Vitae decem oratorum

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.

Δημοσθένης Δημοσθένους καὶ Κλεοβούλης τῆς Γύλωνος θυγατρός, τῶν δὲ δήμων Παιανιεύς, καταλειφθεὶς; ὑπὸ τοῦ πατρὸς ἐτῶν ἑπτὰ μετʼ ἀδελφῆς πενταέτιδος τὸν μὲν τῆς ὀρφανίας χρόνον παρὰ τῇ

μητρὶ διῆγε, σχολάζων Ἰσοκράτει ὥς τινες ἔφασαν, ὡς δʼ οἱ πλεῖστοι Ἰσαίῳ τῷ Χαλκιδεῖ, ὃς ἦν Ἰσοκράτους μαθητής, διάγοντι ἐν Ἀθήναις, ζηλῶν Θουκυδίδην καὶ Πλάτωνα τὸν φιλόσοφον, ᾧ τινες εἶπον προηγουμένως αὐτὸν σχολάσαι. ὡς δʼ Ἡγησίας ὁ Μάγνης φησίν, ἐδεήθη τοῦ παιδαγωγοῦ, ἵνα Καλλιστράτου Ἐμπέδου Ἀφιδναίου, ῥήτορος δοκίμου καὶ ἱππαρχήσαντος καὶ ἀναθέντος τὸν βωμὸν τῷ Ἑρμῇ τῷ ἀγοραίῳ, μέλλοντος ἐν τῷ δήμῳ λέγειν, ἀκούσῃ ἀκούσας δʼ ἐραστὴς ἐγένετο τῶν λόγων. καὶ τούτου μὲν ἐπʼ ὀλίγον ἤκουσεν, ἕως ἐπεδήμει. ἐπειδὴ δʼ ὁ μὲν ἔφυγεν εἰς Θρᾴκην ὁ δʼ ἐγεγόνει ἐξ ἐφήβων; τηνικαῦτα παρέβαλεν Ἰσοκράτει καὶ Πλάτωνι· εἶτα καὶ Ἰσαῖον ἀναλαβὼν εἰς τὴν οἰκίαν τετραετῆ χρόνον αὑτὸν διεπόνησε, μιμούμενος αὐτοῦ τοὺς λόγους. ὡς δὲ Κτησίβιός φησιν ἐν τῷ περὶ φιλοσοφίας, διὰ Καλλίου τοῦ Συρακουσίου πορίσας τοὺς Ζήθου τοῦ Ἀμφιπολίτου λόγους, διὰ δὲ Χαρικλέους τοῦ Καρυστίου τοὺς Ἀλκιδάμαντος, διέλαβεν αὐτούς. τελειωθεὶς δέ, ἐλάττω παρὰ τῶν ἐπιτρόπων παραλαβών, ἔκρινεν αὐτοὺς ἐπιτροπῆς ἐπὶ Τιμοκράτους ἄρχοντος, τρεῖς ὄντας, Ἄφοβον Θηριππίδην
Δημοφῶντα ἢ Δημέαν καὶ μάλιστα τούτου κατηγόρησεν ἀδελφοῦ τῆς μητρὸς ὄντος, δέκα τάλαντα τίμημα ἑκάστῃ τῶν δικῶν ἐπιγραψάμενος· καὶ εἷλεν αὐτούς τῆς δὲ καταδίκης οὐδὲν ἐπράξατο, τοὺς μὲν ἀφεὶς ἀργυρίου τοὺς δὲ καὶ χάριτος. Ἀριστοφῶντος δʼ ἤδη τὴν προστασίαν διὰ γῆρας καταλιπόντος, καὶ χορηγὸς ἐγένετο. Μειδίαν δὲ τὸν Ἀναγυράσιον πλήξαντα αὐτὸν ἐν τῷ θεάτρῳ χορηγοῦντα εἰς κρίσιν καταστήσας, λαβὼν τρισχιλίας ἀφῆκε τῆς δίκης λέγουσι δʼ αὐτὸν