Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
περὶ δὲ τῶν γρίφων Ἀντιφάνης μὲν ἐν Κνοιθιδεῖ ἢ Γάστρωνί φησιν (II 60 K)·
ἐν δὲ Ἀφροδισίῳ (II 31 K)·
- ἐγὼ πρότερον μὲν τοὺς κελεύοντας λέγειν
- γρίφους παρὰ πότον ᾠόμην ληρεῖν σαφῶς,
- λέγοντας οὐδέν· ὁπότε προστάξειέ τις
- εἰπεῖν ἐφεξῆς ὅ τι φέρων τις μὴ φέρει,
- ἐγέλων νομίζων λῆρον οὐκ ἂν γενόμενον
- οὐδέποτέ γ᾽, οἶμαι, πρᾶγμα παντελῶς λέγειν,
- ἐνέδρας δ’ ἕνεκα. νυνὶ δὲ τοῦτ’ ἔγνωχ’ ὅτι
- ἀληθὲς ἦν· φέρομεν γὰρ ἄνθρωποι δέκα
- ἔρανόν τιν᾽, οὐ φέρει δὲ τούτων τὴν φορὰν
v.2.p.476- οὐδείς. σαφῶς οὖν ὅ τι φέρων τις μὴ φέρει,
- τοῦτ’ ἔστιν, ἦν θ’ ὁ γρῖφος ἐνταῦθα ῥέπων.
- καὶ τοῦτο μὲν δὴ κἄστι συγγνώμην ἔχον·
- ἀλλ’ οἷα λογοποιοῦσιν ἐν τῷ πράγματι
- οἱ τἀργύριον μὴ κατατιθέντες, ὡς σφόδρα
- ὁ Φίλιππος ἦν ἄρ’ εὐτυχής τις, νὴ Δία.
- πότερ’ ὅταν μέλλω λέγειν σοι τὴν χύτραν, χύτραν
- λέγω
- ἢ τροχοῦ ῥύμαισι τευκτὸν κοιλοσώματον κύτος,
- πλαστὸν ἐκ γαίης, ἐν ἄλλῃ μητρὸς ὀπτηθὲν στέγῃ,
- νεογενοῦς ποίμνης δ’ ἐν αὑτῇ πνικτὰ γαλατοθρέμμονα,
- τακεροχρῶτ’ εἴδη κύουσαν; Β. Ἡράκλεις, ἀποκτενεῖς
- ἆρά μ᾽, εἰ μὴ γνωρίμως μοι πάνυ φράσεις κρεῶν
- χύτραν.
- Α. εὖ λέγεις. ξουθῆς μελίσσης νάμασιν δὲ συμμιγῆ
- μηκάδων αἰγῶν ἀπόρρουν θρόμβον, ἐγκαθειμένον
- εἰς πλατὺ στέγαστρον ἁγνῆς παρθένου Δηοῦς κόρης,
- λεπτοσυνθέτοις τρυφῶντα μυρίοις καλύμμασιν,
- ἢ σαφῶς πλακοῦντα φράζω σοι; Β. πλακοῦντα
- βούλομαι.
- Α. Βρομιάδος δ’ ἱδρῶτα πηγῆς; Β. οἶνον εἰπὲ
- συντεμών.
- Α. λιβάδα νυμφαίαν δροσώδη; Β. παραλιπὼν ὕδωρ
- φάθι.
v.2.p.477- Α. κασιόπνουν δ’ αὔραν δι’ αἴθρας; Β. σμύρναν
- εἰπέ, μὴ μακράν.
- Α. μηδὲ τοιοῦτ’ ἄλλο μηδέν; Β. μηδὲ τοὔμπαλιν
- λέγων,
- ὅτι δοκεῖ τοῦτ’ ἔργον εἶναι μεῖζον, ὥς φασίν τινες,
- αὐτὸ μὲν μηδέν, παρ’ αὐτὸ δ’ ἄλλα συστρέφειν
- πυκνά.
καὶ Ἄλεξις δὲ ἐν Ὕπνῳ τοιούτους γρίφους προβάλλει (II 385 K)·
Εὔβουλος δ’ ἐν Σφιγγοκαρίωνι τοιούτους γρίφους προβάλλει, αὐτὸς καὶ ἐπιλύων αὐτούς (II 201 K)·
- οὐ θνητὸς οὐδ’ ἀθάνατος, ἀλλ’ ἔχων τινὰ
- σύγκρασιν, ὥστε μήτ’ ἐν ἀνθρώπου μέρει
- μήτ’ ἐν θεοῦ ζῆν, ἀλλὰ φύεσθαί τ’ ἀεὶ
- καινῶς φθίνειν τε τὴν παρουσίαν πάλιν,
- ἀόρατος ὄψιν, γνώριμος δ’ ἅπασιν ὤν.
- Β. αἰεὶ σὺ χαίρεις, ὦ γύναι, μ’ αἰνίγμασι —
- Α. καὶ μὴν ἁπλᾶ γε καὶ σαφῆ λέγω μαθεῖν.
- Β. τίς οὖν τοιαύτην παῖς ἔχων ἔσται φύσιν;
- Α. ὕπνος, βροτείων, ὦ κόρη, παυστὴρ πόνων.
ἰχνεύμων Αἰγύπτιος·
- ἔστι λαλῶν ἄγλωσσος, ὁμώνυμος ἄρρενι θῆλυς,
- οἰκείων ἀνέμων ταμίας, δασύς, ἄλλοτε λεῖος,
- ἀξύνετα ξυνετοῖσι λέγων, νόμον ἐκ νόμου ἕλκων·
- ἓν δ’ ἐστὶν καὶ πολλὰ καὶ ἂν τρώσῃ τις ἄτρωτος.
- τί ἐστι τοῦτο; τί ἀπορεῖς; Β. Καλλίστρατος.
- Α. πρωκτὸς μὲν οὖν οὗτος. Β. σὺ δὲ ληρεῖς ἔχων.
v.2.p.478- Α. οὗτος γὰρ αὑτός ἐστιν ἄγλωττος λάλος,
- ἓν ὄνομα πολλοῖς, τρωτὸς ἄτρωτος, δασὺς
- λεῖος. τί βούλει; πνευμάτων πολλῶν φύλαξ ... —
- ἀττελεβόφθαλμος, μὴ πρόστομος, ἀμφικέφαλος,
- αἰχμητής, παίδων ἀγόνων γόνον ἐξαφανίζων.
πάππος ἀπ’ ἀκάνθης· οὗτος γὰρ
- τῶν γὰρ κροκοδείλων οὗτος ᾠὰ λαμβάνων
- πρὶν θηριοῦσθαι τὸν γόνον καταγνύει,
- ἔπειτ’ ἀφανίζει. διότι δ’ ἔστ᾽ ἀμφίστομος,
- κεντεῖ κάτωθεν, τοῖς δὲ χείλεσιν δάκνων .. —
- οἶδ’ ἐγὼ ὃς νέος ὤν ἐστιν βαρύς, ἂν δὲ γέρων ᾖ,
- ἄπτερος ὢν κούφως πέταται καὶ γῆν ἀφανίζει.
