Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
κατὰ τὸν κωμῳδιοποιὸν Κηφισόδωρον (I 802 K), ἑταῖρε Τιμόκρατες. συναχθέντων γὰρ ἡμῶν καθ᾽ ὥραν μετὰ σπουδῆς διὰ τὰ ἐκπώματα ὁ Οὐλπιανός, ἔτι καθημένων ἁπάντων, πρὶν καί τι διαλεχθῆναι ἔφη· ‘παρὰ μὲν τῷ Ἀδράστῳ, ἄνδρες φίλοι, καθίσαντες οἱ ἀριστεῖς δειπνοῦσιν, ὁ δὲ Πολύιδος ἱερὰ θύων ἐν ὁδῷ παραπορευόμενον τὸν Πετεὼ κατέσχεν καὶ κατακλίνας ἐν τῇ πόᾳ θαλλίαν τε κατακλάσας ἀντὶ τραπέζης παρέθηκε τῶν τυθέντων. καὶ τῷ Αὐτολύκῳ ἐλθόντι ‘Ἰθάκης ἐς πίονα δῆμον’ ἡ τροφὸς καθημένῳ δηλονότι — οὕτως γὰρ ἐδείπνουν οἱ τότε — τὸν Ὀδυσσέα, φησὶν ὁ ποιητής (Od. 19.399),
- Ἄγε δή, τίς ἀρχὴ τῶν λόγων γενήσεται;
ἐκάθισεν ἐπὶ τῶν γονάτων καὶ οὐχὶ παρὰ τοῖς γόνασιν ἔστησεν. ἡμεῖς οὖν μὴ διατρίβωμεν, ἀλλ’ ἤδη κατακλινώμεθα, ἵν’ ἡμῖν ὁ Πλούταρχος περὶ ὧν ἐπαγγέλλεται ποτηρίων ἀποδοὺς τὸν λόγον καὶ τὰς κύλικας πλήρεις
- [παῖδα νέον γεγαῶτα κιχήσατο θυγατέρος ἧς,
- τόν ῥά οἱ Εὐρύκλεια φίλοις ἐπὶ γούνασι θῆκε
- παυομένῳ δόρποιο]
ποτήρια δὲ πρῶτον οἶδα ὀνομάσαντα τὸν Ἀμόργιον ποιητὴν Σιμωνίδην ἐν Ἰάμβοις οὕτως (fr. 26 B)·
καὶ ὁ τὴν Ἀλκμαιωνίδα δὲ ποιήσας φησίν (p. 76 Ki)·
- ἀπὸ τράπεζαν εἷλέ νιν ποτήρια.
ἅπερ ὠνομάσθη ἀπὸ τῆς πόσεως, ὡς τὸ ἔκπωμα οἱ Ἀττικοί, ἐπεὶ ὑδροποτεῖν καὶ οἰνοποτεῖν λέγουσιν. Ἀριστοφάνης ἐν Ἱππεῦσιν (198)·
- νέκυς δὲ χαμαιστρώτου ἐπὶ τείνας
- εὐρείης στιβάδος παρέθηκ’ αὐτοῖσι θάλειαν
- δαῖτα ποτήριά τε, στεφάνους δ’ ἐπὶ κρασὶν ἔθηκεν.
κἀν τῷ αὐτῷ δὲ ἔφη (124)·
- γαμφηλαῖσι δράκοντα κοάλεμον αἱματοπώτην.
καὶ Φερεκράτης ἐν Τυραννίδι (I 187 fr. 143, 10 K)·
- πολλῷ γ’ ὁ Βάκις διεχρῆτο τῷ ποτηρίῳ.
ὁ δὲ Ἀνακρέων ἔφη (fr. 97 B4)·
- ἣ δὲ κρείττων ἡ μί’ ἐστὶ χιλίων ποτηρίων.
ἔστι δὲ τὸ ῥῆμα καὶ παρὰ τῷ ποιητῇ· οἰνοποτάζων γὰρ εἴρηκε (Il. 20.84). καὶ Σαπφὼ δ’ ἐν τῷ βʹ ἔφη (fr. 67)·
- οἰνοπότης δὲ πεποίημαι.
καὶ Ἀλκαῖος (fr. 52)·
- πολλὰ δ’ ἀνάριθμα ποτήρια
- καλαιφις.
τιμᾶται δὲ καὶ ἐν Ἀχαίᾳ Δημήτηρ ποτηριοφόρος κατὰ τὴν Ἀνθέων χῶραν, ὡς Αὐτοκράτης ἱστορεῖ ἐν βʹ Ἀχαικῶν (FHG IV 346).