ἔτι νέον ὄντα εἰς σπήλαιον ἀπιέναι κἀκεῖ φιλολογεῖν τὸ ἣμισυ τῆς κεφαλῆς; ξυράμενον, ἵνα μὴ προέρχοιτο· καὶ ἐπὶ στενῆς κλίνης κοιμᾶσθαι, ἵνα διὰ ταχέων ἀνίστηται· τό τε ῥῶ μὴ δυνάμενον λέγειν ἐκπονῆσαι, καὶ τὸν ὦμον ἐν τῷ μελετᾶν κινοῦντα ἀπρεπῶς καταπαῦσαι, παραρτήσαντα ὀβελίσκον ἢ ὥς τινες ξιφίδιον ἐκ τῆς ὀροφῆς, ἵνα φοβούμενος ἠρεμοίη. προβαίνοντα δὲ κατὰ τὴν τῶν λόγων ἰσχὺν ἔσοπτρον ἰσομέγεθες αὑτῷ κατασκευάσαι καὶ πρὸς τοῦτο ἀφορῶντα μελετᾶν, ἵνʼ ἐπανορθώσηται τὰ ἐλλείποντα· καὶ κατιόντα ἐπὶ τὸ Φαληρικὸν πρὸς τὰς τῶν κυμάτων ἐμβολὰς τὰς σκέψεις ποιεῖσθαι, ἵνʼ, εἴ ποτε θορυβοίη ὁ δῆμος, μὴ ἐκσταίη · τοῦ δὲ πνεύματος αὐτῷ ἐνδέοντος, Νεοπτολέμῳ τῷ ὑποκριτῇ μυρίας δοῦναι, ἵνʼ ὅλας
περιόδους ἀπνεύστως λέγῃ. ἐπεὶ δὲ τῷ πολιτεύεσθαι προσῆλθεν, εἰς δύο διῃρημένων τῶν ἐν τῇ πόλει, καὶ τῶν μὲν φιλιππιζόντων τῶν δʼ ὑπὲρ τῆς ἐλευθερίας δημηγορούντων, τὴν τῶν ἀντιπολιτευομένων Φιλίππῳ τάξιν εἵλετο· καὶ διὰ παντὸς τοῦ χρόνου διετέλεσε συμβουλεύων τοῖς κινδυνεύουσιν ὑπὸ Φιλίππῳ γενέσθαι βοηθεῖν, συμπολιτευόμενος Ὑπερείδῃ Ναυσικλεῖ Πολυεύκτῳ Διοτίμῳ· διὸ καὶ συμμάχους τοῖς Ἀθηναίοις ἐποίησε Θηβαίους Εὐβοεῖς Κερκυραίους Κορινθίους Βοιωτούς, καὶ πολλοὺς ἄλλους πρὸς τούτοις. ἐκπεσὼν δὲ ποτʼ ἐπὶ τῆς ἐκκλησίας καὶ ἀθυμῶν ἐβάδιζεν οἴκοι· συντυχὼν δʼ αὐτῷ Εὔνομος ὁ Θριάσιος πρεσβύτης ἤδη ὢν προετρέψατο τὸν Δημοσθένη, μάλιστα δʼ ὁ ὑποκριτὴς Ἀνδρόνικος εἰπὼν ὡς οἱ μὲν λόγοι καλῶς ἔχοιεν λείποι δʼ αὐτῷ τὰ τῆς ὑποκρίσεως, ἀπεμνημόνευσέ τε τῶν ἐπὶ τῆς ἐκκλησίας ὑπʼ αὐτοῦ λελεγμένων· καὶ δὴ πιστεύσαντα τὸν Δημοσθένη παραδοῦναι αὑτὸν τῷ Ἀνδρονίκῳ. ὅθεν ἐρομένου αὐτὸν τινος τί πρῶτον ἐν ῥητορικῇ, εἶπεν ὑπόκρισις καὶ τί δεύτερον ὑπόκρισις· καὶ τί τρίτον ὑπόκρισισ. προελθὼν δὲ πάλιν εἰς τὰς ἐκκλησίας, νεωτερικῶς τινα λέγων διεσύρετο, ὡς κωμῳδηθῆναι αὐτὸν ὑπʼ Ἀντιφάνους καὶ Τιμοκλέους