ταῦτα δ’ ὅτι κληρωτικὸν σημαίνει ὑμεῖς διακρίνατε, ἵνα μὴ πάντα παρὰ τοῦ Εὐβούλου λαμβάνωμεν.
- νέος μὲν ὢν ἕστηκεν ἐν τῷ σπέρματι,
- ὅταν δ’ ἀποβάλῃ τοῦτο, πέτεται κοῦφος ὤν,
- δήπουθεν ὑπὸ τῶν παιδίων φυσώμενος. —
- ἔστιν ἄγαλμα βεβηκὸς ἄνω, τὰ κάτω δὲ κεχηνός,
- εἰς πόδας ἐκ κεφαλῆς τετρημένον ὀξὺ διαπρό,
- ἀνθρώπους τίκτον κατὰ τὴν πυγὴν ἕν’ ἕκαστον,
- ὧν οἳ μὲν μοίρας ἔλαχον βίου, οἳ δὲ πλανῶνται.
- αὐτὸ δ’ ἕκαστος ἔχων αὐτὸν, καλέω δὲ φυλάττειν.
- Ἀντιφάνης δ’ ἐν τῷ Προβλήματί φησιν (II 92 K)·
- ἰχθύσιν ἀμφίβληστρον ἀνὴρ πολλοῖς περιβάλλειν
- οἰηθεὶς μεγάλῃ δαπάνῃ μίαν εἵλκυσε πέρκην·
v.2.p.479- καὶ ταύτην ψευσθεὶς ἄλλην κεστρεὺς ἴσον αὐτὴν
- ἦγεν. βουλομένη δ’ ἕπεται πέρκη μελανούρῳ.
- Β. κεστρεύς, ἀνήρ, μελάνουρος, οὐκ οἶδ’ ὅ τι λέγεις·
- οὐδὲν λέγεις γάρ. Α. ἀλλ’ ἐγὼ σαφῶς φράσω.
- ἔστι τις ὃς τὰ μὲν ὄντα διδοὺς οὐκ οἶδε δεδωκὼς
- οἷσι δέδωκ’ οὐδ’ αὐτὸς ἔχων ὧν οὐδὲν ἐδεῖτο.
- Β. διδούς τις οὐκ ἔδωκεν οὐδ’ ἔχων ἔχει;
- οὐκ οἶδα τούτων οὐδέν. Α. οὐκοῦν ταῦτα καὶ
- ὁ γρῖφος ἔλεγεν. ὅσα γὰρ οἶσθ’ οὐκ οἶσθα νῦν
- οὐδ’ ὅσα δέδωκας οὐδ’ ὅσ’ ἀντ’ αὐτῶν ἔχεις.
- τοιοῦτο τοῦτ’ ἦν. Β. τοιγαροῦν κἀγώ τινα
- εἰπεῖν πρὸς ὑμᾶς βούλομαι γρῖφον. Α. λέγε.
- Β. πίννη καὶ τρίγλη φωνὰς ἰχθῦ δύ’ ἔχουσαι
- πόλλ’ ἐλάλουν, περὶ ὧν δὲ πρὸς ὅν τ’ ᾤοντο λέγειν τι,
- οὐκ ἐλάλουν· οὐδὲν γὰρ ἐμάνθανεν, ὥστε πρὸς
- ὃν μὲν
- ἦν αὐταῖς ὁ λόγος, πρὸς δ’ αὑτὰς πολλὰ λαλούσας
- αὐτὰς ἀμφοτέρας ἡ Δημήτηρ ἐπιτρίψαι.
ἐν δὲ Σαπφοῖ ὁ Ἀντιφάνης αὐτὴν τὴν ποιήτριαν προβάλλουσαν ποιεῖ γρίφους τόνδε τὸν τρόπον, ἐπιλυομένου τινὸς οὕτως. ἣ μὲν γάρ φησιν (II 95 K)·
ταῦτά τις ἐπιλυόμενός φησιν·
- ἔστι φύσις θήλεια βρέφη σῴζουσ’ ὑπὸ κόλποις
- αὑτῆς, ὄντα δ’ ἄφωνα βοὴν ἵστησι γεγωνὸν
- καὶ διὰ πόντιον οἶδμα καὶ ἠπείρου διὰ πάσης
- οἷς ἐθέλει θνητῶν, τοῖς δ’ οὐδὲ παροῦσιν ἀκούειν
- ἔξεστιν· κωφὴν δ’ ἀκοῆς αἴσθησιν ἔχουσιν.
ἔπειτα ποιεῖ τὴν Σαπφὼ διαλυομένην τὸν γρῖφον οὕτως·
- ἡ μὲν φύσις γὰρ ἣν λέγεις ἐστὶν πόλις,
- βρέφη δ’ ἐν αὑτῇ διατρέφει τοὺς ῥήτορας.
- οὗτοι κεκραγότες δὲ τὰ διαπόντια
- τἀκ τῆς Ἀσίας καὶ τἀπὸ Θρᾴκης λήμματα
- ἕλκουσι δεῦρο. νεμομένων δὲ πλησίον
- αὐτῶν κάθηται λοιδορουμένων τ’ ἀεὶ
- ὁ δῆμος οὐδὲν οὔτ’ ἀκούων οὔθ’ ὁρῶν.
- Σ. ..... πῶς γὰρ γένοιτ’ ἄν, ὦ πάτερ,
- ῥήτωρ ἄφωνος; Β. ἢν ἁλῷ τρὶς παρανόμων.
- καὶ μὴν ἀκριβῶς ᾠόμην ἐγνωκέναι
- τὸ ῥηθέν. ἀλλὰ δὴ λέγε.
- θήλεια μέν νύν ἐστι φύσις ἐπιστολή,
- βρέφη δ’ ἐν αὑτῇ περιφέρει τὰ γράμματα·
- ἄφωνα δ’ ὄντα ταῦτα τοῖς πόρρω λαλεῖ
- οἷς βούλεθ᾽· ἕτερος δ’ ἂν τύχῃ τις πλησίον
- ἑστὼς ἀναγιγνώσκοντος οὐκ ἀκούσεται.
