Παροιμίαι αἷς Ἀλεξανδρεῖς ἐχρῶντο

Plutarch

Plutarch. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Γαλῇ χιτώνιον, καὶ, Οὐ πρέπει γαλῇ κροκωτός: ἐπειδὴ γαλῇ κατὰ πρόνοιαν Ἀφροδίτης γυνὴ γενομένη ἐν χιτῶνι κροκωτῷ οὐσα ἐπέδραμε μυΐ.

Ὁ κνὶψ ἐν χώρᾳ: ἐπὶ τῶν ταχέως μεταπηδώντων. κνὶψ γάρ ἐστι θηρίδιον τῶν ξυλοφάγων.

Λυδὸς ἐν μεσημβρίᾳ: οἱ Λυδοὶ κωμῳδοῦνται ταῖς χερσὶν ἑαυτῶν πληροῦντες τὰ ἀφροδίσια.

Οὐ μάλα κυκᾷς κατὰ τῶν μηδὲν ὄντων.

Οὐδὲν Πυλαία ταῦτα καὶ Τυττιγίας: ὁ Τυττιγίας ἀνδραποδιστὴς ἦν· ἐπώλει δὲ ἐν τῇ Πυλαίᾳ τὰ ἀλλότρια. κατὰ τῶν τὰ ἀλλότρια ἁρπαζόντων καὶ πωλούντων.

Τὰ πρῶτα ἀρίστους παῖδας ** ἐγείνατο: ἐπὶ τῶν ἐν ἀρχῇ κοσμίων, μετὰ ταῦτα δὲ ἀσελγαινόντων.

Δοῦλον οὐκ ἄγω, εἰ μὴ νεναυμάχηκε περὶ τῶν κρεῶν: περὶ τῶν στρατευομένων δούλων, οἵτινες περὶ τοῦ σώματος μόνου μάχονται. λέγεται καὶ, εἰ μὴ

νεναυμάχηκε περὶ τῶν νεκρῶν, καί φησιν, ἀπὸ τῶν ἐν Ἀργεννούσαις ναυμαχησάντων δούλων τὴν παροιμίαν εἰρῆσθαι, οἷς ἐλευθερίαν ἐψηφίσαντο οἱ Ἀθηναῖοι περὶ τῶν νεκρῶν ἀγωνισαμένοις.

Τὸν ἐν Σάμῳ κομήτην: Σάμιός τις ἐγένετο πύκτης, ὃς ἐπὶ μαλακίᾳ σκωπτόμενος, ἐπειδὴ κόμας εἶχεν, ὑπὸ τῶν ἀνταγωνιστῶν, συμβαλὼν αὐτοὺς ἐνίκησεν. λέγεται ἐπὶ τῶν αἱρουμένων ἀνταγωνιστὰς ἑαυτοῖς κρείττονας, ἢ προςεδόκησαν· * * ὥςπερ τὸν ἀληλεσμένον βίον οἱ μὲν ἐπὶ τῶν πλάνητι βίῳ χρωμένων προςεδέξαντο· οἱ δὲ ἐπὶ τῶν ἀταλαιπώρως βιούντων, οἱονεὶ κατειργασμένων καὶ πρὸς τροφὴν ἑτοίμων.

Εἴ τι κακὸν, εἰς Πύῤῥαν: οἱ Πυῤῥαῖοι πρὸς τοὺς ὁμόρους πάντας ἀπεχθῶς εἶχον. ἐκεῖνοι οὖν τὰ συμβαίνοντα αὐτοῖς κακὰ ἀποτροπιαζόμενοι καὶ ἐκβάλλοντες εἰς τὴν Πυῤῥαίων χώραν, ἐπεφώνουν, εἴ τι κακὸν, εἰς Πύῤῥαν.

Μετὰ Λέσβιον ᾠδόν: Λακεδαιμόνιοι στασιάσαντες μετεπέμψαντο κατὰ χρησμὸν τοῦ θεοῦ ἐκ Λέσβου Τέρπανδρον τὸν μουσικόν· ἐλθὼν δὲ ἐκεῖνος καὶ παρὰ τοὺς κώμους τῇ μουσικῇ χρώμενος, ἥρμοσεν αὐτῶν τὰς ψυχὰς, καὶ τὴν στάσιν ἔπαυσεν. εἴποτε οὖν μετὰ ταῦτα μουσικοῦ τινος ἤκουον Λεκεδαιμόνιοι, ἐπεφώνουν, μετὰ Λέσβιον ᾠδόν.