  1. μὰ γῆν μὰ κρήνας μὰ ποταμοὺς μὰ νάματα
ὀμόσας δὲ τοῦτον τὸν τρόπον ἐν τῷ δήμῳ θόρυβον ἐκίνησεν. ὤμνυε δὲ καὶ τὸν Ἀσκληπιόν, προπαροξύνων Ἀσκλήπιον· καὶ παρεδείκνυεν 1 αὑτὸν ὀρθῶς λέγοντα· εἶναι γὰρ τὸν θεὸν ἤπιον· καὶ ἐπὶ τούτῳ πολλάκις ἐθορυβήθη. σχολάσας δʼ Εὐβουλίδῃ τῷ διαλεκτικῷ Μιλησίῳ ἐπηνωρθώσατο πάντα. γενόμενος δὲ καὶ ἐν τῇ Ὀλυμπιακῇ πανηγύρει καὶ ἀκούσας Λαμάχου τοῦ Τερειναίου Φιλίππου καὶ Ἀλεξάνδρου ἐγκώμιον ἀναγινώσκοντος Θηβαίων δὲ καὶ Ὀλυνθίων κατατρέχοντος, παραναστὰς ἀρχαίων ποιητῶν μαρτυρίας προηνέγκατο περὶ τῶν Θηβαίοις καὶ Ὀλυνθίοις καλῶς πραχθέντων, ὡς παύσασθαί τε τὸ λοιπὸν τὸν Λάμαχον καὶ φυγεῖν ἐκ τῆς πανηγύρεως Φίλιππον δὲ πρὸς τοὺς ἀναφέροντας αὐτῷ τὰς κατʼ αὐτοῦ δημηγορίας εἰπεῖν ὅτι καὶ αὐτὸς ἂν ἀκούων λέγοντος Δημοσθένους ἐχειροτόνησα τὸν ἄνδρα πρὸς τὸν κατʼ ἐμοῦ πόλεμον ἐκάλει δὲ τοὺς μὲν αὐτοῦ λόγους ὁμοίους τοῖς στρατιώταις διὰ τὴν πολεμικὴν δύναμιν, τοὺς δʼ Ἰσοκράτους τοῖς ἀθληταῖς· τέρψιν γὰρ παρέχειν αὐτοὺς θεατρικήν. ἑπτὰ δὲ. καὶ τριάκοντα ἔτη γεγονώς, λογιζομένοις ἀπὸ Δεξιθέου εἰς Καλλίμαχον, ἐφʼ οὗ πρὸς Ὀλυνθίων ἧκε πρεσβεία περὶ τῆς βοηθείας, ἐπεὶ ἐπιέζοντο ὑπὸ Φιλίππου τῷ πολέμῳ, ἔπεισεν ἐκπέμψαι τὴν βοήθειαν· τῷ δʼ ἑξῆς, ἐφʼ οὗ Πλάτων ἐτελεύτησε, Φίλιππος Ὀλυνθίους κατεστρέψατο. ἔγνω δʼ αὐτὸν καὶ Ξενοφῶν ὁ Σωκρατικὸς ἢ ἀρχόμενον ἢ ἀκμάζοντα· τῷ μὲν γὰρ τὰ
Ἑλληνικὰ ἐτελεῖτο τὰ περὶ τὴν ἐν Μαντινείᾳ μάχην, ἄρχοντα δὲ Χαρικλείδην ὁ δὲ πρότερον ἐπὶ Τιμοκράτους εἷλε τοὺς ἐπιτρόπους. φεύγοντος δʼ Αἰσχίνου μετὰ τὴν καταδίκην, ἵππῳ κατεδίωξεν αὐτόν· τοῦ δʼ οἰηθέντος αὐτὸν συλλαμβάνεσθαι καὶ προσπεσόντος καὶ συγκαλυψαμένου, ἀναστήσας αὐτὸν παρεμυθήσατο καὶ τάλαντον ἔδωκεν ἀργυρίου. καὶ συνεβούλευσε δὲ τῷ δήμῳ ξενικὸν ἐν