Δίφιλος δ’ ἐν Θησεῖ (II 557 K) τρεῖς ποτε κόρας Σαμίας φησὶν Ἀδωνίοισιν γριφεύειν παρὰ πότον· προβαλεῖν δ’ αὐταῖσι τὸν γρῖφον, τί πάντων ἰσχυρότατον; καὶ τὰν μὲν εἰπεῖν ‘ὁ σίδηρος,’ καὶ φέρειν τούτου λόγου τὰν ἀπόδειξιν, διότι τούτῳ πάντ’ ὀρύσσουσίν τε καὶ τέμνουσι καὶ χρῶντ’ εἰς ἅπαντα. εὐδοκιμούσᾳ δ’ ἐπάγειν τὰν δευτέραν φάσκειν τε τὸν χαλκέα πολὺ κρείττω φέρειν ἰσχύν· ἐπεὶ τοῦτον
τὸν γὰρ λευκὸν ἱμάντα βουληθεὶς εἰπεῖν, ἐξ οὗ ἡ ἀργυρᾶ λήκυθος ἐξήρτητο, Σπαρτιάτην γραπτὸν ἔφη κύρβιν ἀντὶ τοῦ Σπαρτιᾶτιν σκυτάλην. ὅτι δὲ λευκῷ ἱμάντι περιειλοῦντες τὴν σκυτάλην οἱ Λάκωνες ἔγραφον ἃ ἠβούλοντο εἴρηκεν ἱκανῶς Ἀπολλώνιος ὁ Ῥόδιος ἐν τῷ περὶ Ἀρχιλόχου (fr. 22 Mich). καὶ Στησίχορος δ’ ἐν Ἑλένῃ (fr. 30 B) ‘λιθάργυρον ποδονιπτῆρα’ ἔφη. Ἴων δὲ ἐν Φοίνικι ἢ Καινεῖ δρυὸς ἱδρῶτα εἴρηκε τὸν ἰξὸν ἐν τούτοις (p. 574 N)·
- λιθάργυρος δ᾽
- ὄλπη παρῃωρεῖτο χρίματος πλέα
- τὸν Σπαρτιάτην γραπτὸν κύρβιν ἐν διπλῷ ξύλῳ.
- δρυός μ’ ἱδρὼς
- καὶ θαμνομήκης ῥάβδος ἥ τ’ Αἰγυπτία
- βόσκει λινουλκὸς χλαῖνα, θήραγρος πέδη.
Θεοδέκτην δὲ τὸν Φασηλίτην φησὶν Ἕρμιππος ἐν τοῖς περὶ τῶν Ἰσοκράτους μαθητῶν (FHG III 51) ἱκανώτατον γεγονέναι ἀνευρεῖν τὸν προβληθέντα
κἀν τῷ Οἰδίποδι δὲ τῇ τραγῳδίᾳ τὴν νύκτα καὶ τὴν ἡμέραν εἴρηκεν αἰνιττόμενος (p. 623 N)·
- τίς φύσις οὔθ’ ὅσα γαῖα φέρει τροφὸς οὔθ’ ὅσα
- πόντος
- οὔτε βροτοῖσιν ἔχει γυίων αὔξησιν ὁμοίαν,
- ἀλλ’ ἐν μὲν γενέσει πρωτοσπόρῳ ἐστὶ μεγίστη,
- ἐν δὲ μέσαις ἀκμαῖς μικρά, γήρᾳ δὲ πρὸς αὐτῷ
- μορφῇ καὶ μεγέθει μείζων πάλιν ἐστὶν ἁπάντων.
τοιοῦτόν τι καὶ Καλλισθένης ἐν ταῖς Ἑλληνικαῖς φησιν (p. 15 M), ὡς Ἀρκάδων πολιορκούντων Κρῶμνον (πολίχνιον δ’ ἐστὶν ἱδρυμένον πλησίον Μεγάλης πόλεως) Ἱππόδαμος ὁ Λάκων εἷς ὢν τῶν πολιορκουμένων διεκελεύετο τῷ παρὰ Λακεδαιμονίων πρὸς αὐτοὺς ἥκοντι κήρυκι, δηλῶν ἐν αἰνιγμῷ τὴν περὶ αὐτοὺς κατάστασιν, ἀπαγγέλλειν τῇ μητρὶ λύεσθαι τὸ γύναιον δέχ’ ἡμερῶν τὸ ἐν Ἀπολλωνίῳ δεδεμένον, ὡς οὐκ ἔτι λύσιμον ἐσόμενον ἐὰν αὗται παρέλθωσι. καὶ διὰ ταύτης τῆς γνώμης ἐμήνυεν σαφῶς τὸ μήνυμα. αὕτη γάρ ἐστιν ἐν τῷ Ἀπολλωνίῳ παρὰ τὸν τοῦ Ἀπόλλωνος θρόνον διὰ γραφῆς ἀπομεμιμημένος Λιμὸς ἔχων γυναικὸς μορφήν. φανερὸν οὖν ἐγένετο πᾶσιν ὅτι δέκα ἡμέρας ἔτι καρτερῆσαι δύνανται οἱ
- εἰσὶ κασίγνηται διτταί, ὧν ἡ μία τίκτει
- τὴν ἑτέραν, αὐτὴ δὲ τεκοῦσ’ ὑπὸ τῆσδε τεκνοῦται.
τοῦτο δὲ σημαίνει σικύας προσβολήν. καὶ τὸ Πανάρκους δ’ ἐστὶ τοιοῦτον, ὥς φησι Κλέαρχος ἐν τῷ περὶ γρίφων (i. s. p. 322), ὅτι βάλοι ‘ξύλῳ τε καὶ οὐ ξύλῳ καθημένην ὄρνιθα καὶ οὐκ ὄρνιθα ἀνήρ τε κοὐκ ἀνὴρ λίθῳ τε καὶ οὐ λίθῳ.’ τούτων γάρ ἐστι τὸ μὲν νάρθηξ, τὸ δὲ νυκτερίς, τὸ δὲ εὐνοῦχος, τὸ δὲ κίσηρις. καὶ Πλάτων δ’ ἐν πέμπτῳ Νόμων (reip. p. 479 b) μνημονεύει· τοὺς τῶν τεχνυδρίων φιλοσόφους τοῖς ἐν ταῖς ἑστιάσεσιν ἔφη ἐπαμφοτερίζουσιν ἐοικέναι καὶ τῷ τῶν παίδων αἰνίγματι τῷ περὶ τοῦ εὐνούχου τῆς βολῆς πέρι τῆς νυκτερίδος, ᾧ καὶ ἐφ᾽ οὗ αὐτὸν αὐτὴν αἰνίττονται βαλεῖν.
- πολλοὶ δὲ τῶν γρίφων καὶ τοιοῦτοί τινές εἰσιν οἷον·
- ἄνδρ’ εἶδον πυρὶ χαλκὸν ἐπ’ ἀνέρι κολλήσαντα
- οὕτω συγκόλλως ὥστε σύναιμα ποιεῖν.