- ἐκ δὲ ποτήριον
- πώνης Διννομένῃ παρίσδων.
v.3.p.3
ἄξιον δὲ εἶναι νομίζω ζητῆσαι ὑμᾶς πρὸ τοῦ καταλόγου τῶν ποτηρίων, ὧν πλῆρές ἐστι τὸ κυλικεῖον τοδί — εἴρηται γὰρ οὕτως ἡ τῶν ποτηρίων σκευοθήκη παρ’ Ἀριστοφάνει μὲν ἐν Γεωργοῖς (I 418 K)·
ἔστι καὶ παρὰ Ἀναξανδρίδῃ ἐν Μελιλώτῳ (II 145 K). Εὔβουλος δ’ ἐν Λήδᾳ (ib. 185)·
- ὥσπερ κυλικείου τοὐθόνιον προπέπταται.
κἀν Ψαλτρίᾳ δ’ ἔφη (ib. 206)·
- ὡσπερεὶ σπονδὴν διδοὺς
- ἐν τῷ κυλικείῳ συντέτριφε τὰ ποτήρια.
ἐν δὲ Σεμέλῃ ἢ Διονύσῳ (ib. 197)·
- τὰ κυλικεῖα δὲ
- ἐξεῦρεν ἡμῖν.
Κρατῖνος δ’ ὁ νεώτερος ἐν Χείρωνι (ib. 291)·
- Ἑρμῆς ὁ Μαίας λίθινος, ὃν προσεύγμασιν
- ἐν τῷ κυλικείῳ λαμπρὸν ἐκτετριμμένον ...
- πολλοστῷ δ’ ἔτει
- ἐκ τῶν πολεμίων οἴκαδ’ ἥκω, συγγενεῖς
- καὶ φράτερας καὶ δημότας εὑρὼν μόλις
- εἰς τὸ κυλικεῖον ἐνεγράφην· Ζεὺς ἔστι μοι
- ἑρκεῖος, ἔστι φρατέριος, τὰ τέλη τελῶ —
ἄξιον δ’ ἐστὶ ζητῆσαι εἰ οἱ ἀρχαῖοι μεγάλοις ἔπινον ποτηρίοις. Δικαίαρχος μὲν γὰρ ὁ Μεσσήνιος, ὁ Ἀριστοτέλους μαθητής, ἐν τῷ περὶ Ἀλκαίου (FHG II 247) μικροῖς φησιν αὐτοὺς ἐκπώμασι κεχρῆσθαι καὶ
Νέστωρ δ’ ὁ γέρων ἀμογητὶ ἄειρεIl. 11.637, περὶ οὗ καὶ αὐτοῦ διδάξει τι ἡμᾶς ὁ Πλούταρχος. ὥρα οὖν κατακλίνεσθαι.
καὶ κατακλιθέντων ‘ἀλλὰ μήν’, ὁ Πλούταρχος ἔφη, ‘κατὰ τὸν Φλιάσιον ποιητὴν Πρατίναν (fr. 3 B4).
κυλικηγορήσων ἔρχομαι, οὐ τῶν Κυλικράνων εἷς ὑπάρχων, οὓς χλευάζων Ἕρμιππος ὁ κωμῳδιοποιὸς ἐν τοῖς Ἰάμβοις φησίν (I 246 K)·
- οὐ γᾶν αὐλακισμέναν ἀρῶν, ἀλλ’ ἄσκαφον ματεύων,
Ἡρακλεῶται δ’ εἰσὶν οὗτοι οἱ ὑπὸ τῇ Οἴτῃ κατοικοῦντες, ὥς φησι Νίκανδρος ὁ Θυατειρηνός, ὀνομασθῆναι φάσκων αὐτοὺς ἀπό τινος Κύλικος γένος Λυδοῦ, ἑνὸς τῶν Ἡρακλεῖ συστρατευσαμένων. μνημονεύει δ’ αὐτῶν καὶ Σκυθῖνος ὁ Τήιος ἐν τῇ ἐπιγραφομένῃ Ἱστορίῃ λέγων οὕτως (FHG IV 491)· ‘Ἡρακλῆς λαβὼν Εὔρυτον καὶ τὸν υἱὸν ἔκτεινε φόρους πρήσσοντας παρ’ Εὐβοέων.
- εἰς τὸ Κυλικράνων βαδίζων σπληνόπεδον ἀφικόμην·
- εἶδον οὖν τὴν Ἡράκλειαν καὶ μάλ’ ὡραίαν πόλιν.