Θάσῳ τρέφειν, καὶ ἐπὶ τούτῳ τριηράρχης ἐξέπλευσε. σιτώνης δὲ γενόμενος καὶ κατηγορηθεὶς κλοπῆς ἀφείθη. Φιλίππου δʼ Ἐλάτειαν καταλαβομένου καὶ αὐτὸς τοῖς ἐν Χαιρωνείᾳ μαχεσαμένοις συνεξῆλθεν ὅτε καὶ δοκεῖ τὴν τάξιν λιπεῖν, φεύγοντος δʼ αὐτοῦ βάτον ἐπιλαβέσθαι τῆς χλαμύδος, τὸν δʼ ἐπιστραφέντα εἰπεῖν ζώγρει. εἶχε δὲ καὶ ἐπίσημον ἐπὶ τῆς ἀσπίδος ἀγαθῇ τύχῃ εἶπε μέντοι τὸν ἐπιτάφιον ἐπὶ τοῖς πεσοῦσι. μετὰ δὲ ταῦτα πρὸς τὴν ἐπισκευὴν τῆς πόλεως τῇ ἐπιμελείᾳ προσελθὼν καὶ τῶν τειχῶν ἐπιμελητὴς χειροτονηθεὶς ἀπὸ τῆς ἰδίας οὐσίας εἰσήνεγκε τὸ ἀναλωθὲν ἀργύριον, μνᾶς ἑκατόν ἐπέδωκε δὲ καὶ θεωροῖς μυρίας τριήρους τʼ ἐπιβὰς περιέπλευσε τοὺς συμμάχους ἀργυρολογῶν. ἐφʼ οἷς πολλάκις ἐστεφανώθη, πρότερον μὲν ὑπὸ
Δημομελοῦς Ἀριστονίκου Ὑπερείδου χρυσῷ στεφάνῳ, τελευταῖον δʼ ὑπὸ Κτησιφῶντος· καὶ γραφέντος τοῦ ψηφίσματος παρανόμων ὑπὸ Διοδότου καὶ Αἰσχίνου, ἀπολογούμενος ἐνίκησεν, ὥστε τὸ πέμπτον μέρος τῶν ψήφων τὸν διώκοντα μὴ μεταλαβεῖν. ὕστερον δʼ Ἀλεξάνδρου ἐπὶ τὴν Ἀσίαν στρατευομένου καὶ φυγόντος Ἁρπάλου μετὰ χρημάτων εἰς Ἀθήνας, τὸ μὲν πρῶτον ἐκώλυσεν αὐτὸν εἰσδεχθῆναι· ἐπειδὴ δʼ εἰσέπλευσε, λαβὼν Δαρεικοὺς χιλίους μετετάξατο· βουλομένων τʼ Ἀθηναίων Ἀντιπάτρῳ παραδοῦναι τὸν ἄνθρωπον ἀντεῖπεν, ἔγραψὲ τʼ ἀποθέσθαι τὰ χρήματα εἰς ἀκρόπολιν μηδὲ τῷ δήμῳ τὸν ἀριθμὸν εἰπόντα· φήσαντος δʼ Ἁρπάλου ἑπτακόσια συγκατακομίσαι τάλαντα τὰ ἀνενεχθέντα εἰς τὴν ἀκρόπολιν, εὑρέθη τριακόσια καὶ πεντήκοντα ἢ ὀλίγῳ πλείονα ὥς φησι Φιλόχορος· μετὰ δὲ ταῦτα φυγόντος Ἁρπάλου ἐκ τοῦ δεσμωτηρίου, ἐν ᾧ ἐφυλάσσετο, μέχρις ἂν ἀφίκηταί τις παρʼ Ἀλεξάνδρου, καὶ πορευθέντος εἰς τὴν Κρήτην ἢ ὡς ἔνιοι ἐπὶ Ταίναρον τῆς Λακωνικῆς, αἰτίαν ἔσχεν ὁ Δημοσθένης δωροδοκίας, ὡς διὰ τοῦτο μήτε τὸν τῶν ἀνακομισθέντων μεμηνυκὼς μήτε τὴν τῶν φυλασσόντων ἀμέλειαν.