καὶ τὰ Πυθαγόρου δὲ αἰνίγματα τοιαῦτά ἐστιν, ὥς φησι Δημήτριος ὁ Βυζάντιος ἐν τετάρτῳ περὶ ποιημάτων· ‘καρδίαν μὴ ἐσθίειν’ ἀντὶ τοῦ ἀλυπίαν ἀσκεῖν. ‘πῦρ μαχαίρᾳ μὴ σκαλεύειν’ ἀντὶ τοῦ τεθυμωμένον ἄνδρα μὴ ἐριδαίνειν· πῦρ γὰρ ὁ θυμός, ἡ δὲ ἔρις μάχαιρα. ‘ζυγὸν μὴ ὑπερβαίνειν’ ἀντὶ τοῦ πᾶσαν πλεονεξίαν φεύγειν καὶ στυγεῖν, ζητεῖν δὲ τὸ ἴσον. ‘λεωφόρους ὁδοὺς μὴ στείχειν’ ἀντὶ τοῦ γνώμῃ τῶν πολλῶν μὴ ἀκολουθεῖν· εἰκῇ γὰρ ἕκαστος ὅ τι ἂν δόξῃ ἀποκρίνεται· τὴν δ’ εὐθεῖαν ἄγειν ἡγεμόνι χρώμενον τῷ νῷ. ‘μὴ καθῆσθαι ἐπὶ χοίνικα’ ἀντὶ τοῦ
τῷ δὲ Θεοδέκτῃ παραπλησίως ἔπαιζε γρίφους καὶ Δρομέας ὁ Κῷος, ὥς φησι Κλέαρχος, καὶ Ἀριστώνυμος ὁ ψιλοκιθαριστής, ἔτι δὲ Κλέων ὁ μίμαυλος ἐπικαλούμενος, ὅσπερ καὶ τῶν Ἰταλικῶν μίμων ἄριστος γέγονεν αὐτοπρόσωπος ὑποκριτής· καὶ γὰρ Νυμφοδώρου περιῆν ἐν τῷ μνημονευομένῳ μίμῳ. τούτου δὲ καὶ Ἰσχόμαχος ὁ κῆρυξ ἐγένετο ζηλωτής, ὃς ἐν τοῖς κύκλοις ἐποιεῖτο τὰς μιμήσεις· ὡς δ’ εὐδοκίμει, μεταβὰς ἐν τοῖς θαύμασιν ὑπεκρίνετο μίμους. τοιοῦτοι δ’ ἦσαν οὓς ἐποίουν γρίφους, οἷον ἀγροίκου τινὸς ὑπερπλησθέντος καὶ κακῶς ἔχοντος, ὡς ἠρώτα αὐτὸν ὁ ἰατρὸς μὴ εἰς ἔμετον ἐδείπνησεν, ‘οὐκ ἔγωγε,’ εἰπεῖν, ‘ἀλλ’ εἰς τὴν κοιλίαν.’ καὶ πτωχῆς τινος τὴν γαστέρα πονούσης, ἐπεὶ ὁ ἰατρὸς ἐπυνθάνετο μὴ ἐν γαστρὶ ἔχει, ‘πῶς γάρ,’ εἶπε, ‘τριταία μὴ βεβρωκυῖα;’ τῶν Ἀριστωνυμ......ων δ’ ἦν εὐπαρύφων λόγων. καὶ ὁ Σωσιφάνης ὁ ποιητὴς εἰς Κηφισοκλέα τὸν ὑποκριτὴν εἶπεν λοιδορῶν αὐτὸν ὡς εὐρύστομον· ‘ἐνέβαλον γὰρ ἄν σου, φησίν, εἰς τὰ ἰσχία λίθον, εἰ μὴ καταρραίνειν ἔμελλον τοὺς περιεστηκότας.’ ἀρχαιότατος δ’ ἐστὶ λογικὸς γρῖφος καὶ τῆς τοῦ γριφεύειν φύσεως οἰκειότατος· ‘τί πάντες οὐκ ἐπιστάμενοι διδάσκομεν;’ καί ‘τί ταὐτὸν οὐδαμοῦ καὶ πανταχοῦ;’ καὶ πρὸς
ὁ δὲ Ἀθηναῖος Καλλίας (ἐζητοῦμεν γὰρ ἔτι πρότερον (VII 276a) περὶ αὐτοῦ) μικρὸν ἔμπροσθεν γενόμενος τοῖς χρόνοις Στράττιδος ἐποίησε τὴν καλουμένην γραμματικὴν θεωρίαν οὕτω διατάξας. πρόλογος μὲν αὐτῆς ἐστιν ἐκ τῶν στοιχείων, ὃν χρὴ λέγειν ἐκ τῶν στοιχείων διαιροῦντας κατὰ τὰς παραγραφὰς καὶ τὴν τελευτὴν καταστροφικῶς ποιουμένους εἰς τἄλφα·
ὁ χορὸς δὲ γυναικῶν ἐκ τῶν σύνδυο πεποιημένος αὐτῷ ἐστιν ἔμμετρος ἅμα καὶ μεμελοπεποιημένος τόνδε τὸν τρόπον· βῆτα ἄλφα βᾱ, βῆτα εἶ βε, βῆτα ἦτα βη, βῆτα ἰῶτα βῑ, βῆτα οὖ βο, βῆτα ὖ βῡ, βῆτα ὦ βω, καὶ πάλιν ἐν ἀντιστρόφῳ τοῦ μέλους καὶ τοῦ μέτρου γάμμα ἄλφα, γάμμα εἶ, γάμμα ἦτα, γάμμα ἰῶτα, γάμμα οὖ, γάμμα ὖ, γάμμα ὦ, καὶ ἐπὶ τῶν λοιπῶν
- .. ἄλφα, βῆτα, γάμμα, δέλτα, θεοῦ γὰρ εἶ,
- ζῆτ᾽, ἦτα, θῆτ᾽, ἰῶτα, κάππα, λάβδα, μῦ,
- νῦ, ξεῖ, τὸ οὖ, πεῖ, ῥῶ, τὸ σίγμα, ταῦ, τὸ ὖ,
- παρὸν φεῖ χεῖ τε τῷ ψεῖ εἰς τὸ ὦ.