οἶδα δὲ καὶ Ἑλλάνικον ἐν Ἐθνῶν Ὀνομασίαις λέγοντα (FHG I 57) ὅτι Λιβύων τῶν Νομάδων τινὲς οὐδὲν ἄλλο κέκτηνται ἢ κύλικα καὶ μάχαιραν καὶ ὑδρίαν, καὶ ὅτι οἰκίας ἔχουσιν ἐξ ἀνθερίκου πεποιημένας μικρὰς ὅσον σκιᾶς ἕνεκα, ἃς καὶ περιφέρουσιν ὅπου ἂν πορεύωνται. πολλοῖς δὲ καὶ ὁ ἐν Ἰλλυριοῖς τόπος διαβόητός ἐστιν ὁ καλούμενος Κύλικες, παρ’ ᾧ ἐστι τὸ Κάδμου καὶ Ἁρμονίας μνημεῖον, ὡς ἱστορεῖ Φύλαρχος ἐν τῇ δευτέρᾳ καὶ εἰκοστῇ τῶν Ἱστοριῶν (FHG I 345). καὶ Πολέμων δ’ ἐν τῷ περὶ τοῦ Μορύχου (fr. 75 Pr) ἐν Συρακούσαις φησὶν ἐπ’ ἄκρᾳ τῇ νήσῳ πρὸς τῷ Γῆς Ὀλυμπίας ἱερῷ ἐκτὸς τοῦ τείχους ἐσχάραν τινὰ εἶναι, ἀφ’ ἧς, φησί, τὴν κύλικα ναυστολοῦσιν ἀναπλέοντες μέχρι τοῦ γενέσθαι τὴν ἐπὶ τοῦ νεὼ τῆς Ἀθηνᾶς ἀόρατον ἀσπίδα· καὶ
ὁρῶν οὖν ὑμῶν καὶ αὐτὸς τὸ συμπόσιον κατὰ τὸν Κολοφώνιον Ξενοφάνη πλῆρες ὂν πάσης θυμηδίας (fr. 1 B4)·
- νῦν γὰρ δὴ ζάπεδον καθαρὸν καὶ χεῖρες ἁπάντων
- καὶ κύλικες· πλεκτοὺς δ’ ἀμφιτιθεῖ στεφάνους,
- ἄλλος δ’ εὐῶδες μύρον ἐν φιάλῃ παρατείνει·
- κρατὴρ δ’ ἕστηκεν μεστὸς ἐυφροσύνης·
- ἄλλος δ’ οἶνος ἕτοιμος, ὃς οὔποτέ φησι προδώσειν,
- μείλιχος ἐν κεράμοις, ἄνθεος ὀσδόμενος·
- ἐν δὲ μέσοις ἁγνὴν ὀδμὴν λιβανωτὸς ἵησι·
- ψυχρὸν δ’ ἐστὶν ὕδωρ καὶ γλυκὺ καὶ καθαρόν.
- πάρκεινται δ’ ἄρτοι ξανθοὶ γεραρή τε τράπεζα
- τυροῦ καὶ μέλιτος πίονος ἀχθομένη·
- βωμὸς δ’ ἄνθεσιν ἀν τὸ μέσον πάντῃ πεπύκασται,
- μολπὴ δ’ ἀμφὶς ἔχει δώματα καὶ θαλίη.
- χρὴ δὲ πρῶτον μὲν θεὸν ὑμνεῖν εὔφρονας ἄνδρας
- εὐφήμοις μύθοις καὶ καθαροῖσι λόγοις·
- σπείσαντας δὲ καὶ εὐξαμένους τὰ δίκαια δύνασθαι
- πρήσσειν (ταῦτα γὰρ ὦν ἐστι προχειρότερον)
- οὐχ ὕβρις πίνειν ὁπόσον κεν ἔχων ἀφίκοιο
- οἴκαδ’ ἄνευ προπόλου, μὴ πάνυ γηραλέος.
v.3.p.8- ἀνδρῶν δ’ αἰνεῖν τοῦτον ὃς ἐσθλὰ πιὼν ἀναφαίνῃ,
- ὡς οἱ μνημοσύνη, καὶ τὸν ὃς ἀμφ’ ἀρετῆς.
- οὔτι μάχας διέπειν Τιτήνων οὐδὲ Γιγάντων
- οὐδέ τι Κενταύρων, πλάσματα τῶν προτέρων,
- ἢ στάσιας σφεδανάς, τοῖς οὐδὲν χρηστὸν ἔνεστι,
- θεῶν δὲ προμηθείην αἰὲν ἔχειν ἀγαθόν.
καὶ Ἴων δὲ ὁ Χῖός φησιν (fr. 2 B)·
- καὶ ὁ χαρίεις δ’ Ἀνακρέων φησίν (fr. 94 B4)·
- οὐ φιλέω ὃς κρητῆρι παρὰ πλέῳ οἰνοποτάζων
- νείκεα καὶ πόλεμον δακρυόεντα λέγῃ,
- ἀλλ’ ὅστις Μουσέων τε καὶ ἀγλαὰ δῶρ’ Ἀφροδίτης
- συμμίσγων ἐρατῆς μνήσεται εὐφροσύνης.
ἐποιοῦντο δὲ καὶ οἱ ἑπτὰ καλούμενοι σοφοὶ συμποτικὰς
- χαιρέτω ἡμέτερος βασιλεύς, σωτήρ τε πατήρ τε·
- ἡμῖν δὲ κρητῆρ’ οἰνοχόοι θέραπες
- κιρνάντων προχύταισιν ἐν ἀργυρέοις· ὁ δὲ χρυσὸς
- οἶνον ἔχων χειρῶν νιζέτω εἰς ἔδαφος.
