Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

οὐκοῦν εἶπεν ὁ πατήρ ἐπεὶ παρακεκινήκαμεν τὸν Ἀριστοτέλη, καὶ περὶ τῶν ἀκροθωράκων τι καλουμένων ἴδιον ἐπιχειρήσομεν εἰπεῖν· οὐ γὰρ

ἱκανῶς μοι δοκεῖ, καίπερ ὀξύτατος ὢν ἐν τοῖς τοιούτοις ζητήμασι, διηκριβωκέναι τὴν αἰτίαν. φησὶ γὰρ οἶμαι τοῦ μὲν νήφοντος εὖ καὶ κατὰ[*](κατὰ Doehnerus coll. Plat. Phaedr. p. 262 b. cf. Aristot. 871, 12. 875, 30.) τὰ ὄντα κρίνειν τὸν λογισμόν, τοῦ δʼ ἄγαν μεθύοντος ἐκλελυμένην κατέχεσθαι τὴν αἴσθησιν, τοῦ δʼ ἀκροθώρακος ἔτι μὲν ἰσχύειν τὸ φανταστικὸν ἢδη δὲ τεταράχθαι τὸ λογιστικόν· διὸ καὶ κρίνειν καὶ κακῶς κρίνειν ἐπακολουθοῦντα[*](em. S:ἐπακολουθοῦντας ) ταῖς φαντασίαις. ἀλλὰ πῶς εἶπεν ὑμῖν δοκεῖ περὶ τούτων;

ἐμοὶ μέν ἔφην ἐπισκοποῦντι κατʼ ἐμαυτὸν ἀποχρῶν οὗτος ἦν πρὸς τὴν αἰτίαν ὁ λόγος· εἰ δὲ κελεύεις ἴδιόν τι κινεῖν, ὅρα πρῶτον εἰ τὴν εἰρημένην διαφορὰν ἐπὶ τὸ σῶμα μετοιστέον ἐστί. τῶν γὰρ ἀκροθωράκων ἡ διάνοια μόνον τετάρακται, τὸ δὲ σῶμα ταῖς ὁρμαῖς ἐξυπηρετεῖν δύναται, μήπω βεβαπτισμένον· ὅταν δὲ κατασεισθῇ καὶ πιεσθῇ, προδίδωσι τὰς ὁρμὰς καὶ παρεῖται· μέχρι γὰρ ἔργων οὐ πρόεισιν· ἐκεῖνοι[*](ἐκείνῃ sc. τῇ διανοίᾳ ) δὲ τὸ συνεξαμαρτάνον ἔχοντες οὐ τῷ μᾶλλον ἀλογιστεῖν ἀλλὰ τῷ[*](ἀλλὰ τῷ] ἀλλὰ τὸ mei) μᾶλλον ἰσχύειν ἐλέγχονται. ἀπʼ ἄλλης δʼ εἶπον ἀρχῆς σκοποῦντι τοῦ οἴνου τὴν δύναμιν, οὐδὲν κωλύει ποικίλην εἶναι καὶ τῇ ποσότητι συμμεταβάλλουσαν. ὥσπερ τὸ πῦρ τὸν κέραμον, ἂν μὲν μέτριον, συγκρατύνει καὶ πήγνυσιν· ἂν δʼ ὑπερβολῇ πλήξῃ, συνέτηξε καὶ ῥεῖν ἐποίησεν ἀνάπαλιν δʼ ἡ ὥρα τοὺς πυρετοὺς ἀρχομένη μὲν ἀνακινεῖ καὶ ἐκκάει, προϊούσης δέ,

μᾶλλον καθίστανται[*](καθίσταται mei) καὶ ἀπολήγουσι· τί οὖν κωλύει καὶ τὴν διάνοιαν ὑπὸ τοῦ οἴνου φυσικῶς κινουμένην, ὅταν ταραχθῇ καὶ παροξυνθῇ, πάλιν ἀνίεσθαι καὶ καθίστασθαι πλεονάζοντος; ὁ γοῦν ἐλλέβορος ἀρχὴν τοῦ καθαίρειν ἔχει τὸ ταράττειν τὸν ὄγκον· ἀλλʼ ἢν ἐλάττων τοῦ μετρίου δοθῇ, ταράττει μὲν οὐδὲν δὲ καθαίρει. καὶ τῶν ὑπνωτικῶν ἔνιοι λαβόντες ἐνδοτέρω τοῦ μετρίου θορυβωδέστερον διατίθενται, πλέον δὲ λαβόντες ἔνιοι[*](ἔνιοι] del. R) καθεύδουσιν. εἰκὸς δέ που καὶ ταύτην τὴν περὶ τὸν ἀκροθώρακα ταραχήν, ὅταν ἀκμὴν λάβῃ, μαραίνεσθαι, καὶ πρὸς τοῦτο συνεργεῖν τὸν οἶνον πολὺς γὰρ εἰσελθὼν τὸ σῶμα συνεξέκαυσε[*](συνεξέκλυσε W. συνεξέπαυσε Doehnerus. συνεξέλυσε?) καὶ κατανάλωσε τὸ μανιῶδες τῆς ψυχῆς. ὥσπερ γὰρ[*](γὰρ W) ἡ θρηνῳδία καὶ ὁ ἐπικήδειος αὐλὸς ἐν ἀρχῇ πάθος κινεῖ καὶ δάκρυον ἐκβάλλει[*](ἐκκαλεῖ Emperius), προάγων δὲ τὴν ψυχὴν εἰς οἶκτον οὕτω κατὰ μικρὸν ἐξαιρεῖ καὶ ἀναλίσκει τὸ λυπητικόν ὁμοίως; ἴδοις ἂν καὶ τὸν οἶνον, ὅταν σφόδρα ταράξῃ καὶ παροξύνῃ[*](καὶ παροξύνῃ X: παροξύνει ) τὸ ἀκμαῖον καὶ θυμοειδές, αὖθις καταδύοντα καὶ καθιστάντα[*](em. R: καταδύονται καὶ καθίστανται ) τὴν διάνοιαν, ὡς πορρωτέρω μέθης προϊοῦσαν ἡσυχάζειν.