Vitae decem oratorum

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.

Ὑπερείδης Γλαυκίππου μὲν ἦν πατρὸς τοῦ Διονυσίου, τῶν δὲ δήμων Κολλυτεύς. ἔσχε δʼ υἱὸν ὁμώνυμον τῷ πατρὶ Γλαύκιππον, ῥήτορα καὶ λόγους συγγράψαντα· οὗ πάλιν Ἀλφίνους ἐγένετο.

ἀκροατὴς δὲ Πλάτωνος γενόμενος τοῦ φιλοσόφου ἅμα Λυκούργῳ καὶ Ἰσοκράτους τοῦ ῥήτορος ἐπολιτεύσατο Ἀθήνησι, καθʼ ὃν χρόνον Ἀλέξανδρος; τῶν Ἑλληνικῶν ἥπτετο πραγμάτων· · καὶ περὶ τῶν στρατηγῶν ὧν ᾔτει παρʼ Ἀθηναίων ἀντεῖπε, καὶ περὶ τῶν τριήρων· συνεβούλευσε δὲ καὶ τὸ ἐπὶ Ταινάρῳ ξενικὸν μὴ διαλῦσαι, οὗ Χάρης ἡγεῖτο, εὐνόως πρὸς τὸν στρατηγὸν διακείμενος. τὸ δὲ πρῶτον μισθοῦ δίκας ἔλεγε. δόξας δὲ κεκοινωνηκέναι τῶν Περσικῶν χρημάτων Ἐφιάλτῃ τριήραρχός τε αἱρεθείς, ὅτε Βυζάντιον ἐπολιόρκει Φίλιππος, βοηθὸς Βυζαντίοις ἐκπεμφθείς, κατὰ τὸν. ἐνιαυτὸν τοῦτον ὑπέστη χορηγῆσαι, τῶν ἄλλων λειτουργίας πάσης ἀφειμένων. ἔγραψε δὲ καὶ Δημοσθένει τιμάς, καὶ τοῦ ψηφίσματος ὑπὸ Διώνδα παρανόμων γραφέντος ἀπέφυγε. φίλος δʼ ὢν τοῖς περὶ Δημοσθένη καὶ Λυσικλέα καὶ Λυκοῦργον, οὐκ ἐνέμεινε μέχρι τέλους· ἀλλʼ ἐπεὶ Λυσικλῆς μὲν καὶ Λυκοῦργος ἐτεθνήκεσαν, Δημοσθένης δʼ ὡς παρʼ Ἁρπάλου δωροδοκήσας ἐκρίνετο, προχειρισθεὶς ἐξ ἁπάντων ʽ μόνος γὰρ ἔμεινεν ἀδωροδόκητοσʼ κατηγόρησεν αὐτοῦ. κριθεὶς δʼ ὑπὸ τοῦ Ἀριστογείτονος παρανόμων ἐπὶ τῷ γράψαι μετὰ Χαιρώνειαν τοὺς μετοίκους πολίτας ποιήσασθαι τοὺς δὲ δούλους ἐλευθέρους, ἱερὰ δὲ καὶ παῖδας καὶ γυναῖκας εἰς τὸν Πειραιᾶ ἀποθέσθαι, ἀπέφυγεν.
