Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

ἐζητεῖτο περὶ τῶν γερόντων, διὰ τί μᾶλλον ἀκρατοτέρῳ τῷ ποτῷ χαίρουσιν. οἱ μὲν οὖν κατεψυγμένην τὴν ἕξιν αὐτῶν καὶ δυσεκθέρμαντον οὖσαν οἰόμενοι διὰ τοῦτο τῇ σφοδρότητι τῆς κράσεως ἐναρμόττειν, ἐφαίνοντο κοινόν τι καὶ πρόχειρον οὐχ ἱκανὸν δὲ πρὸς τὴν αἰτίαν οὐδʼ ἀληθὲς λέγοντες. καὶ γὰρ ἐπὶ τῶν ἄλλων αἰσθήσεων ταὐτὸ[*](ταὐτὸ *: τὸ αὐτὸ) συμβέβηκε. δυσκίνητοι γάρ εἰσι καὶ δυσμετάβλητοι πρὸς τὰς

ἀντιλήψεις τῶν ποιοτήτων, ἂν μὴ κατάκοροι καὶ σφοδραὶ[*](σφοδραὶ R: σφόδρα) προσπέσωσιν αἰτία δʼ ἡ τῆς ἕξεως ἄνεσις· ἐκλυομένη γὰρ καὶ ἀτονοῦσα πλήττεσθαι φιλεῖ. διὸ τῇ τε γεύσει μάλιστα τοὺς δηκτικοὺς προσίενται χυμούς, ἣ τʼ ὄσφρησις αὐτῶν ὅμοια πέπονθε πρὸς τὰς ὀσμάς· κινεῖται γὰρ ὑπὸ τῶν ἀκράτων καὶ σφοδρῶν ἥδιον. ἡ δʼ ἁφὴ πρὸς τὰ ἕλκη δυσπαθής· τραύματα γὰρ ἐνίοτε λαμβάνοντες οὐ μάλα πονοῦσιν. ὁμοιότατον[*](καὶ σφοδρῶν ἥδιον - - ὁμοιότατον Ex. Turnebi: 7 Vd 9 E ἥδιον ἡ δὲ ἁφὴ (ἀφῆ Vd) 4 Vd nulla E τὰ ἕλκη δυσπα 9-10 Vd E τραύματα γὰρ 7-8 Vd 6 E λαμβάνοντες 5 Vd 15 E ἂ πονοῦσιν ἐ 6-7 Vd 10 E τατον) δὲ γίγνεται τὸ[*](τὸ*) τῆς[*](τῆς R: καὶ τῆς) ἀκοῆς· οἱ γὰρ μουσικοὶ γηρῶντες ὀξύτερον ἁρμόζονται καὶ σκληρότερον, οἷον ὑπὸ πληγῆς τῆς συντόνου φωνῆς ἐγείροντες τὸ αἰσθητήριον. ὅ τι γὰρ σιδήρῳ πρὸς ἀκμὴν στόμωμα, τοῦτο σώματι πνεῦμα παρέχει πρὸς αἴσθησιν· ἐνδόντος δὲ τούτου καὶ χαλάσαντος, ἀργὸν ἀπολείπεται καὶ γεῶδες τὸ αἰσθητήριον καὶ σφοδροῦ τοῦ νύττοντος, οἷον ὁ ἄκρατός ἐστι, δεόμενον.