διόπερ οἱ λοιποὶ τὰς ἀντιστρόφους ἀπὸ τούτου παρεδέχοντο πάντες, ὡς ἔοικεν, εἰς τὰς τραγῳδίας. καὶ μετὰ τὸν χορὸν εἰσάγει πάλιν ἐκ τῶν φωνηέντων ῥῆσιν οὕτως (ἣν δεῖ κατὰ τὰς παραγραφὰς ὁμοίως τοῖς πρόσθεν λέγοντα διαιρεῖν, ἵν’ ἡ τοῦ ποιήσαντος ὑπόκρισις σῴζηται κατὰ τὴν δύναμιν)·
- ἐγὼ οὔτ’ ἐμαυτὸν οὔτε σ’ ἀλγυνῶ. τί ταῦτ᾽
- ἄλλωσ ἐλέγχεις;
- ἄλφα μόνον, ὦ γυναῖκες, εἶ τε δεύτερον
- λέγειν μόνον χρὴ καὶ τρίτον μόνον γ’ ἐρεῖς
- ἦτ’ ἄρα φήσω τὸ τέταρτόν τ’ αὖ μόνον
- ἰῶτα, πέμπτον οὖ, τό θ’ ἕκτον ὖ μόνον
- λέγε. λοίσθιον δὲ φωνῶ σοι τὸ ὦ
- τῶν ἑπτὰ φωνῶν, ἑπτὰ δ’ ἐν μέτροις μόνον.
- καὶ τοῦτο λέξασ’ εἶτα δὴ σαυτῇ λάλει.
δεδήλωκε δὲ καὶ διὰ τῶν ἰαμβείων γράμμα πρῶτος οὗτος ἀκολαστότερον μὲν κατὰ τὴν διάνοιαν, πεφρασμένον δὲ τὸν τρόπον τοῦτον·
ὅθεν ὕστερον, ὡς ἂν ὑπονοήσειέ τις, Μαιάνδριος μὲν ὁ συγγραφεὺς μικρὸν διὰ τῆς ἑρμηνείας τῇ μιμήσει παρεγκλίνας συνέγραψεν ἓν τῶν παραγγελμάτων (FHG II 337) φορτικώτερον τοῦ ῥηθέντος, Εὐριπίδης δὲ τὴν ἐν τῷ Θησεῖ τὴν ἐγγράμματον ἔοικε ποιῆσαι ῥῆσιν. βοτὴρ δ’ ἐστὶν ἀγράμματος αὐτόθι δηλῶν τοὔνομα τοῦ Θησέως ἐπιγεγραμμένον οὕτως (fr. 385 N)·
- κύω γὰρ, ὦ γυναῖκες. ἀλλ’ αἰδοῖ, φίλαι,
- ἐν γράμμασι σφῷν τοὔνομ’ ἐξερῶ βρέφους.
v.2.p.487- ὀρθὴ μακρὰ γραμμή ᾽στιν· ἐκ δ’ αὐτῆς μέσης
- μικρὰ παρεστῶσ’ ἑκατέρωθεν ὑπτία.
- ἔπειτα κύκλος πόδας ἔχων βραχεῖς δύο.
τὸ δ’ αὐτὸ πεποίηκε καὶ Ἀγάθων ὁ τραγῳδιοποιὸς ἐν τῷ Τηλέφῳ. ἀγράμματος γάρ τις κἀνταῦθα δηλοῖ τὴν τοῦ Θησέως ἐπιγραφὴν οὕτως (p. 593 N)·
- ἐγὼ πέφυκα γραμμάτων μὲν οὐκ ἴδρις,
- μορφὰς δὲ λέξω καὶ σαφῆ τεκμήρια.
- κύκλος τις ὡς τόρνοισιν ἐκμετρούμενος·
- οὗτος δ’ ἔχει σημεῖον ἐν μέσῳ σαφές.
- τὸ δεύτερον δὲ πρῶτα μὲν γραμμαὶ δύο,
- ταύτας διείργει δ’ ἐν μέσαις ἄλλη μία.
- τρίτον δὲ βόστρυχός τις ὣς εἱλιγμένος,
- τὸ δ’ αὖ τέταρτον ἣ μὲν εἰς ὀρθὸν μία,
- λοξαὶ δ’ ἐπ’ αὐτῆς τρεῖς κατεστηριγμέναι
- εἰσίν. τὸ πέμπτον δ’ οὐκ ἐν εὐμαρεῖ φράσαι·
- γραμμαὶ γάρ εἰσιν ἐκ διεστώτων δύο,
- αὗται δὲ συντρέχουσιν εἰς μίαν βάσιν.
- τὸ λοίσθιον δὲ τῷ τρίτῳ προσεμφερές.
καὶ Θεοδέκτης δ’ ὁ Φασηλίτης ἄγροικόν τινα ἀγράμματον παράγει καὶ τοῦτον τὸ τοῦ Θησέως ὄνομα διασημαίνοντα (p. 624 N)·
- γραφῆς ὁ πρῶτος ἦν μεσόμφαλος κύκλος·
v.2.p.488- ὀρθοί τε κανόνες ἐζυγωμένοι δύο,
- Σκυθικῷ τε τόξῳ τὸ τρίτον ἦν προσεμφερές.
- ἔπειτα τριόδους πλάγιος ἦν προσκείμενος·
- ἐφ’ ἑνός τε κανόνος ἦσαν ἐζυγωμένοι δύο.
- ὅπερ δὲ τρίτον ἦν καὶ τελευταῖον πάλιν.
καὶ Σοφοκλῆς δὲ τούτῳ παραπλήσιον ἐποίησεν ἐν Ἀμφιαράῳ σατυρικῷ τὰ γράμματα παράγων ὀρχούμενον (fr. 118 N).
- γραφῆς ὁ πρῶτος ἦν μαλακόφθαλμος κύκλῳ.
- ἔπειτα δισσοὶ κανόνες ἰσόμετροι πάνυ·
- τούτους δὲ πλάγιος διαμέτρου συνδεῖ κανών.
- τρίτον δ’ ἑλικτῷ βοστρύχῳ προσεμφερές.
- ἔπειτα τριόδους πλάγιος ὣς ἐφαίνετο,
- πέμπται δ’ ἄνωθεν ἰσόμετροι ῥάβδοι δύο,
- αὗται δὲ συντείνουσιν εἰς βάσιν μίαν.
- ἕκτον δ’ ὅπερ καὶ πρόσθεν εἶπον βόστρυχος.
Νεοπτόλεμος δὲ ὁ Παριανὸς ἐν τῷ περὶ ἐπιγραμμάτων ἐν Χαλκηδόνι φησὶν ἐπὶ τοῦ Θρασυμάχου τοῦ σοφιστοῦ μνήματος ἐπιγεγράφθαι τόδε τὸ ἐπίγραμμα·
τὸ δὲ Καστορίωνος τοῦ Σολέως, ὡς ὁ Κλέαρχός φησιν, εἰς τὸν Πᾶνα ποίημα τοιοῦτόν ἐστι· τῶν ποδῶν
- τοὔνομα θῆτα ῥῶ ἄλφα σὰν ὖ μῦ ἄλφα χεῖ οὖ σάν,
- πατρὶς Χαλκηδών· ἡ δὲ τέχνη σοφίη.