αἰτιωμένων δέ τινων αὐτὸν ὡς παριδόντα πολλοὺς νόμους ἐν τῷ ψηφίσματι, ἐπεσκότει ἔφη μοι τὰ Μακεδόνων ὅπλα καί οὐκ ἐγὼ τὸ ψήφισμα ἔγραψα ἡ δʼ ἐν Χαιρωνείᾳ μάχη. μετὰ μέντοι τοῦτο νεκρῶν ἔδωκεν ἀναίρεσιν ὁ Φίλιππος φοβηθείς, πρότερον οὐ δοὺς τοῖς ἐλθοῦσιν ἐκ Λεβαδείας κήρυξιν. ὕστερον δὲ μετὰ τὰ περὶ Κραννῶνα συμβάντα ἐξαιτηθεὶς ὑπʼ Ἀντιπάτρου καὶ μέλλων ἐκδίδοσθαι ὑπὸ τοῦ δήμου ἔφυγεν ἐκ τῆς πόλεως εἰς Αἴγιναν ἅμα τοῖς κατεψηφισμένοις· καὶ συμβαλὼν Δημοσθένει καὶ περὶ τῆς διαφορᾶς ἀπολογησάμενος, ἀπαλλαγεὶς ἐκεῖθεν, ὑπʼ Ἀρχίου τοῦ Φυγαδοθήρου ἐπικληθέντος, Θουρίου μὲν τὸ γένος ὑποκριτοῦ δὲ τὰ πρῶτα τότε, δὲ τῷ Ἀντιπάτρῳ βοηθοῦντος, ἐλήφθη πρὸς βίαν ἐν τῷ ἱερῷ τοῦ Ποσειδῶνος ἐχόμενος τοῦ ἀγάλματος καὶ ἀχθεὶς πρὸς Ἀντίπατρον εἰς Κόρινθον, ἔπειτα βασανιζόμενος, διέφαγε τὴν γλῶτταν, ὥστε μηδὲν ἐξειπεῖν τῶν τῆς πόλεως ἀπορρήτων δυνηθῆναι· καὶ οὕτως ἐτελεύτησε, Πυανεψιῶνος ἐνάτῃ ἱσταμένου. Ἕρμιππος δέ φησιν αὐτὸν γλωττοτομηθῆναι εἰς Μακεδονίαν ἐλθόντα καὶ ῥιφῆναι ἄταφον, Ἀλφίνουν δʼ ἀνεψιὸν ὄντα αὐτῷ ἤ, ὥς τινες, Γλαυκίππου τοῦ υἱοῦ τὸν υἱὸν διὰ Φιλοπείθους τινὸς ἰατροῦ λαβόντα ἐξουσίαν τοῦ σώματος καῦσαι αὐτὸν καὶ τὰ ὀστᾶ κομίσαι εἰς Ἀθήνας τοῖς προσήκουσι παρὰ τὰ Ἀθηναίων καὶ Μακεδόνων
δόγματα οὐ μόνον γὰρ κελεῦσαι αὐτοὺς φυγεῖν, ἀλλὰ μηδʼ ἐν τῇ οἰκείᾳ ταφῆναι. οἱ δʼ ἐν Κλεωναῖς ἀποθανεῖν αὐτὸν λέγουσιν, ἀπαχθέντα μετὰ τῶν ἄλλων, ὅπου γλωττοτομηθῆναι καὶ διαφθαρῆναι ὃν προείρηται τρόπον· τοὺς δʼ οἰκείους τὰ ὀστᾶ λαβόντας · ·ʼ θάψαι τε ἅμα τοῖς γονεῦσι πρὸ τῶν Ἱππάδων πυλῶν, ὥς φησιν Ἡλιόδωρος ἐν τῷ τρίτῳ περὶ μνημάτων. νυνὶ δὲ κατερήρειπται τὸ μνῆμα καὶ ἔστιν ἄδηλον. πάντων δὲ κατὰ τὴν δημηγορίαν διενεγκεῖν λέγεται· τέτακται δὲ ὑπʼ ἐνίων πρὸ Δημοσθένους. φέρονται δʼ αὐτοῦ λόγοι ἑβδομήκοντα ἑπτά, ὧν γνήσιοί εἰσι πεντήκοντα δύο. ἐγένετο δὲ καὶ πρὸς τὰ ἀφροδίσια καταφερής, ὡς ἐκβαλεῖν μὲν τὸν υἱὸν εἰσαγαγεῖν δὲ Μυρρίνην τὴν πολυτελεστάτην ἑταίραν, ἐν