοῖς νεανίαις,
  2. λευκὸν ἀντείνουσα πῆχυν.
ἐντεῦθεν ἐννοοῦμεν τοὺς παρ’ Αἰσχύλῳ (fr. 179 N) ἀγκυλητοὺς κοττάβους. λέγονται δὲ καὶ δόρατα ἀγκυλητὰ καὶ μεσάγκυλα ἄλλα· ἀπὸ ἀγκύλης ἤτοι τῆς δεξιᾶς χειρός. καὶ ἡ κύλιξ δὲ ἡ ἀγκύλη διὰ τὸ ἐπαγκυλοῦν τὴν δεξιὰν χεῖρα ἐν τῇ προέσει. ἦν γὰρ τοῖς παλαιοῖς πεφροντισμένον καλῶς καὶ εὐσχημόνως κότταβον προίεσθαι. καὶ οἱ πολλοὶ ἐπὶ τούτῳ μᾶλλον ἐφρόνουν μέγα ἢ ἐπὶ τῷ εὖ ἀκοντίζειν. ὠνομάσθη οὖν ἀπὸ τοῦ τῆς χειρὸς σχηματισμοῦ, ὃν ποιούμενοι εὐρύθμως ἐρρίπτουν εἰς τὸ κοττάβιον. καὶ οἴκους δὲ ἐπιτηδείους κατεσκεύαζον εἰς ταύτην τὴν παιδιάν.

  1. ὅτι παρὰ Τιμαχίδᾳ ΑΙΑΚΙΣ ἡ κύλιξ καλεῖται.
  2. ΑΚΑΤΟΣ ποτήριον ἐοικὸς πλοίῳ. Ἐπικράτης (II 286 K)·
    v.3.p.21
  3. κατάβαλλε τἀκάτια, τὰ κυμβία
  4. αἴρου τὰ μείζω, κεὐθὺ τοῦ καρχησίου
  5. ἄνελκε τὴν γραῦν, τὴν νέαν δ’ ἐπουρίσας
  6. πλήρωσον, εὐτρεπῆ τε τὸν κοντὸν ποοῦ
  7. καὶ τοὺς κάλως ἔκλυε καὶ χάλα πόδα.
  8. ΑΩΤΟΝ παρὰ Κυπρίοις τὸ ἔκπωμα, ὡς Πάμφιλος.
Φιλητᾶς δὲ (fr. 39 Bach) ποτήριον οὖς οὐκ ἔχον.

ΑΡΟΚΛΟΝ ἡ φιάλη παρὰ τῷ Κολοφωνίῳ Νικάνδρῳ (fr. 129 Schn).

ΑΛΕΙΣΟΝ καὶ ΔΕΠΑΣ τὸ αὐτό. Ὅμηρος ἐν Ὀδυσσείᾳ περὶ Πεισιστράτου (Od. 3.40)· ‘ἐν δ’ οἶνον ἔχευε χρυσείῳ δέπαι.’ εἶτα παρακατιὼν τὸ αὐτό (v. 50)· ‘τούνεκα σοὶ δώσω χρύσειον ἄλεισον.’ καὶ ἑξῆς τὸ αὐτὸ πάλιν (v. 63)· ‘δῶκε δὲ Τηλεμάχῳ καλὸν δέπας.’ φησὶν οὖν Ἀσκληπιάδης ὁ Μυρλεανός· ‘δοκεῖ μοι φιαλῶδες εἶναι τὸ δέπας· σπένδουσι γὰρ ἐν αὐτῷ. λέγει γοῦν Ὅμηρος ( Il. 16.225) δέπας, δι’ οὗ Διὶ μόνῳ σπένδεσκεν Ἀχιλλεύς. καλεῖται δὲ δέπας ἤτοι ὅτι δίδοται πᾶσι τοῖς σπένδειν βουλομένοις εἴτε καὶ τοῖς πίνειν, ἢ ὅτι δύο ὦπας εἶχε· ταῦτα δὲ ἂν εἴη τὰ ὦτα. τὸ δὲ ἄλεισον ἤτοι ἀπὸ τοῦ ἄγαν λεῖον εἶναι ἢ ὅτι ἁλίζεται ἐν αὐτῷ τὸ ὑγρόν. ὅτι δὲ δύο ὦτα εἶχε δῆλον· Od. 23.9

  1. ἦτοι ὃ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλε
  2. χρύσεον ἄμφωτον.
ἀμφικύπελλον δὲ λέγων αὐτὸ οὐδὲν ἄλλο σημαίνει ἢ ὅτι ἦν ἀμφίκυρτον.’ Σιληνὸς δὲ ἀμφικύπελλόν φησι τὸ μὴ ἔχον ὦτα. ἄλλοι δὲ τὴν ἀμφὶ ἀντὶ τῆς περὶ
v.3.p.22
εἶναι, ἵν’ ᾖ περίποτον, τὸ πανταχόθεν πίνειν ἐπιτήδειον. Παρθένιος δὲ διὰ τὸ περικεκυρτῶσθαι τὰ ὠτάρια· κυφὸν γὰρ εἶναι τὸ κυρτόν. Ἀνίκητος δὲ τὸ μὲν κύπελλόν φησι φιάλην εἶναι, τὸ δ’ ἀμφικύπελλον ὑπερφίαλον, τὸ ὑπερήφανον καὶ καλόν. εἰ μὴ ἄρα τὸ ποικίλον τῇ κατασκευῇ ἄλεισον θέλει τις ἀκούειν, ἔξω λειότητος ὄν. Πείσανδρος δέ φησιν (om. Kinkel) Ἡρακλέα Τελαμῶνι τῆς ἐπὶ Ἴλιον στρατείας ἀριστεῖον ἄλεισον δοῦναι.