εἰσαχθεὶς δʼ εἰς δικαστήριον ὑπὸ Ὑπερείδου Πυθέου Μενεσαίχμου Ἱμεραίου Πατροκλέους, οἳ ἐποίησαν καταγνῶναι αὐτοῦ τὴν ἐξ Ἀρείου πάγου βουλήν, καὶ ἁλοὺς ἔφυγε, πενταπλασίονα ἀποτῖσαι μὴ δυνάμενος ʽ εἶχε δʼ αἰτίαν τριάκοντα τάλαντα λαβεῖν̓, ἢ ὡς ἔνιοι οὐχ ὑπομείνας τὴν κρίσιν. μετὰ δὲ τοῦτον τὸν χρόνον τῶν Ἀθηναίων Πολύευκτον πεμψάντων πρεσβευτὴν πρὸς τὸ κοινὸν τῶν Ἀρκάδων, ὥστʼ ἀποστῆναι αὐτοὺς τῆς τῶν Μακεδόνων συμμαχίας, καὶ τοῦ Πολυεύκτου πεῖσαι μὴ δυναμένου, ἐπιφανεὶς Δημοσθένης καὶ συνειπὼν ἔπεισεν. ἐφʼ ᾧ θαυμασθεὶς μετὰ χρόνον τινὰ κάθοδον εὕρατο, ψηφίσματος γραφέντος καὶ τριήρους ἀποσταλείσης. τῶν δʼ Ἀθηναίων ψηφισαμένων οἷς ὤφειλε τριάκοντα ταλάντοις κοσμῆσαι αὐτὸν τὸν βωμὸν τοῦ σωτῆρος Διὸς ἐν Πειραιεῖ καὶ ἀφεῖσθαι, τοῦτο γράψαντος τὸ ψήφισμα Δήμωνος Παιανιέως, ὃς ἦν ἀνεψιὸς αὐτῷ, πάλιν ἐπὶ τούτοις ἦν πολιτευόμενος. Ἀντιπάτρου δʼ εἰς Λάμειαν ὑπὸ τῶν Ἑλλήνων συγκλεισθέντος τῶν Ἀθηναίων εὐαγγέλια θυόντων, πρός τινα τῶν ἑταίρων Ἀγησίστρατον ἔφη οὐ τὴν αὐτὴν γνώμην ἔχειν τοῖς ἄλλοις περὶ τῶν πραγμάτων ἐπίσταμαι γάρ εἰπεῖν τοὺς Ἕλληνας στάδιον μὲν πολεμεῖν καὶ εἰδότας καὶ δυναμένους, δόλιχον δʼ
οὐκέτι Φάρσαλον δʼ ἑλόντος Ἀντιπάτρου καὶ, πολιορκήσειν ἀπειλοῦντος Ἀθηναίους, εἰ μὴ τοὺς ῥήτορας ἐκδοίησαν, καταλιπὼν ὁ Δημοσθένης τὴν πόλιν ἔφυγε πρῶτον μὲν εἰς Αἴγιναν ἐπὶ τὸ Αἰάκειον καθεδούμενος, φοβηθεὶς δʼ εἰς Καλαυρίαν μετέστη. ἐκδιδόναι δὲ τοὺς ῥήτορας τῶν Ἀθηναίων ψηφισαμένων κἀκεῖνον, καθέζετο ἱκέτης ἐν τῷ τοῦ Ποσειδῶνος ἱερῷ· ἐλθόντος δʼ ἐπʼ αὐτὸν Ἀρχίου τοῦ Φυγαδοθήρου ἐπικαλουμένου, ὃς παρέβαλεν Ἀναξιμένει τῷ ῥήτορι καὶ πείθοντος αὐτὸν ἀναστῆναι, ὡς φίλον Ἀντιπάτρῳ γενησόμενον, εἶπεν ὅτι οὔτε, ὅτε ἐτραγῴδεις, ἔπειθές