- σπένδοντες δ’ ἁγνῶς Ἡρακλέι τ’ Ἀλκμήνῃ τε,
- Προκλέι Περσείδαις τ᾽, ἐκ Διὸς ἀρχόμενοι,
- πίνωμεν, παίζωμεν, ἴτω διὰ νυκτὸς ἀοιδή,
- ὀρχείσθω τις, ἑκὼν δ’ ἄρχε φιλοφροσύνης.
- ὅντινα δ’ εὐειδὴς μίμνει θήλεια πάρευνος,
- κεῖνος τῶν ἄλλων κυδρότερον πίεται.
διόπερ συνιοῦσι καὶ ἡμῖν ἐπὶ τὰς Διονυσιακὰς ταύτας λαλιὰς οὐδεὶς ἂν εὐλόγως φθονήσαι νοῦν ἔχων, κατὰ τοὺς Ἀλέξιδος Ταραντίνους (II 377 K),
καὶ κατὰ τὴν καλὴν οὖν Σαπφώ (fr. 5 B4)·
- οἳ τῶν πέλας
- οὐδέν’ ἀδικοῦμεν οὐδέν. ἆρ’ οὐκ οἶσθ᾽ ὅτι
- τὸ καλούμενον ζῆν τοῦτο διατριβῆς χάριν
- μόνον ἐστὶν ὑποκόρισμα τῆς ἀνθρωπίνης
- μοίρας; ἐγὼ γάρ, εἰ μὲν εὖ τις ἢ κακῶς
- φήσει με κρίνειν, οὐκ ἔχοιμ’ ἄν σοι φράσαι·
- ἔγνωκα γοῦν οὕτως ἐπισκοπούμενος
- εἶναι μανιώδη πάντα τἀνθρώπων ὅλως,
- ἀποδημίας δὲ τυγχάνειν ἡμᾶς αἰεὶ
- τοὺς ζῶντας, ὥσπερ εἰς πανήγυρίν τινα
- ἀφειμένους ἐκ τοῦ θανάτου καὶ τοῦ σκότους
- εἰς τὴν διατριβὴν εἰς τὸ φῶς τε τοῦθ᾽, ὃ δὴ
- ὁρῶμεν. ὃς δ’ ἂν πλεῖστα γελάσῃ καὶ πίῃ
- καὶ τῆς Ἀφροδίτης ἀντιλάβηται τὸν χρόνον
- τοῦτον ὃν ἀφεῖται, κἂν τύχῃ γ᾽, ἐράνου τινός,
- πανηγυρίσας ἥδιστ’ ἀπῆλθεν οἴκαδε.
τούτοις τοῖς ἑταίροις ἐμοῖς τε καὶ σοῖς.
- ἐλθέ, Κύπρι,
- χρυσίαισιν ἐν κυλίκεσσιν ἁβρῶς
v.3.p.10- συμμεμιγμένον θαλίαισι νέκταρ
- οἰνοχοοῦσα
πρὸς οὓς λεκτέον ὅτι τρόποι εἰσὶ πόσεων κατὰ πόλεις ἴδιοι, ὡς Κριτίας παρίστησιν ἐν τῇ Λακεδαιμονίων Πολιτείᾳ (FHG II 68) διὰ τούτων· ‘ὁ μὲν Χῖος καὶ Θάσιος ἐκ μεγάλων κυλίκων ἐπιδέξια, ὁ δ’ Ἀττικὸς ἐκ μικρῶν ἐπιδέξια, ὁ δὲ Θετταλικὸς ἐκπώματα προπίνει ὅτῳ ἂν βούλωνται μεγάλα. Λακεδαιμόνιοι δὲ τὴν παρ’ αὑτῷ ἕκαστος πίνει, ὁ δὲ παῖς ὁ οἰνοχόος ὅσον ἂν ἀποπίῃ.’ τοῦ δ᾽ ἐπιδέξια πίνειν μνημονεύει καὶ Ἀναξανδρίδης ἐν Ἀγροίκοις οὕτως (II 135 K)·
- τίνα δὴ παρεσκευασμένοι
- πίνειν τρόπον ἐστὲ νυνί, λέγεθ᾽. Β. ὅντινα τρόπον
- ἡμεῖς; τοιοῦτον οἷον ἂν καὶ σοὶ δοκῇ.
- Α. βούλεσθε δήπου τὸν ἐπιδέξι᾽, ὦ πάτερ,
- λέγειν ἐπὶ τῷ πίνοντι. Β. τὸν ἐπιδέξια
- λέγειν; Ἄπολλον, ὡσπερεὶ τεθνηκότι.
