Παροιμίαι αἷς Ἀλεξανδρεῖς ἐχρῶντο

Plutarch

Plutarch. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

† Εἴ τις περὶ πόλιν αἰγὶς λέγεται: τοὺς ἀνέδην περιϊόντος καὶ πλανωμένους ἐπέσκωπτον,

Εὐρυκλῆς: ἐπὶ τῶν ἑαυτοῖς τινα καταμαντευομένων. Εὐρυκλῆς γάρ τις ἐγένετο μάντις ἐγγαστρίμυθος.

Φώκου ἔρανος: κατὰ τῶν εὐωχίαν συναγόντων ἐπὶ τῷ ἑαυτῶν κακῷ. Φῶκος γὰρ τὴν θυγατέρα ἔχων ἐπίγαμον, πολλῶν αὐτὴν μνηστευομένων, ἐράνους συνῆγεν ἑστιῶν τοὺς μνηστῆρας, καὶ ἀνεβάλλετο τὸν γάμον. ὀπγισθέντες οὖν ἐκεῖνοι ἐν τῷ συμποσίῳ ἀπέκτειναν τὸν Φῶκον.

Τὸ Πέρδικος σκέλος: ὁ Πέρδιξ κάπηλος Ἀθήνησι χωλὸς, καὶ κωμῳδούμενος ἐπὶ χωλότητι.

Οὐχ ἡ Γλαύκου τέχνη: ἐπὶ τῶν εὖ εἰργασμένων καὶ δυςκατανοήτων. Γλαῦκος γάρ τις ἐγένετο Σάμιος δημιουργὸς, ὃς πρῶτος σιδήρου κόλλησιν ἐξεῦρεν.

Ὡς τῶν Ἀργείων ἀσπίδα καθελὼν σεμνύνεται: λόχον φασὶν εἶναι ἐν Ἄργει ἀσπίδα καλούμενον ἐκ νέων πάνυ ἀκμαζόντων.

Ἀμαλθείας κέρας: ἡ Ῥέα τεκοῦσα τὸν Δία ἔδωκεν Ἀμαλθείᾳ τρέφειν· ἡ δὲ οὐκ ἔχουσα γάλα, αἰγὶ ὑπέβαλεν αὐτόν. ὅθεν Αἰγίοχος ἐκλήθη. ὁ τοίνυν Ζεὺς τὴν μὲν αἶγα κατηστέρισε· τὸ δὲ ἕτερον τῶν κεράτων αὐτῆς ἀφελὼν παρέσχε τῇ Ἀμαλθείᾳ, παρασκευάσας γίγνεσθαι αὐτῇ ὃ ἂν παρὰ τοῦ κέρατος αἰτήσειε. ὅθεν τοὺς εὐδαίμονάς φασιν Ἀμαλθείας κέρας ἔχειν.

Ἀφύας πῦρ: ἐπὶ τῶν τέλος ὀξὺ λαμβανόντων. τὴν γὰρ ἀφύαν τάχιστα ἕψεσθαι συμβαίνει.

Ἀεί τις ἐν Κύδωνος: ἐπὶ τῶν φιλοφρόνως καταδεχομένων τοὺς ξένους. ἀπὸ Κύδωνος Κορινθίου φιλοξένως διατεθέντος.

Τί οὐ γενήσῃ ἰὼν εἰς Ἀρβέλας: Ἀρβέλαι

πόλισμα Σικελῶν, εὐεξαπάτητοι δοκοῦντες οἱ ἐνοικοῦντες εἶναι.

Ἐν Τεμέσῃ ἥρως: ὅτ’ ἀπαιτῶν τις αὐτὸς ὕστερον προςοφείλών εὑρεθῇ, ὁ ἐν Τεμέσῃ γέγονεν ἥρως. Πλουτάρχου παροιμίαι, αἷς Ἀλεξανδρεῖς ἐχρῶντο.