Πειραιεῖ δʼ ἔχειν Ἀρισταγόραν, ἐν Ἐλευσῖνι δʼ ἐν τοῖς ἰδίοις κτήμασι Φίλαν τὴν Θηβαίαν, εἴκοσι μνῶν λυτρωσάμενος. ἐποιεῖτό τε τὸν περίπατον ἐν τῇ ἰχθυοπώλιδι ὁσημέραι. ὡς εἰκὸς δέ, καὶ δίκῃ Φρύνῃ τῇ ἑταίρᾳ ἀσεβεῖν κρινομένῃ συνεξητάσθη· αὐτὸς γὰρ τοῦτο ἐν ἀρχῇ τοῦ λόγου δηλοῖ· μελλούσης δʼ αὐτῆς ἁλίσκεσθαι, παραγαγὼν εἰς μέσον καὶ περιρρήξας τὴν ἐσθῆτα ἐπέδειξε τὰ στέρνα τῆς γυναικός· καὶ τῶν δικαστῶν εἰς τὸ
κάλλος ἀπιδόντων, ἀφείθη. συνετίθει δʼ ἡσυχῆ κατὰ τοῦ Δημοσθένους ἐγκλήματα, ὡς καὶ φωραθῆναι· νοσοῦντος γὰρ τοῦ Ὑπερείδου, ἥκοντα εἰς τὴν οἰκίαν τὸν Δημοσθένη ὡς ἐπισκεψόμενον καταλαβεῖν κατέχοντα τὸ καθʼ αὑτοῦ βιβλίον· τούτου δʼ ἀγανακτοῦντος, εἶπε φίλον μὲν ὄντα οὐδὲν λυπήσει, ἐχθρὸν δὲ γενόμενον κωλύσει τι κατʼ ἐμοῦ πρᾶξαι ἐψηφίσατο δὲ καὶ τιμὰς Ἰόλᾳ τῷ δοκοῦντι Ἀλεξάνδρῳ τὸ φάρμακον δοῦναι. ἐκοινώνησε δὲ καὶ Λεωσθένει τοῦ Λαμιακοῦ πολέμου, καὶ ἐπὶ τοῖς πεσοῦσιν εἶπε τὸν ἐπιτάφιον θαυμασίως Φιλίππου δὲ πλεῖν ἐπʼ Εὐβοίας παρεσκευασμένου καὶ τῶν Ἀθηναίων εὐλαβῶς ἐχόντων, τεσσαράκοντα τριήρεις ἤθροισεν ἐξ ἐπιδόσεως καὶ πρῶτος ὑπὲρ αὑτοῦ καὶ τοῦ παιδὸς ἐπέδωκε δύο τριήρεις. συστάντος δὲ πρὸς Δηλίους ἀμφισβητήματος, ποτέρους δεῖ προΐστασθαι τοῦ ἱεροῦ, αἱρεθέντος Αἰσχίνου συνειπεῖν, ἡ ἐξ Ἀρείου πάγου βουλὴ Ὑπερείδην ἐχειροτόνησεν καὶ ἔστιν ὁ λόγος Δηλιακὸς ἐπιγεγραμμένος, ἐπρέσβευσε δὲ καὶ πρὸς Ῥοδίους. ἡκόντων δὲ καὶ παρʼ Ἀντιπάτρου πρέσβεων, ἐπαινούντων τὸν Ἀντίπατρον ὡς χρηστόν, ἀπαντήσας· αὐτοῖς εἶπεν οἴδαμεν ὅτι χρηστὸς ὑπάρχει, ἀλλʼ ἡμεῖς γʼ οὐ δεόμεθα χρηστοῦ δεσπότου. λέγεται δʼ ἄνευ ὑποκρίσεως δημηγορῆσαι καὶ μόνον διηγεῖσθαι τὰ πραχθέντα καὶ τούτοις
οὐκ ἐνοχλεῖν τοὺς δικαστάς. ἐπέμφθη δὲ καὶ πρὸς Ἠλείους ἀπολογησόμενος ὑπὲρ Καλλίππου τοῦ ἀθλητοῦ, ἔχοντος αἰτίαν φθεῖραι τὸν ἀγῶνα, καὶ ἐνίκησε. γραψάμενος δὲ καὶ τὴν Φωκίωνος δωρεάν, ἣν εἶπε Μειδίας Μειδίου Ἀναγυράσιος ἐπὶ Ξενίου ἄρχοντος, Γαμηλιῶνος ἑβδόμῃ φθίνοντος, ἡττήθη.