παραιτητέον δ’ ἡμῖν τὰ κεράμεα ποτήρια. καὶ γὰρ Κτησίας ‘παρὰ Πέρσαις, φησίν (fr. 51 M), ὃν ἂν βασιλεὺς ἀτιμάσῃ, κεραμέοις χρῆται.’ Χοιρίλος δ’ ὁ ἐποποιός φησι (fr. 9 Ki)·
ἐγὼ δὲ εὖ οἶδα ὅτι ἥδιστα πολλάκις ἐστὶ τὰ κεράμεα ἐκπώματα, ὡς καὶ τὰ παρ’ ἡμῖν ἐκ τῆς Κόπτου καταγόμενα· μετὰ γὰρ ἀρωμάτων συμφυραθείσης τῆς γῆς ὀπτᾶται. καὶ Ἀριστοτέλης δὲ ἐν τῷ περὶ Μέθης (fr. 96 R) ‘αἱ Ῥοδιακαί, φησί, προσαγορευόμεναι χυτρίδες διά τε τὴν ἡδονὴν εἰς τὰς μέθας παρεισφέρονται καὶ διὰ τὸ θερμαινομένας τὸν οἶνον ἧττον ποιεῖν μεθύσκειν. σμύρνης γὰρ καὶ σχοίνου καὶ τῶν τοιούτων ἑτέρων εἰς ὕδωρ ἐμβληθέντων ἕψονται καὶ παραχεόντων εἰς τὸν οἶνον ἧττον μεθύσκουσιν.’ κἀν ἄλλῳ δὲ μέρει φησίν (fr. 97)· ‘αἱ Ῥοδιακαὶ χυτρίδες γίνονται σμύρνης, σχοίνου, ἀνήθου, κρόκου, βαλσάμου, ἀμώμου, κινναμώμου συνεψηθέντων· ἀφ’ ὧν τὸ γινόμενον τῷ οἴνῳ παραχυθὲν οὕτω τὰσ μέθας ἵστησιν ὥστε καὶ τῶν ἀφροδισίων παραλύειν τὰ πνεύματα πέττον.’
- χερσὶν ὄλβον ἔχω κύλικος τρύφος ἀμφὶς ἐαγός,
v.3.p.11- ἀνδρῶν δαιτυμόνων ναυάγιον, οἷά τε πολλὰ
- πνεῦμα Διωνύσοιο πρὸς Ὕβριος ἔκβαλεν ἀκτάς.
οὐ δεῖ οὖν ἡμᾶς ἐκμανῶς πίνειν ἀποβλέποντας εἰς τὸ πλῆθος τῶν καλῶν τούτων καὶ παντοδαπῶν κατὰ τὰς τέχνας ἐκπωμάτων. τὴν δὲ μανίαν τοὺς πολλούς φησιν ὁ Χρύσιππος ἐν τῇ Εἰσαγωγικῇ περὶ ἀγαθῶν καὶ κακῶν Πραγματείᾳ τοῖς πλείστοις προσάπτειν. καλεῖσθαι γοῦν τὴν μὲν γυναικομανίαν, τὴν δ᾽ ὀρτυγομανίαν. ‘τινὲς δὲ καὶ δοξομανεῖς καλοῦσι τοὺς φιλοδόξους, καθάπερ τοὺς φιλογύνας γυναικομανεῖς καὶ
ἡμεῖς οὖν, ὡς καὶ παρ’ Ἀθηναίοις ἐγίνετο, ἅμα ἀκροώμενοι τῶν γελωτοποιῶν τούτων καὶ μίμων, ἔτι δὲ τῶν ἄλλων τεχνιτῶν ὑποπίνωμεν. λέγει δὲ περὶ τούτων ὁ Φιλόχορος οὑτωσί (FHG I 411)· ‘Ἀθηναῖοι τοῖς Διονυσιακοῖς ἀγῶσι τὸ μὲν πρῶτον ἠριστηκότες καὶ πεπωκότες ἐβάδιζον ἐπὶ τὴν θέαν καὶ ἐστεφανωμένοι ἐθεώρουν, παρὰ δὲ τὸν ἀγῶνα πάντα οἶνος αὐτοῖς ᾠνοχοεῖτο καὶ τραγήματα παρεφέρετο, καὶ τοῖς χοροῖς εἰσιοῦσιν ἐνέχεον πίνειν καὶ διηγωνισμένοις ὅτ᾽ ἐξεπορεύοντο ἐνέχεον πάλιν· μαρτυρεῖν δὲ τούτοις καὶ Φερεκράτη τὸν κωμικόν (I 202 K), ὅτι μέχρι τῆς καθ’ ἑαυτὸν ἡλικίας οὐκ ἀσίτους εἶναι τοὺς θεωροῦντας.’ Φανόδημος δὲ (FHG I 368) πρὸς τῷ ἱερῷ φησι τοῦ ἐν Λίμναις Διονύσου τὸ γλεῦκος φέροντας τοὺς Ἀθηναίους ἐκ τῶν πίθων τῷ θεῷ κιρνάναι, εἶτ’ αὐτοὺς προσφέρεσθαι· ὅθεν καὶ Λιμναῖον κληθῆναι τὸν Διόνυσον, ὅτι μιχθὲν τὸ γλεῦκος τῷ ὕδατι τότε πρῶτον ἐπόθη κεκραμένον. διόπερ ὀνομασθῆναι τὰς πηγὰς Νύμφας καὶ τιθήνας τοῦ Διονύσου, ὅτι τὸν οἶνον αὐξάνει τὸ ὕδωρ κιρνάμενον. ἡσθέντες οὖν τῇ κράσει ἐν ᾠδαῖς ἔμελπον τὸν
καὶ Ὀδυσσεὺς ὤπασεν Od. 9.208
- Βακχίου φιλανθέμου
- Αἴθοπα πεπαίνοντ’ ὀρχάτους ὀπωρινούς·
- ἐξ οὗ βροτοὶ καλοῦσιν οἶνον αἴθοπα.