ὅτι ἐστὶ ποτήριον ΑΜΑΛΘΕΙΑΣ ΚΕΡΑΣ καὶ ΕΝΙΑΥΤΟΣ καλούμενον.

ΑΜΦΩΞΙΣ ξύλινον ποτήριον, ᾧ χρῆσθαι τοὺς ἀγροίκους Φιλητᾶς φησι (fr. 35 Bach), τοὺς ἀμέλγοντας εἰς αὐτὸ καὶ οὕτως πίνοντας.

ΑΜΥΣΤΙΣ. καλεῖται μὲν οὕτω πόσις τις, ἣν ἔστιν ἀπνευστὶ πίνειν μὴ μύσαντα. καλοῦσι δ’ οὕτω καὶ τὰ ποτήρια, ἀφ’ ὧν ἔστι πιεῖν εὐμαρῶς. καὶ τὸ ῥῆμα δὲ ἐξημύστισε φασί, τὸ ἐφ᾽ ἓν πνεῦμα πιεῖν, ὡς ὁ κωμικὸς Πλάτων (I 654 K)·

  1. λύσας δὲ ἀργὴν στάμνον εὐώδους ποτοῦ
  2. ἵησιν εὐθὺς κύλικος εἰς κοῖλον κύτος·
  3. ἔπειτ’ ἄκρατον κοὐ τεταργανωμένον
  4. ἔπινε κἀξημύστισεν.
ἔπινον δὲ τὴν ἄμυστιν μετὰ μέλους, μεμετρημένον πρὸς ὠκύτητα χρόνου. ὡς Ἀμειψίας (I 676 K)·
v.3.p.23
  1. αὔλει μοι μέλος·
  2. σὺ δ’ ᾆδε πρὸς τήνδ᾽, ἐκπίομαι δ’ ἐγὼ τέως.
  3. αὔλει σύ, καὶ σὺ τὴν ἄμυστιν λάμβανε.
  4. Β. οὐ χρὴ πόλλ’ ἔχειν θνητὸν ἄνθρωπον,
  5. ἀλλ’ ἐρᾶν καὶ κατεσθίειν· σὺ δὲ κάρτα φείδῃ.

ΑΝΤΙΓΟΝΙΣ ἔκπωμα ἀπὸ τοῦ βασιλέως Ἀντιγόνου, ὡς ἀπὸ Σελεύκου ΣΕΛΕΥΚΙΣ καὶ ἀπὸ Προυσίου ΠΡΟΥΣΙΑΣ.

  1. ΑΝΑΦΑΙΑ ἡ θερμοποτὶς παρὰ Κρησίν.
  2. ΑΡΥΒΑΛΛΟΣ ποτήριον κάτωθεν εὐρύτερον, ἄνω δὲ
συνηγμένον, ὡς τὰ συσπαστὰ βαλάντια, ἃ καὶ αὐτὰ διὰ τὴν ὁμοιότητα ἀρυβάλλους τινὲς καλοῦσιν. Ἀριστοφάνης Ἱππεῦσι (1094)·
  1. κατασπένδειν κατὰ τῆς κεφαλῆς ἀρυβάλλῳ
  2. ἀμβροσίαν.
οὐ πόρρω δέ ἐστι τοῦ ἀρυστίχου ὁ ἀρύβαλλος, ἀπὸ τοῦ ἀρύτειν καὶ βάλλειν. λέγουσι δὲ καὶ πρόχουν ἄρυστιν. Σοφοκλῆς (fr. 697 N)·
  1. κακῶς σὺ πρὸς θεῶν ὀλουμένη,
  2. ἣ τὰς ἀρύστεις ὧδ’ ἔχουσ’ ἐκώμασας.
ἐστὶ δὲ καὶ πόλις Ἰώνων Ἄρυστις.

ΑΡΓΥΡΙΣ εἶδος ποτηρίου, οὐ μόνον ἐξ ἀργύρου. Ἀναξίλας (II 275 K)·

  1. καὶ πίνειν ἐξ ἀργυρίδων χρυσῶν.

ΒΑΤΙΑΚΙΟΝ, λαβρώνιος, τραγέλαφος, πρίστις, ποτηρίων ὀνόματα. Περσικὴ δὲ φιάλη ἡ βατιάκη.

v.3.p.24
Ἀλεξάνδρου δὲ τοῦ βασιλέως ἐν ταῖς Ἐπιστολαῖς ταῖς πρὸς τοὺς ἐν τῇ Ἀσίᾳ σατράπας φέρεταί τις ἐπιστολὴ ἐν ᾗ ταῦτα γέγραπται· ‘βατιάκαι ἀργυραῖ κατάχρυσοι τρεῖς. κόνδυα ἀργυρᾶ ροϚʹ· τούτων ἐπίχρυσα λγʹ. τισιγίτης ἀργυροῦς εἷς. μύστροι ἀργυροῖ κατάχρυσοι λβʹ. λαγυνοθήκη ἀργυρᾶ μία. οἰνοφόρον βαρβαρικὸν ἀργυροῦν ποικίλον ἕν. ἄλλα ποτήρια παντοδαπὰ μικρὰ κθʹ, ἄλλα ποτήρια μικρά ῥυτὰ καὶ βατιάκαι Λυκιουργεῖς ἐπίχρυσοι καὶ θυμιατήρια καὶ τρυβλία.’

ΒΗΣΣΑ ποτήριον παρ’ Ἀλεξανδρεῦσι πλατύτερον ἐκ τῶν κάτω μερῶν, ἐστενωμένον ἄνωθεν.