Vitae decem oratorum

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.

Δείναρχος Σωκράτους ἢ Σωστράτου, ὡς μέν τινες ἐγχώριος, ὡς δέ τισι δοκεῖ Κορίνθιος, ἀφικόμενος εἰς Ἀθήνας ἔτι νέος, καθʼ ὃν χρόνον Ἀλέξανδρος ἐπῄει τὴν Ἀσίαν, κατοικήσας αὐτόθι ἀκροατὴς μὲν ἐγένετο Θεοφράστου τοῦ διαδεξαμένου τὴν Ἀριστοτέλους διατριβήν, ὡμίλησε δὲ καὶ Δημητρίῳ τῷ Φαληρεῖ· μάλιστα δὲ προσῄει τῷ πολιτεύεσθαι μετὰ τὴν Ἀντιπάτρου τελευτήν, τῶν μὲν ἀνῃρημένων ῥητόρων τῶν δὲ πεφευγότων. φίλος δὲ Κασάνδρῳ γενόμενος, ὡς ἐπὶ πλεῖστον προέκοψε χρήματα τῶν λόγων εἰσπραττόμενος, οὓς τοῖς δεομένοις συνέγραφεν· ἀντετάξατο δὲ πρὸς τοὺς ἐπιφανεστάτους τῶν ῥητόρων, οὐκ εἰς δῆμον παριών· οὐ γὰρ οἷὸς τʼ ἦν· ἀλλὰ τοῖς ἐναντιουμένοις λόγους συγγράφων· καὶ ἐπεὶ Ἅρπαλος διέδρα, πλείους λόγους συνέγραψε κατὰ τῶν αἰτίαν λαβόντων δωροδοκῆσαι,

καὶ τούτους τοῖς κατηγόροις ἐξέδωκε. χρόνῳ δʼ ὕστερον αἰτιαθεὶς εἰς λόγους παραγίνεσθαι Ἀντιπάτρῳ καὶ Κασάνδρῳ περὶ τὴν κατάληψιν τῆς Μουνυχίας, ἡνίκα ὑπʼ Ἀντιγόνου καὶ Δημητρίου ἐφρουρήθη ἐπʼ Ἀναξικράτους ἄρχοντος, ἐξαργυρισάμενος τὰ πλεῖστα τῆς οὐσίας ἔφυγεν εἰς Χαλκίδα. διατρίψας δʼ ἐπὶ τῆς φυγῆς ὡς πεντεκαίδεκα ἔτη, καὶ πολλὴν οὐσίαν κτησάμενος κατῆλθε, πραξάντων αὐτῷ τὴν κάθοδον τῶν περὶ Θεόφραστον ἅμα τοῖς ἄλλοις φυγάσι. καταλύσας δὲ παρὰ Προξένῳ ἑταίρῳ αὐτοῦ καὶ τὸ χρυσίον ἀπολέσας, ἤδη γηραιὸς ὢν καὶ τὰς ὁράσεις ἀσθενής, οὐ βουλομένου τοῦ Προξένου ἀναζητεῖν, λαγχάνει αὐτῷ δίκην καὶ τότε πρῶτον εἶπεν ἐν δικαστηρίῳ. σῴζεται δʼ αὐτοῦ καὶ ὁ λόγος. φέρονται δʼ αὐτοῦ καὶ λόγοι γνήσιοι ἑξήκοντα τέσσαρες· τούτων ἔνιοι παραλαμβάνονται ὡς Ἀριστογείτονος. ζηλωτὴς δʼ ἐγένετο Ὑπερείδου ἢ ὥς τινες διὰ τὸ παθητικὸν Δημοσθένους καὶ τὸ σφοδρόν· τῶν σχημάτων δʼ αὐτοῦ μιμητὴς ὑπάρχει.