Τιμόθεος δ’ ἐν Κύκλωπι (fr. 5 B4)·
- μελιηδέα οἶνον ἐρυθρόν,
- ἓν δέπας ἐμπλήσας, ὕδατος δ’ ἀνὰ εἴκοσι μέτρα
- χεῦ᾽· ὀδμὴ δ’ ἡδεῖα ἀπὸ κρητῆρος ὀδώδει.
- ἔγχευε δ’ ἓν μὲν δέπας κίσσινον μελαίνας
- σταγόνος ἀμβρότας ἀφρῷ βρυάζον·
- εἴκοσιν δὲ μέτρ’ ἐνέχευ᾽, ἀναμίσγων
- αἷμα Βακχίου νεορρύτοισι δακρύοισι Νυμφᾶν.
οἶδα δέ τινας, ἄνδρες θιασῶται, καὶ μέγα φρονήσαντας οὐχ οὕτως ἐπὶ πλούτῳ ὡς ἐπὶ τῷ κεκτῆσθαι πολλὰ ἐκπώματα ἀργυρᾶ τε καὶ χρυσᾶ. ὧν εἷς ἐστι καὶ Πυθέας ὁ Ἀρκὰς ἐκ Φιαλείας, ὃς καὶ ἀποθνῄσκων
ἀργυρέων χρυσοῦ τε καὶ ἠλέκτροιο φαεινοῦ,
- ὃς κυλίκων ἔσχεν πλῆθος ἀπειρέσιον
τοῦτο δ’ ἱστορεῖ Ἁρμόδιος ὁ Λεπρεάτης ἐν τῷ περὶ τῶν κατὰ Φιγάλειαν Νομίμων (FHG IV 411). Ξενοφῶν δ’ ἐν ὀγδόῳ Παιδείας περὶ Περσῶν λέγων γράφει καὶ ταῦτα (c. 8, 18)· ‘καὶ μὴν ἐκπώματα ἢν μὲν ὡς πλεῖστα ἔχωσιν, τούτῳ καλλωπίζονται· ἢν δ’ ἐξ ἀδίκων φανερῶς ᾖ μεμηχανημένα, οὐδὲν τούτῳ αἰσχύνονται. πολὺ γὰρ ηὔξηται ἐν αὐτοῖς ἡ ἀδικία τε καὶ αἰσχροκέρδεια.’ ὁ δὲ Οἰδίπους δι’ ἐκπώματα τοῖς υἱοῖς κατηράσατο, ὡς ὁ τὴν κυκλικὴν Θηβαίδα πεποιηκώς φησιν, ὅτι αὐτῷ παρέθηκαν ἔκπωμα ὃ ἀπηγορεύκει, λέγων οὕτως (fr. 2 Ki)·
- τῶν προτέρων πάντων πλείονα πασάμενος.
- αὐτὰρ ὁ διογενὴς ἥρως ξανθὸς Πολυνείκης
- πρῶτα μὲν Οἰδιπόδῃ καλὴν παρέθηκε τράπεζαν
- ἀργυρέην Κάδμοιο θεόφρονος· αὐτὰρ ἔπειτα
- χρύσεον ἔμπλησεν καλὸν δέπας ἡδέος οἴνου.