με οὔτε νῦν πείσεις συμβουλεύων τοῦ δʼ ἐπιχειροῦντος βιάζεσθαι, ἐκώλυσαν αὐτὸν οἱ κατὰ τὴν πόλιν· καὶ Δημοσθένης ἔφη οὐ σωτηρίας δεόμενος κατέφυγον εἰς Καλαυρίαν, ἀλλʼ ὡς ἐλέγξων Μακεδόνας καὶ τὰ τῶν θεῶν βιασομένους,· αἰτήσας τε γραμματεῖον ἔγραψεν, ὡς μὲν Δημήτριος ὁ Μάγνης φησί, τὸ ἐπὶ τῆς εἰκόνος αὐτοῦ ἐλεγεῖον, ἐπιγεγραμμένον ὑπὸ τῶν Ἀθηναίων ὕστερον
  1. εἴπερ ἴσην ῥώμην γνώμῃ, Δημόσθενες, ἔσχες,
  2. οὔποτʼ ἂν Ἑλλήνων ἦρξεν Ἄρης Μακεδών.
κεῖται δʼ ἡ εἰκὼν πλησίον τοῦ περισχοινίσματος καὶ τοῦ βωμοῦ τῶν δώδεκα θεῶν, ὑπὸ Πολυεύκτου πεποιημένη. ὡς δʼ ἔνιοί φασι, τοῦτο εὑρέθη
γεγραμμένον Δημοσθένης Ἀντιπάτρῳ χαίρειν ἀποθανεῖν δʼ αὐτὸν Φιλόχορος μέν φησι φάρμακον πιόντα Σάτυρος δʼ ὁ συγγραφεὺς τὸν κάλαμον πεφαρμάχθαι, ᾧ γράφειν ἤρξατο τὴν ἐπιστολήν, οὗ γευσάμενον ἀποθανεῖν· Ἐρατοσθένης δʼ ἐκ πολλοῦ δεδοικότα Μακεδόνας περὶ τῷ βραχίονι κρίκον περικεῖσθαι πεφαρμαγμένον. εἰσὶ δʼ οἵ φασι συσχόντα αὐτὸν τὸ πνεῦμα ἀποθανεῖν· οἱ δʼ εἶπον τοῦ κατὰ τὴν σφραγῖδα φαρμάκου γευσάμενον. ἐβίω δʼ ὡς μὲν οἱ τὰ πλείω λέγουσιν ἔτη ἑβδομήκοντα, ὡς δʼ οἱ τὰ ἐλάττω, ἑπτὰ καὶ ἑξήκοντα. ἐπολιτεύσατο δὲ δύο καὶ εἴκοσιν. ἡνίκα δὲ Φίλιππος ἐτεθνήκει, λαμπρὰν ἐσθῆτα προῆλθεν ἔχων, καίτοι τῆς θυγατρὸς αὐτοῦ νεωστὶ τετελευτηκυίας, ἐφηδόμενος τῷ τοῦ Μακεδόνος θανάτῳ. συνήργησε δὲ καὶ Θηβαίοις πρὸς Ἀλέξανδρον πολεμοῦσι καὶ τοὺς ἄλλους Ἕλληνας ἐπέρρωσεν ἀεί· διόπερ Θήβας κατασκάψας ἐξῄτει παρʼ Ἀθηναίων Ἀλέξανδρος αὐτόν, ἀπειλῶν, εἰ μὴ δοίησαν. στρατευομένῳ δʼ αὐτῷ ἐπὶ Πέρσας καὶ αἰτοῦντι ναυτικὸν παρʼ Ἀθηναίων ἀντεῖπεν, ἄδηλον εἰπών, εἰ οὐ κατὰ τῶν παρασχόντων χρήσεται. κατέλιπε δὲ δύο παῖδας ἐκ μιᾶς γυναικὸς τῶν εὐδοκίμων, Ἡλιοδώρου τινὸς θυγατρός· θυγατέρα δὲ μίαν ἔσχεν, ἣ παῖς ἔτι οὖσα πρὸ γάμου ἐτελεύτησεν εἶχε δὲ καὶ ἀδελφήν, ἐξ ἧς καὶ Λάχου
