Παροιμίαι αἷς Ἀλεξανδρεῖς ἐχρῶντο

Plutarch

Plutarch. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Οὐχ ἱππολέκτας † περισσὰς πλῶμες: ἐπὶ τῶν βραχέα κεκτημένων.

Χαμαὶ ἀντλεῖς, Φακὸν κόπτεις: ἐπὶ τῶν ἀδυνάτοις ἐπιχειρούντων.

Τίς τρόπος ἵππων: ἐπὶ τῶν παρηλλαγμένον τι καὶ ἀλλόκοτον ποιούντων.

Χαλκιδίζειν: ἐπὶ τῶν γλισχρευομένων. οἱ γὰρ ἐν Εὐβοίᾳ Χαλκιδεῖς ἐπὶ φιλαργυρίᾳ ἐκωμῳδοῦντο.

Πρόσω καὶ χελιδὼν ὁλοσχοίνους παρεῖται.

Οὐκ ἐπαινεθείη οὐδὲ ἐν περιδείπνῳ: ἐπὶ τῶν μηδενὸς ἀξίων. εἰώθεσαν γὰρ ἐν τοῖς δείπνοις τὸν τελευτήσαντα ἐπαινεῖν, καὶ εἰ φαῦλος ἦν.

Σῦκον αἰτεῖς: κατὰ τῶν κολακευόντων. οἱ γὰρ Ἀθηναῖοι ἐκολάκευον τοὺς γεωργοὺς βουλόμενοι λαμβάνειν τὰ πρώϊμα σῦκα.

Μυσὶ κανθαρίς: ἐπὶ τῶν μηδενὸς ἀξίων.

Κέρδος αἰσχύνης ἄμεινον· ἕλκε μοιχὸν εἰς μυχόν.

Κύρνια ἄτη: Κύρνος νῆσος ἦν πάλαι ἄβατος τοῖς πλέουσι διὰ συνεχεῖς λῃστείας.

Κωφότερος τοῦ Τορωναίων λιμένος: λιμήν ἐστι καλούμενος περὶ Τορώνην τῆς Θρᾴκης· οὗτος δὲ ἔχει ** καὶ μακρὰς τὰς ἀπὸ τοῦ πελάγους καθαιρέσεις, ὡς μὴ ἀκούεσθαι τοῖς ἐν αὐτῷ τὸν τῆς θαλάσσης ἦχον.

Ἀκροκορινθία ἔοικας χοιροπωλήσειν: ἐπὶ τῶν παρ’ ὥραν θρυπτομένων γυναικῶν· οἷον, ἔοικας μισθαρνήσειν

ἐν Κορίνθῳ· τὸ γὰρ γυναικεῖον μόριον χοῖρος λέγεται.

Ἐκ παντὸς ξύλου: κατ’ ἔλλειψιν λέγεται· τὸ γὰρ πλῆρες, ἐκ παντὸς ξύλου κύφων ἂν γένοιτο· ἐπὶ τῶν τὸ μὲν εἶδος εὐκαταφρονήτων, εἰς δὲ χρείαν ἀναγκαίαν πιπτόντων.

Ἄρκτου παρούσης τὰ ἴχνη ζητεῖς: ἐπὶ τῶν δειλῶν κυνηγῶν.

Σικελὸς ὀμφακίζεται: ἐπὶ τῶν τὰ μηδενὸς ἄξια κλεπτόντων.

Οὐδὲν ἦν ἄρα τὰ ἄλλα πλὴν ὁ χρυσός.

Τὸ θερμὸν τοῦ ὀβελοῦ: ἐπὶ τῶν ἀναιρουμένων τὰ χείρονα ἀντὶ τῶν κρειττόνων· ἀπὸ τῶν ἀπείρως δρασσομένων κατὰ τὸ θερμὸν τῶν ὀβελίσκων.

Ἀκεσίας ἰάσατο: Ἀκεσίας ἐγένετο ἰατρὸς ἀφυὴς, ὃς τὸν πρωκτόν τινος ἀλγοῦντος κακῶς ἰάσατο.

Τρίτῃ κεφαλῇ καὶ τρίτῳ ἐγκεφάλῳ: ἐπὶ τῶν ἀχθοφορούντων οὐ μόνον κατὰ τῶν ὤμων, ἀλλὰ καὶ κατὰ τῆς κεφαλῆς.

Ἐπὶ σπειρῶν σχοινίον: ἐπὶ τῶν ἐν τοῖς αὐτοῖς πλεοναζόντων.