καὶ τὰ λοιπὰ τὸν αὐτὸν τρόπον. τούτων δὲ ἕκαστον τῶν ποδῶν, ὡς ἂν τῇ τάξει θῇς, τὸ αὐτὸ μέτρον ἀποδώσει, οὕτως·
- σὲ τὸν βολαῖς νιφοκτύποις δυσχείμερον
- ναίονθ’ ἕδραν, θηρονόμε Πάν, χθόν’ Ἀρκάδων
- κλήσω γραφῆι τῆιδ’ ἐν σοφῆι πάγκλειτ’ ἔπη
- συνθείς, ἄναξ, δύσγνωστα μὴ σοφῶι κλύειν,
- μουσοπόλε θήρ, κηρόχυτον ὃς μείλιγμ’ ἱεῖς,
καὶ ὅτι τῶν ποδῶν ἕκαστός ἐστι ἑνδεκαγράμματος. ἔστι καὶ μὴ τοῦτον τὸν τρόπον ἀλλ’ ἑτέρως ποιῆσαι, ὥστε πλείω πρὸς τὴν χρῆσιν ἐκ τοῦ ἑνὸς ἔχειν οὕτω λέγοντας·
- σὲ τὸν βολαῖς νιφοκτύποις δυσχείμερον,
- νιφοκτύποις σὲ τὸν βολαῖς δυσχείμερον.
- μέτρον φράσον μοι τῶν ποδῶν μέτρον λαβών.
- λαβὼν μέτρον μοι τῶν ποδῶν μέτρον φράσον.
- οὐ βούλομαι γὰρ τῶν ποδῶν μέτρον λαβεῖν.
- λαβεῖν μέτρον γὰρ τῶν ποδῶν οὐ βούλομαι.
Πίνδαρος δὲ πρὸς τὴν ἀσιγμοποιηθεῖσαν ᾠδήν, ὡς ὁ αὐτός φησι Κλέαρχος, οἱονεὶ γρίφου τινὸς ἐν μελοποιίᾳ προβληθέντος, ὡς πολλῶν τούτῳ προσκρουόντων διὰ τὸ ἀδύνατον εἶναι ἀποσχέσθαι τοῦ σίγμα καὶ διὰ τὸ μὴ δοκιμάζειν, ἐποίησε (fr. 79 B)·
ταῦτα σημειώσαιτ’ ἄν τις πρὸς τοὺς νοθεύοντας Λάσου τοῦ Ἑρμιονέως τὴν ἄσιγμον ᾠδήν, ἥτις ἐπιγράφεται Κένταυροι. καὶ ὁ εἰς τὴν Δήμητρα δὲ τὴν ἐν Ἑρμιόνῃ ποιηθεὶς τῷ Λάσῳ ὕμνος ἄσιγμός ἐστιν, ὥς φησιν Ἡρακλείδης ὁ Ποντικὸς ἐν τρίτῳ περὶ μουσικῆς, οὗ ἐστιν ἀρχή (III 376 B)·
- πρὶν μὲν εἷρπε σχοινοτένειά τ’ ἀοιδὰ
- καὶ τὸ σὰν κίβδηλον ἀνθρώποις.
- Δάματρα μέλπω Κόραν τε Κλυμένοι’ ἄλοχον.
Φανερᾷ μὲν οὖν λέγει τῇ Δήλῳ, ἥτις ὑπὸ θαλάσσης περιέχεται, μήτηρ δ’ ἡ Λητώ, ἥτις Κοίου ἐστὶ θυγάτηρ· Μακεδόνες δὲ τὸν ἀριθμὸν κοῖον προσαγορεύουσι. καὶ ἐπὶ τῆς πτισάνης (III 668 B)·
- ἔστιν εὐπορῆσαι καὶ ἄλλων γρίφων (III 666 B)·
- ἐν Φανερᾷ γενόμαν, πάτραν δέ μου ἁλμυρὸν ὕδωρ
- ἀμφὶς ἔχει· μήτηρ δ’ ἔστ’ ἀριθμοῖο πάις.
πεποίηται δὲ τῆς πτισάνης τοὔνομα ἀπὸ τοῦ πτίσσειν καὶ ἀνεῖν. καὶ ἐπὶ τοῦ κοχλίου· φέρεται δὲ τοῦτο καὶ ἐν τοῖς Τεύκρου Ὁρισμοῖς·
- κριθῆς ἀφλοίου χυλὸν ὀργάσας πίε.
Ἀντιφάνης δ’ ἐν Αὑτοῦ ἐρῶντί φησι (II 30 K)·
- ζῷον ἄπουν ἀνάκανθον ἀνόστεον ὀστρακόνωτον
- ὄμματά τ’ ἐκκύπτοντα προμήκεα κεἰσκύπτοντα.
Ἀναξανδρίδης Αἰσχρᾷ (II 137 K)·
- τροφαλίδας τε λινοσάρκους. μανθάνεις; τυρὸν
- λέγω.
Τιμοκλῆς δ’ ἐν Ἥρωσιν (II 457 K)·
- ἀρτίως διηρτάμηκε, καὶ τὰ μὲν διανεκῆ
v.2.p.491- σώματος μέρη δαμάζετ’ ἐν πυρικτίτῳ στέγᾳ·
- Τιμόθεος ἔφη ποτ᾽, ἄνδρες, τὴν χύτραν οἶμαι λέγων.
Πλάτων δ’ ἐν τῷ Ἀδώνιδι χρησμὸν δοθῆναι λέγων Κινύρᾳ ὑπὲρ Ἀδώνιδος τοῦ υἱοῦ φησιν (I 601 K)·
- ὡς δ’ ἦν ἠρμένη
- βίου τιθήνη, πολεμία λιμοῦ, φύλαξ
- φιλίας, ἰατρὸς ἐκλύτου βουλιμίας,
- τράπεζα. Β. περιέργως γε, νὴ τὸν οὐρανόν·
- ἐξὸν φράσαι τράπεζα συντόμως.
λέγει δ’ Ἀφροδίτην καὶ Διόνυσον· ἀμφότεροι γὰρ ἤρων τοῦ Ἀδώνιδος. καὶ τὸ τῆς Σφιγγὸς δὲ αἴνιγμα Ἀσκληπιάδης ἐν τοῖς Τραγῳδουμένοις τοιοῦτον εἶναί φησιν (A. P. XIV 64)·
- ὦ Κινύρα, βασιλεῦ Κυπρίων, ἀνδρῶν δασυπρώκτων,
- παῖς σοι κάλλιστος μὲν ἔφυ θαυμαστότατός τε
- πάντων ἀνθρώπων, δύο δ’ αὐτὸν δαίμον’ ὀλεῖτον,
- ἣ μὲν ἐλαυνομένη λαθρίοις ἐρετμοῖς, ὃ δ’ ἐλαύνων.