- αὐτὰρ ὅ γ’ ὡς φράσθη παρακείμενα πατρὸς ἑοῖο
- τιμήεντα γέρα, μέγα οἳ κακὸν ἔμπεσε θυμῷ,
- αἶψα δὲ παισὶν ἑοῖσι μετ’ ἀμφοτέροισιν ἐπαρὰς
- ἀργαλέας ἠρᾶτο (θεῶν δ’ οὐ λάνθαν’ Ἐρινύν),
- ὡς οὔ οἱ πατρώι’ ἐνηέι ἐν φιλότητι
- δάσσαιντ᾽, ἀμφοτέροισι δ’ αἰεὶ πόλεμοί τε μάχαι τε ...
v.3.p.15
περὶ Ἱστορίας (fr. 51 Burckh) Ἀγαθοκλέα φησὶ τὸν τύραννον ἐκπώματα χρυσᾶ ἐπιδεικνύντα τοῖς ἑταίροις φάσκειν, ἐξ ὧν ἐκεράμευσε κατεσκευακέναι ταῦτα. ὁ δὲ παρὰ Σοφοκλεῖ ἐν τοῖς Λαρισαίοις Ἀκρίσιος καὶ αὐτὸς ἐκπώματα ὅσα πλεῖστα εἶχεν, ὥς φησιν ὁ τραγικός (fr. 348 N)·
- Καικίλιος δὲ ὁ ῥήτωρ ὁ ἀπὸ Καλῆς ἀκτῆς ἐν τῷ
Ποσειδώνιος δ’ ἐν ιϚʹ τῶν Ἱστοριῶν (FHG III 259) Λυσίμαχόν φησι τὸν Βαβυλώνιον, καλέσαντα ἐπὶ δεῖπνον Ἵμερον τὸν τυραννήσαντα οὐ μόνον Βαβυλωνίων ἀλλὰ καὶ Σελευκέων μετὰ τριακοσίων, μετὰ τὸ τὰς τραπέζας ἀρθῆναι τετράμνουν ἑκάστῳ τῶν τριακοσίων ἔκπωμα δοῦναι ἀργυροῦν, καὶ σπονδοποιησάμενον προπιεῖν ἅμα πᾶσιν· καὶ ἀποφέρεσθαι ἔδωκε τὰ ποτήρια. Ἀντικλείδης δ’ ὁ Ἀθηναῖος ἐν τῷ ιϚʹ Νόστων (scr. Al. M. p. 148 M) περὶ Γρᾶ διηγούμενος τοῦ τὴν ἀποικίαν εἰς Λέσβον στείλαντος σὺν ἄλλοις βασιλεῦσι, καὶ ὅτι χρησμὸς ἦν αὐτοῖς δηλώσας καθεῖναι διαπλέοντας τῷ Ποσειδῶνι εἰς τὸ πέλαγος παρθένον, γράφει καὶ ταῦτα· ‘μυθολογοῦσι δὲ περὶ τῶν ἐν Μηθύμνῃ τινὲς περὶ τῆς ἀφεθείσης εἰς τὴν θάλασσαν παρθένου καὶ φασὶν ἐρασθέντα αὐτῆς τῶν ἡγεμόνων τινά, ᾧ ἦν τοὔνομα Ἔναλος, ἐκκολυμβῆσαι βουλόμενον ἀνασῶσαι τὴν
- πολὺν δ’ ἀγῶνα παγξενεὶ κηρύσσεται,
- χαλκηλάτους λέβητας ἐκτιθεὶς φέρειν
- καὶ κοῖλα χρυσόκολλα καὶ πανάργυρα
- ἐκπώματ᾽, εἰς ἀριθμὸν ἑξήκοντα δίς.
τιμιώτατον δ’ ἦν πάλαι τὸ τῶν ἐκπωμάτων κτῆμα. Ἀχιλλεὺς οὖν ὡς ἐξαίρετόν τι εἶχεν ἀνάθημα δέπας, ‘οὐδέ τις ἄλλος οὔτ᾽ ἀνδρῶν πίνεσκεν ἀπ’ αὐτοῦ οὔτε τεῳ σπένδεσκε θεῶν, ὅτε μὴ Διί ( Il. 16.225).’ καὶ ὁ Πρίαμος δὲ τὸν υἱὸν λυτρούμενος τοῖς ἐπισημοτάτοις κειμηλίοις καὶ δέπας δίδωσι περικαλλές (Il. 24.234). αὐτός γε μὴν ὁ Ζεὺς τῆς Ἡρακλέους γενέσεως ἄξιον ἡγεῖται δῶρον Ἀλκμήνῃ δοθῆναι ποτήριον, ὅπερ Ἀμφιτρύωνι εἰκασθεὶς δίδωσιν,
ποτήριον. τὸν δὲ Ἥλιον ὁ Στησίχορος (fr. 8) ποτηρίῳ διαπλεῖν φησι τὸν ὠκεανόν, ᾧ καὶ τὸν Ἡρακλέα περαιωθῆναι ἐπὶ τὰς Γηρυόνου βόας ὁρμῶντα. οἴδαμεν δὲ καὶ
- ἃ δ’ ὑποδεξαμένα θαήσατο χρύσεον αἶψα
ὅτι διὰ σπουδῆς εἶχον οἱ ἀρχαῖοι ἐγκόλαπτον ἱστορίαν ἔχειν ἐν ἐκπώμασιν. ἐν ταύτῃ δὲ τῇ τέχνῃ εὐδοκίμησαν Κίμων καὶ Ἀθηνοκλῆς. ἐχρῶντο δὲ καὶ λιθοκολλήτοις ἐκπώμασι. Μένανδρος δέ πού φησι (fr. 977 K) καὶ ποτήριον τορνευτὸν καὶ τορευτά. Ἀντιφάνης (II 115 K)·
φησὶ πρός τινα Νικόμαχος (III 389 K)·
- ἄλλοι δὲ καὶ δὴ βακχίου παλαιγενοῦς
- ἀφρῷ σκιὰ καὶ χρυσοκόλλητον δέπας
- μεστὸν κύκλῳ χορεῦον ἕλκουσι γνάθοις
- ὁλκῆς ἀπαύστοις, παντελῶς ἐστραμμένον
- τἄνω κάτω δεικνύντες.
