Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

ἐμοῦ δὲ ταῦτʼ εἰπόντος, Ἀρίστων[*](em. X: ἀριστίων) ἀναβοήσας ὥσπερ εἰώθει πέφανται εἶπεν εἰς τὰ συμπόσια τῷ δικαιοτάτῳ καὶ δημοκρατικωτάτῳ τῶν μέτρων[*](em. Iannotius: μετρίων) κάθοδος, ὑπὸ δή τινος καιροῦ νήφοντος ὥσπερ τυράννου πεφυγαδευμένῳ πολὺν χρόνον. καθάπερ γὰρ οἱ περὶ λύραν κανονικοὶ τῶν λόγων φασὶ τὸν μὲν ἡμιόλιον τὴν διὰ πέντε συμφωνίαν παρασχεῖν τὸν δὲ διπλάσιον τὴν διὰ πασῶν, τὴν δὲ διὰ τεσσάρων ἀμυδροτάτην οὖσαν ἐν ἐπιτρίτῳ συνίστασθαι· οὕτως οἱ περὶ τὸν Διόνυσον ἁρμονικοὶ τρεῖς κατεῖδον οἴνου συμφωνίας πρὸς ὕδωρ, διὰ πέντε καὶ διὰ τριῶν καὶ διὰ τεσσάρων, οὕτω μὲν λέγοντες καὶ ᾄδοντες

ἢ πέντε[*](ἢ πέντε Vulcobius: πέντε) πίνειν ἢ τρίʼ[*](τριῶν Basileensis: 4-5 Vd 13 E) ἢ μὴ τέσσαρα.
πέντε γὰρ ---[*](lac. 2 Vd 4 E. ἐστι W) ἐν ἡμιολίῳ λόγῳ, τριῶν ὕδατος κεραννυμένων[*](ib. κεραννυμένων Turnebus: κεραννύμενον οὐ) πρὸς δύʼ οἴνου· τρία δʼ[*](τρία δʼ Turnebus: ταδʼ) ἐν διπλασίῳ πρὸς ἕνα μιγνυμένων[*](πρὸς ἕνα μιγνομένων W: προσμιγνυμένων) δυεῖν· τέσσαρα δʼ, εἰς ἕνα τριῶν ὕδατος ἐπιχεομένων, οὗτός ἐστιν ἐπίτριτος
λόγος, ἀρχόντων τινῶν[*](τινῶν Turnebus: τριῶν) ἐν πρυτανείῳ νοῦν ἐχόντων ἢ διαλεκτικῶν τὰς ὀφρῦς ἀνεσπακότων, ὅταν τὰς μεταπτώσεις τῶν λόγων ἀνασκοπῶσι[*](en. W: ἀνασπῶσι), νηφάλιος καὶ ἀδρανὴς κρᾶσις[*](πρᾶσις Turnebus: φάσις). ἐκείνων δὲ τῶν ἄλλων[*](ἄλλων] sc. λόγων) ἡ μὲν δυεῖν πρὸς ἕνα τὸν ταρακτικὸν τοῦτον καὶ ἀκροθώρακα τῆς μέθης ἐπάγει τόνον
κινοῦντα χορδὰς τὰς ἀκινήτους φρενῶν
[*](Nauck. p. 907) οὔτε γὰρ ἐᾷ νήφειν οὔτε καταδύειν παντάπασι τὸ ἀνόητον[*](τὸ ἀνόητον X: τὸν ἀνόητον) εἰς τὸν ἄκρατον· ἡ δὲ δυεῖν πρὸς τρία μουσικωτάτη[*](em. Turnebus: μουσικώτατα), πᾶσʼ ὑπνοφόρος; καὶ λαθικηδὴς καὶ κατὰ τὴν Ἡσιόδειον ἐκείνην ἀλεξιάρην παίδων εὐκηλήτειραν[*](cf. Hes. OD 464) τῶν ἐν ἡμῖν ἀγερώχων καὶ ἀκόσμων παθῶν διὰ βάθους ποιοῦσα γαλήνην καὶ ἡσυχίαν;

πρὸς ταῦτα τῷ Ἀρίστωνι[*](πρὸς ταῦτα τὰ Ἀρίστωνος Benselerus) ἀντεῖπε μὲν οὐδείς· δῆλος γὰρ ἦν παίζων· ἐγὼ δʼ ἐκέλευσα λαβόντα ποτήριον ὥσπερ λύραν ἐντείνεσθαι τὴν ἐπαινουμένην κρᾶσιν καὶ ἁρμονίαν, καὶ προσελθὼν ὁ παῖς ὑπήχει τὴν ἄκρατον· ὁ δʼ ἀνεδύετο, λέγων ἅμα γέλωτι τῶν λογικῶν εἶναι περὶ μουσικὴν οὐ τῶν ὀργανικῶν. ὁ μέντοι πατὴρ τοσοῦτον ἐπεῖπε τοῖς εἰρημένοις, ὅτι δοκοῦσιν αὐτῷ καὶ οἱ παλαιοὶ τοῦ μὲν Διὸς δύο ποιεῖν τιθήνας[*](*: τιθηνὰς), τὴν Ἴτην[*](Ἰτην] Ἰδην X ex Apollodori 1, 1, 6) καὶ τὴν Ἀδράστειαν, τῆς δʼ Ἥρας μίαν, τὴν Εὔβοιαν ἀμέλει δὲ

καὶ τοῦ Ἀπόλλωνος δύο, τὴν Ἀλήθειαν καὶ τὴν Κορυθάλειαν τοῦ δὲ Διονύσου πλείονας, ὅτι δεῖ τὸν θεὸν τοῦτον ἐν πλείοσι μέτροις νυμφῶν τιθασευόμενον καὶ παιδευόμενον ἡμερώτερον ποιεῖν καὶ φρονιμώτερον.