Ὑπὲρ τὰ Καλλικράτους: Καλλικράτης τις ἐγένετο ἐν Καρύστῳ πλουσιώτατος. εἴποτε οὖν ἐθαύμαζόν τινα οἱ Καρύστιοι ἐπὶ πλούτῳ, ὑπερβολικῶς ἔλεγον, ὑπὲρ τοὺς Καλλικράτους. ἄλλοι δέ φασι, ** τῇ Ἀθηναίων πολιτείᾳ, Καλλικράτην τινὰ πρῶτον τοὺς δικαστικοὺς μισθοὺς εἰς ὑπερβολὴν αὐξῆσαι.

Ἐν πίθῳ τὴν κεραμείαν μανθάνειν: ἐπὶ τῶν παριέντων τὰς πρώτας μαθήσεις καὶ ἁπτομένων τῶν τελευταίων.

Ἐπὶ σαυτῷ τὴν σελήνην καθέλκεις: αἱ τὴν σελήνην καθαιροῦσαι Θετταλίδες λέγονται τῶν ὀφθαλμῶν καὶ τῶν ποδῶν στερίσκεσθαι. ἐπὶ τῶν ἑαυτοῖς κακὰ ἐπισπωμένων.

Ἐν ὅλμῳ ἐκοιμήθην: οἱ ἐν ὅλμῳ κοιμηθέντες ἐπιθειαστικώτατοί εἶσιν.

Χρυσὸς ὁ Κολοφώνιος: οἱ Κολοφώνιοι τὸν κάλλιστον χρυσὸν ἐργάζεσθαι νομίζονται.

Κράδης ῥαγείσης: κράδη νῦν οὐχ ὁ σύκινος κλάδος, ἀλλ’ ἡ ἀγκυρὶς, ἀφ’ ἧς οἱ ὑποκριταὶ ἐν ταῖς τραγικαῖς σκηναῖς ἐξαρτῶνται, θεοῦ μιμούμενοι ἐπιφάνειαν, ζωστῆρσι καὶ ταινίαις κατειλημμένοι. ἐπὶ τῶν προςφανέντων αἰφνιδίως καὶ ἀσχημονούντων.

Εἶτ’ ἐφ’ ὕδωρ κακόν: ἐπὶ τῶν δυςκληρούντων. ἐν γὰρ τοῖς δικαστηρίοις τὸ φαυλότατον τῶν ἔργων ἦν ὕδωρ διαμετρεῖν τοῖς δικαζομένοις. ἐγίνετο δὲ οὗτος ἀπὸ κλήρου.

Ἠλιθιώτερος τοῦ Πραξίλλας Ἀδώνιδος: Πράξιλλα Σικυωνία μελοποιός· αὕτη τὸν Ἄδωνιν ἐν τοῖς μέλεσιν εἰςάγει ἐρωτώμενον ὑπὸ τῶν κάτω, τί κάλλιστον καταλιπὼν ἥκοι, ἀποκρίνασθαι, ἥλιον καὶ σελήνην καὶ σικύους καὶ μῆλα. ἠλιθίου γὰρ παραβάλλειν τῷ ἡλίῳ τοὺς σικύους.

Ἀμελὴς γωνία: χωρίον ἐστὶ περὶ τὴν Αιβύην καλούμενον Ἀμελὴς γωνία.

Ἀσπένδιος κιθαριστής: ἐπὶ τῶν φιλοχρημάτων. οἱ γὰρ Ἀσπένδιοι τῶν κιθαριστῶν οὐδεμίαν φορὰν ἔξω φέρουσι, πάσας δ’ ἐντὸς ὀργάνων. οὕτω καὶ ὁ φιλοχρήματος οὐδὲν τῶν πέλας ἕνεκα οἰκονομεῖ, ἕλκει δὲ ἐφ’ ἑαυτόν.