- ἔστι δίπουν ἐπὶ γῆς καὶ τετράπον, οὗ μία φωνή,
- καὶ τρίπον, ἀλλάσσει δὲ φύσιν μόνον ὅσσ’ ἐπὶ γαῖαν
- ἑρπετὰ γίνονται καὶ ἀν’ αἰθέρα καὶ κατὰ πόντον·
- ἀλλ’ ὁπόταν πλείστοισιν ἐρειδόμενον ποσὶ βαίνῃ,
- ἔνθα τάχος γυίοισιν ἀφαυρότατον πέλει αὑτοῦ.
γριφώδη δ’ ἐστὶ καὶ Σιμωνίδῃ ταῦτα πεποιημένα, ὥς φησι Χαμαιλέων ὁ Ἡρακλεώτης ἐν τῷ περὶ Σιμωνίδου (fr. 172 B)
φασὶ δ’ οἳ μὲν ἐπί τινος τῶν ἀρχαίων ἀναθημάτων ἐν Χαλκίδι τοῦτ’ ἐπιγεγράφθαι, πεποιῆσθαι δ’ ἐν αὐτῷ τράγον καὶ δελφῖνα, περὶ ὧν εἶναι τὸν λόγον τοῦτον. οἳ δὲ εἰς ἐπιτόνιον ψαλτήριον δελφῖνα καὶ τράγον εἰργασμένον εἰρῆσθαι, καὶ εἶναι τὸν βουφόνον καὶ τοῦ Διονύσου θεράποντα τὸν διθύραμβον. οἳ δέ φασιν ἐν Ἰουλίδι τὸν τῷ Διονύσῳ θυόμενον βοῦν ὑπό τινος τῶν νεανίσκων παίεσθαι πελέκει. πλησίον δὲ τῆς ἑορτῆς οὔσης εἰς χαλκεῖον δοθῆναι τὸν πέλεκυν· τὸν οὖν Σιμωνίδην ἔτι νέον ὄντα βαδίσαι πρὸς τὸν χαλκέα κομιούμενον αὐτόν. ἰδόντα δὲ καὶ τὸν τεχνίτην κοιμώμενον καὶ τὸν ἀσκὸν καὶ τὸν καρκίνον εἰκῇ κείμενον καὶ ἐπαλλήλως ἔχοντα τὰ ἔμπροσθεν, οὕτως ἐλθόντα εἰπεῖν πρὸς τοὺς συνήθεις τὸ προειρημένον πρόβλημα. τὸν μὲν γὰρ τοῦ ἐρίφου πατέρα τὸν ἀσκὸν εἶναι, σχέτλιον δὲ ἰχθὺν τὸν καρκίνον, νυκτὸς δὲ παῖδα τὸν ὕπνον, βουφόνον δὲ καὶ Διονύσου θεράποντα τὸν πέλεκυν. πεποίηκε δὲ καὶ ἕτερον ἐπίγραμμα ὁ Σιμωνίδης, ὃ παρέχει τοῖς ἀπείροις τῆς ἱστορίας ἀπορίαν (fr. 173)·
- μιξονόμου τε πατὴρ ἐρίφου καὶ σχέτλιος ἰχθὺς
- πλησίον ἠρείσαντο καρήατα· παῖδα δὲ νυκτὸς
- δεξάμενοι βλεφάροισι Διωνύσοιο ἄνακτος
- βουφόνον οὐκ ἐθέλουσι τιθηνεῖσθαι θεράποντα.
λέγεται δὲ ἐν τῇ Καρθαίᾳ διατρίβοντα αὐτὸν διδάσκειν τοὺς χορούς. εἶναι δὲ τὸ χορηγεῖον ἄνω πρὸς Ἀπόλλωνος ἱερῷ μακρὰν τῆς θαλάσσης. ὑδρεύεσθαι οὖν
- φημὶ τὸν οὐκ ἐθέλοντα φέρειν τέττιγος ἄεθλον
- τῷ Πανοπηιάδῃ δώσειν μέγα δεῖπνον Ἐπειῷ.
ὑπαρχόντων οὖν τούτων ταχθῆναί φασι τῷ μὴ παραγινομένῳ τῶν χορευτῶν εἰς τὴν ὡρισμένην ὥραν παρέχειν τῷ ὄνῳ χοίνικα κριθῶν. τοῦτ’ οὖν κἀν τῷ ποιήματι λέγεσθαι, καὶ εἶναι τὸν μὲν οὐ φέροντα τὸ τοῦ τέττιγος ἄεθλον τὸν οὐκ ἐθέλοντα ᾄδειν, Πανοπηιάδην δὲ τὸν ὄνον, μέγα δὲ δεῖπνον τὴν χοίνικα τῶν κριθῶν.
- ᾤκτειρε γὰρ αὐτὸν ὕδωρ ἀεὶ φορέοντα Διὸς κούρα
- βασιλεῦσιν.
τοιοῦτόν ἐστι καὶ τὸ Θεόγνιδος τοῦ ποιητοῦ (1230)·
σημαίνει γὰρ κόχλον. τοιοῦτον δ’ ἐστὶν καὶ τὸ ῥήματα λέγειν ἀνθρώπων ὀνόμασιν ὅμοια, οἷον (p. 664 N)·
- ἤδη γάρ με κέκληκε θαλάσσιος οἴκαδε νεκρός,
- τεθνηκὼς ζῳῷ φθεγγόμενος στόματι.
καὶ τὸ περιφερόμενον·
- λαβὼν ἀριστόνικον ἐν μάχῃ κράτος.
- πέντ’ ἄνδρες δέκα ναυσὶ κατέδραμον εἰς ἕνα χῶρον,
- ἐν δὲ λίθοις ἐμάχοντο, λίθον δ’ οὐκ ἦν ἀνελέσθαι·
- δίψῃ δ’ ἐξώλλυντο, ὕδωρ δ’ ὑπερεῖχε γενείου.
τίνα δὲ κόλασιν ὑπέμενον Ἀθήνησιν οἱ μὴ λύσαντες τὸν προτεθέντα γρῖφον, εἴ γε ἔπινον φιάλην
ταῦτα μὲν οὖν Κλέαρχος εἴρηκε. καὶ ἃ προβάλλειν δεῖ τοιαῦτά τινα εἶναι ἡγοῦμαι· στίχον εἰπεῖν Ὁμηρικὸν ἀπὸ τοῦ ἄλφα ἀρχόμενον καὶ εἰς τὸ αὐτὸ στοιχεῖον καταλήγοντα·
καὶ πάλιν ὁμοίως ἰαμβεῖα (com. IV 607 M)·
- ἀγχοῦ δ’ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα (Il. 4.92).
- ἀλλ’ ἄγε νῦν μάστιγα καὶ ἡνία σιγαλόεντα (Il. 5.226).
- ἀσπίδας εὐκύκλους λαισήιά τε πτερόεντα (Il. 5.453).