Λευκονοέως ἀδελφιδοῦς αὐτῷ Δημοχάρης ἐγένετο, ἀνὴρ καὶ κατὰ πόλεμον ἀγαθὸς καὶ κατὰ τοὺς πολιτικοὺς λόγους οὐδενὸς χείρων. ἔστι δʼ αὐτοῦ εἰκὼν ἐν τῷ πρυτανείῳ εἰσιόντων πρὸς τὴν ἑστίαν ἐν δεξιᾷ ὁ πρῶτος περιεζωσμένος ἅμα τῷ ἱματίῳ καὶ ξίφος· οὕτω γὰρ · δημηγορῆσαι λέγεται, ἡνίκα Ἀντίπατρος ἐξῄτει τοὺς ῥήτορας. χρόνῳ δʼ ὕστερον Ἀθηναῖοι σίτησὶν τʼ ἐν πρυτανείῳ τοῖς συγγενέσι τοῦ Δημοσθένους ἔδοσαν καὶ αὐτῷ τετελευτηκότι τὴν εἰκόνα ἀνέθεσαν ἐν ἀγορᾷ ἐπὶ Γοργίου ἄρχοντος, αἰτησαμένου αὐτῷ τὰς δωρεὰς τοῦ ἀδελφιδοῦ Δημοχάρους· ᾧ καὶ αὐτῷ πάλιν ὁ υἱὸς Λάχης ·. Δημοχάρους Λευκονοεὺς ᾐτήσατο δωρεὰς ἐπὶ Πυθαράτου ἄρχοντος, δεκάτῳ ὕστερον ἔτει, εἰς τὴν τῆς εἰκόνος στάσιν ἐν ἀγορᾷ καὶ σίτησιν ἐν πρυτανείῳ αὐτῷ τε καὶ ἐκγόνων ἀεὶ τῷ πρεσβυτάτῳ καὶ προεδρίαν ἐν ἅπασι τοῖς ἀγῶσι. καὶ ἔστι τὰ ψηφίσματα ὑπὲρ ἀμφοτέρων ἀναγεγραμμένα, ἡ δʼ εἰκὼν τοῦ Δημοχάρους εἰς τὸ πρυτανεῖον μετεκομίσθη, περὶ ἧς προείρηται. φέρονται δʼ αὐτοῦ λόγοι γνήσιοι ἑξήκοντα πέντε. φασὶ δέ τινες καὶ ἀσώτως αὐτὸν βιῶναι, γυναικείαις τʼ ἐσθῆσι χρώμενον καὶ κωμάζοντα ἑκάστοτε, ὅθεν Βάταλον ἐπικληθῆναι· οἱ δʼ ὑποκοριστικῶς ἀπὸ τοῦ ὀνόματος τῆς τροφοῦ λέγουσιν αὐτὸν οὕτω λελοιδορῆσθαι. Διογένης δʼ ὁ κύων θεασάμενος αὐτὸν ποτʼ ἐν
καπηλείῳ αἰσχυνόμενον καὶ ὑποχωροῦντα, εἶπεν ὅσῳ μᾶλλον ὑποχωρεῖς, τοσούτῳ μᾶλλον ἐν τῷ καπηλείῳ ἔσῃ. ἔλεγε δʼ αὐτὸν παρασκώπτων ἐν μὲν τοῖς λόγοις Σκύθην εἶναι, ἐν δὲ ταῖς μάχαις ἀστικόν. ἔλαβε δὲ καὶ παρʼ Ἐφιάλτου χρυσίον ἑνὸς τῶν δημαγωγῶν, ὃς πρεσβεύσας πρὸς βασιλέα χρήματα φέρων ἧκε λάθρα, ὅπως διανείμας τοῖς δημαγωγοῖς τὸν