Φιλιππίδης (III 309 K)·
- ὦ χαῖρε χρυσόκλυστα καὶ χρυσοῦς ἐμῶν.
Ἀλέξανδρον Ἐπιστολαῖς τὰ Περσικὰ λάφυρα ‘ποτηρίων, φησί, χρυσῶν σταθμὸς τάλαντα Βαβυλώνια ογʹ, μναῖ νβʹ. ποτηρίων λιθοκολλήτων σταθμὸς τάλαντα Βαβυλώνια νϚʹ, μναῖ λδʹ.’
- τὰ ποτήρι’ ἂν ἴδῃς τὰ παρεσκευασμένα·
- ἅπαντα χρυσᾶ, Τρόφιμε, νὴ τὸν Οὐρανόν,
v.3.p.18- ὑπερήφανα. ἐγὼ μὲν γὰρ ἐξέστην ἰδών.
- κρατῆρες ἀργυροῖ, κάδοι καὶ μείζους ἐμοῦ ...
- ὅτι Παρμενίων συγκεφαλαιούμενος ἐν ταῖς πρὸς
ἔθος δ’ ἦν πρότερον ἐν τῷ ποτηρίῳ ὕδωρ ἐμβάλλεσθαι, μεθ’ ὃ τὸν οἶνον. Ξενοφάνης (fr. 4 B)·
Ἀνακρέων (fr. 62 B4)·
- οὐδέ κεν ἐν κύλικι πρότερον κεράσειέ τις οἶνον
- ἐγχέας, ἀλλ’ ὕδωρ καὶ καθύπερθε μέθυ.
πρὸ δὲ τούτων Ἡσίοδος (op. 593)·
- φέρ’ ὕδωρ, φέρ’ οἶνον, ὦ παῖ,
- φέρε δ᾽ ἀνθεμεῦντας ἡμῖν
- στεφάνους ἔνεικον, ὡς δὴ
- πρὸς Ἔρωτα πυκταλίζω.
Θεόφραστος (om. Wimm)· ‘ἐπεὶ καὶ τὰ περὶ τὴν κρᾶσιν ἐναντίως εἶχε τὸ παλαιὸν τῷ νῦν παρ᾽ Ἕλλησιν ὑπάρχοντι. οὐ γὰρ τὸ ὕδωρ ἐπὶ τὸν οἶνον ἐπέχεον, ἀλλ’ ἐπὶ τὸ ὕδωρ τὸν οἶνον, ὅπως ἐν τῷ πίνειν ὑδαρεστέρῳ χρῷντο τῷ ποτῷ καὶ τούτου ποιησάμενοι τὴν
- κρήνης τ’ ἀενάου καὶ ἀπορρύτου, ἥτ’ ἀθόλωτος,
- τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἴνου.
ἔνδοξοι δὲ τορευταὶ Ἀθηνοκλῆς, Κράτης, Στρατόνικος, Μυρμηκίδης ὁ Μιλήσιος, Καλλικράτης ὁ Λάκων καὶ Μῦς, οὗ εἴδομεν σκύφον Ἡρακλεωτικὸν τεχνικῶς ἔχοντα Ἰλίου ἐντετορευμένην πόρθησιν, ἔχοντα ἐπίγραμμα τόδε·
- γραμμαὶ Παρρασίοιο, τέχνα Μυός. ἐμμὶ δὲ ἔργον
- Ἰλίου αἰπεινᾶς, ἃν ἕλον Αἰακίδαι.
ὅτι κλεινοὶ λέγονται παρὰ Κρησὶν οἱ ἐρώμενοι. σπουδὴ δὲ αὐτοῖς παῖδας ἁρπάζειν· καὶ τοῖς καλοῖς παρ’ αὐτοῖς ἄδοξόν ἐστιν ἐραστοῦ μὴ τυχεῖν. καλοῦνται δὲ οἱ ἁρπασθέντες παρασταθέντες. διδόασι δὲ τῷ ἁρπασθέντι στολὴν καὶ βοῦν καὶ ποτήριον· ἣν καὶ πρεσβύτεροι γενόμενοι φέρουσιν, ἵνα δῆλοι ὦσι κλεινοὶ γενόμενοι.