Ὁμηρικοὶ ἀπὸ τοῦ ε ἐπὶ τὸ ε·
- ἀγαθὸς ἀνὴρ λέγοιτ’ ἂν ὁ φέρων τἀγαθά.
- ἀγαθὸς ἂν εἴη χὠ φέρων καλῶς κακά.
ὁμοίως καὶ ἰαμβεῖα (com. IV 608 M)·
- εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε (Il. 4.89).
- ἐν πόλει ὑμετέρῃ, ἐπεὶ οὐκ ἄρ’ ἔμελλον ἔγωγε (Il. 5.686).
Ὁμήρου ἀπὸ η ἐπὶ τὸ η·
- εὐκαταφρόνητός ἐστι πενία, Δερκύλε.
- ἐπὶ τοῖς παροῦσι τὸν βίον .. διάπλεκε.
ἴαμβοι (com. IV 608 M)·
- ἣ μὲν ἄρ’ ὣς εἰποῦσ’ ἀπέβη γλαυκῶπις Ἀθήνη (Il. 5.133).
- ἣ δ’ ἐν γούνασι πῖπτε Διώνης δῖ’ Ἀφροδίτη (Il. 5.370).
ἀπὸ τοῦ ῑ ἐπὶ τὸ ῑ Ὁμήρου·
- ἡ τῶν φίλων σοι πίστις ἔστω κεκριμένη.
ἀπὸ τοῦ σ εἰς τὸ σ·
- Ἰλίου ἐξαπολοίατ’ ἀκήδεστοι καὶ ἄφαντοι (Il. 6.60).
v.2.p.496- Ἱππόλοχος δέ μ’ ἔτικτε καὶ ἐκ τοῦ φημι γενέσθαι (206)·
ἀπὸ τοῦ ω εἰς τὸ ω·
- συμπάντων Δαναῶν, οὐδ’ ἢν Ἀγαμέμνονα εἴπῃς (Il. 1.90).
- σοφός ἐστιν ὁ φέρων τἀπὸ τῆσ τύχης καλῶς.
προβάλλειν δὲ δεῖ καὶ στίχους ἀσίγμους οἷον (Il. 7.364).
- ὡς δ’ ὅτ’ ἀπ’ Οὐλύμπου νέφος ἔρχεται οὐρανὸν εἴσω
- (Il. 16.364).
- ὠρθωμένην πρὸς ἅπαντα τὴν ψυχὴν ἔχω.
πάντ’ ἐθέλω δόμεναι καὶ ἔτ’ οἰκόθεν ἄλλ’ ἐπιθεῖναι. καὶ πάλιν στίχους Ὁμηρικοὺς ἀπὸ τῆς πρώτης συλλαβῆς καὶ τῆς ἐσχάτης δηλοῦντας ὄνομα οἷον (B 557. 628. 732)·
εἰσὶ καὶ ἄλλοι στίχοι Ὁμηρικοὶ δηλοῦντες σκευῶν ὀνόματα ἀπὸ τῆς πρώτης καὶ ἐσχάτης συλλαβῆς οἷον·
- Αἴας δ’ ἐκ Σαλαμῖνος ἄγεν δύο καὶ δέκα νῆας.
- Αἴασ.
- Φυλείδης, ὃν τίκτε Διὶ φίλος ἱππότα Φυλεύς.
- Φυλεύσ.
- ἰητῆρ’ ἀγαθώ, Ποδαλείριος ἠδὲ Μαχάων. Ἴων
ἄλλοι στίχοι δηλοῦντες ἀπὸ τῆς ἀρχῆς καὶ τοῦ τέλους τῶν ἐδωδίμων τί·
- ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός.
- (Il. 8.202) ὅλμος.
- μυθεῖται κατὰ μοῖραν ἅπερ κ’ οἴοιτο καὶ ἄλλος.
- (Od. 17.580) μύλος.
- λυγρὸς ἐὼν μή που τι κακὸν καὶ μεῖζον ἐπαύρῃ.
- (Od. 18.107) λύρη.
μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα.
- ἀργυρόπεζα Θέτις, θυγάτηρ ἁλίοιο γέροντος.
v.2.p.497- (Il. 1.538) ἄρτος.
- (Il. 1.550) μῆλα.
ἐπεὶ δὲ ἱκανὴν παρέκβασιν πεποιήμεθα περὶ τῶν γρίφων, λεκτέον ἤδη καὶ τίνα κόλασιν ὑπέμενον οἱ μὴ λύσαντες τὸν προτεθέντα γρῖφον. ἔπινον οὗτοι ἅλμην παραμισγομένην τῷ αὑτῶν ποτῷ καὶ ἔδει μὴ προσενέγκασθαι τὸ ποτήριον ἀπνευστί, ὡς Ἀντιφάνης δηλοῖ ἐν Γανυμήδει διὰ τούτων (II 41 K)·
- οἴμοι περιπλοκὰς
- λίαν ἐρωτᾷς. Β. ἀλλ’ ἐγὼ σαφῶς φράσω·
- τῆς ἁρπαγῆς τοῦ παιδὸς εἰ ξύνοισθά τι,
- ταχέως λέγειν χρὴ πρὶν κρέμασθαι. Α. πότερά μοι
- γρῖφον προβάλλεις τοῦτον εἰπεῖν, δέσποτα,
- τῆς ἁρπαγῆς τοῦ παιδὸς εἰ ξύνοιδά τι,
- ἢ τί δύναται τὸ ῥηθέν; Β. ἔξω τις δότω
- ἱμάντα ταχέως. Α. οἷον οὐκ ἔγνων ἴσως·
- ἔπειτα τοῦτο ζημιοῖς με; μηδαμῶς·
- ἅλμης δ’ ἐχρῆν τι παραφέρειν ποτήριον.
- Β. οἶσθ’ οὖν ὅπως δεῖ τοῦτό σ’ ἐκπιεῖν; Α. ἐγὼ
- κομιδῇ γε. Β. πῶς; Α. ἐνέχυρον ἀποφέροντά
- σου—
- Β. οὔκ, ἀλλ’ ὀπίσω τὼ χεῖρε ποιήσαντα δεῖ
- ἕλκειν ἀπνευστί.
τοσαῦτα καὶ περὶ τῶν γρίφων εἰπόντων τῶν δειπνοσοφιστῶν, ἐπειδὴ καὶ ἡμᾶς ἑσπέρα καταλαμβάνει ἀναπεμπαζομένους τὰ εἰρημένα, τὸν περὶ τῶν
περὶ τῶν ἐκπωμάτων τὸν λόγον ἑξῆς ποιούμενος.
- κατ’ ἐπεισόδιον μεταβάλλω τὸν λόγον, ὡς ἂν
- πολλαῖσι παροψίσι καὶ καιναῖς εὐωχήσω τὸ θέατρον,