πρὸς Φίλιππον ἐξάψῃ πόλεμον· καὶ ἰδίᾳ αὐτὸν δωροδοκῆσαι παρὰ βασιλέως φασὶ δαρεικοὺς τρισχιλίους. Ἀναξίλαν δέ τινα Ὠρείτην, ξένον αὐτοῦ γεγονότα, συλλαβὼν ἐβασάνιζεν ὡς κατάσκοπον, οὐδὲν δʼ ἐξειπόντα ἐψηφίσατο τοῖς ἕνδεκα παραδοῦναι. λέγειν δέ ποτε κωλυόμενος ὑπʼ Ἀθηναίων ἐν ἐκκλησίᾳ βραχὺ ἔφη βούλεσθαι πρὸς αὐτοὺς εἰπεῖν, τῶν δὲ σιωπησάντων νεανίας εἶπε θέρους ὥρᾳ ἐμισθώσατο ἐξ ἄστεος, ὄνον Μέγαράδε· μεσούσης δὲ τῆς ἡμέρας καὶ σφοδρῶς φλέγοντος τοῦ ἡλίου, ἑκάτερος αὐτῶν ἐβούλετο ὑποδύεσθαι ὑπὸ τὴν σκιὰν εἶργον δʼ ἀλλήλους, ὁ μὲν μεμισθωκέναι τὸν ὄνον οὐ τὴν σκιὰν λέγων, ὁ δὲ μεμισθωμένος τὴν πᾶσαν ἔχειν ἐξουσίαν· καὶ ταῦτʼ εἰπὼν ἀπῄει. τῶν δʼ Ἀθηναίων ἐπισχόντων καὶ δεομένων πέρας ἐπιθεῖναι τῷ λόγῳ, εἶθʼ ὑπὲρ μὲν ὄνου σκιᾶς ἔφη βούλεσθε ἀκούειν, λέγοντος, δὲ ὑπὲρ σπουδαίων πραγμάτων οὐ βούλεσθε; Πώλου
δέ ποτε τοῦ ὑποκριτοῦ πρὸς αὐτὸν εἰπόντος, ὅτι δυσὶν ἡμέραις ἀγωνισάμενος τάλαντον λάβοι μισθὸν ἐγὼ δʼ εἶπε πέντε τάλαντα, μίαν ἡμέραν σιωπήσας. παραφθαρεὶς δὲ τὴν φωνὴν ἐν ἐκκλησίᾳ καὶ θορυβηθεὶς τοὺς ὑποκριτὰς ἔφη δεῖν κρίνειν ἐκ τῆς φωνῆς τοὺς δὲ ῥήτορας ἐκ τῆς γνώμης. ὀνειδίσαντος δʼ αὐτὸν Ἐπικλέους ὅτι ἀεὶ σκέπτοιτο, αἰσχυνοίμην γὰρ ἄν εἶπεν εἰ τηλικούτῳ δήμῳ συμβουλεύων αὐτοσχεδιάζοιμι ἱστοροῦσι δʼ ὡς οὐδὲ λύχνον ἔσβεσεν, ἄχρι πεντήκοντα ἐτῶν ἐγένετο, διακριβῶν τοὺς λόγους. αὐτὸς δέ φησιν ὑδροποσίᾳ χρήσασθαι. ἔγνω δʼ αὐτὸν καὶ Λυσίας ὁ ῥήτωρ καὶ Ἰσοκράτης εἶδε πολιτευόμενον ἄχρι τῆς ἐν Χαιρωνείᾳ μάχης, καί τινες τῶν Σωκρατικῶν φιλοσόφων. τοὺς δὲ πλείστους λόγους εἶπεν αὐτοσχεδιάσας, εὖ πρὸς αὐτὸ πεφυκώς. πρῶτος δʼ ἔγραψε στεφανωθῆναι αὐτὸν χρυσῷ στεφάνῳ Ἀριστόνικος; Νικοφάνους Ἀναγυράσιος, ὑπωμόσατο δὲ Διώνδας.