Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

τῶν δὲ Δρούσῳ τῷ Τιβερίου Καίσαρος υἱῷ συμβιούντων ὁ πάντας ἐν τῷ πίνειν

προτρεπόμενος[*](παρερχόμενος?) ἰατρὸς ἑάλω τῶν πικρῶν ἀμυγδαλῶν[*](ἀμυγδαλῶν *: ἀμυγδάλων cf. Athen. p. 52 d) πέντʼ ἢ ἓξ ἑκάστοτε προλαμβάνων ἕνεκα τοῦ μὴ μεθύσκεσθαι· κωλυθεὶς δὲ καὶ παραφυλαχθεὶς οὐδʼ ἐπὶ μικρὸν ἀντέσχεν. ἔνιοι μὲν οὖν ᾤοντο τὰς ἀμυγδαλίδας[*](ἀμυγδαλίδας] ἀμυγδαλῆς ῥιζας Doehnerus coll. Plin. 23, 144) δηκτικόν τι καὶ ῥυπτικὸν ἔχειν τῆς σαρκός, ὥστε καὶ τῶν προσώπων τὰς ἐφηλίδας ἐξαιρεῖν·[*](em. W: ἐξαίρειν) ὅταν οὖν προληφθῶσι, τῇ πικρότητι τοὺς πόρους ἀμύσσειν καὶ δηγμὸν ἐμποιεῖν, ὑφʼ οὗ τὸ ὑγρὸν κατασπῶσιν ἀπὸ τῆς κεφαλῆς διατμιζόμενον. ἡμῖν δὲ μᾶλλον ἡ τῆς πικρότητος ἐδόκει δύναμις ἀναξηραντικὴ καὶ δάπανος ὑγρῶν εἶναι· διὸ τῇ γεύσει πάντων ἐστὶ τῶν χυλῶν ὁ πικρὸς ἀηδέστατος· τὰ γὰρ φλέβια[*](φλέβια Plato Tim. p. 65cd: φλεβία) τῆς γλώττης, ὡς ὁ Πλάτων φησί, μαλακὰ καὶ νοτερὰ[*](νοτερὰ idem: μανότερα) ὄντα, συντείνει παρὰ φύσιν ἡ τῆς ξηρότητος δύναμις[*](δύναμις Anonymus), ἐκτηκομένων τῶν ὑγρῶν. καὶ τὰ ἕλκη τοῖς πικροῖς ἀπισχναίνουσι φαρμάκοις, ὡς ὁ ποιητής φησιν
  1. ἐπὶ δὲ ῥίζαν βάλε πικρὴν
  2. [*](Hom. Λ 846)
  3. χερσὶ διατρίψας ὀδυνήφατον, ἣ οἱ ἁπάσας
  4. ἔσχʼ ὀδύνας· τὸ μὲν ἕλκος ἐτέρσετο[*](ἀπάσας - ἐτέρσετο] om. mei), παύσατο[*](παύσαντο mei) δʼ αἷμα.
τὸ γὰρ τῇ γεύσει πικρὸν τῇ δυνάμει ξηραντικὸν ὀρθῶς προσηγόρευσε. φαίνεται δὲ καὶ τὰ διαπάσματα τῶν γυμνικῶν[*](γυμνικῶν scripsi cum Faehsio: γυναικῶν cf. p. 954 b), οἷς ἀναρπάζουσι τοὺς ἱδρῶτας, πικρὰ
τῇ γύσει καὶ στυπτικὰ ὄντα σφοδρότητι τοῦ στρυφνοῦ τὸ πικρόν[*](τοῦ στρυφνοῦ τὸ πικρόν] τοῦ στρυφνοῦντος πικροῦ Exemplum Turnebi. Fort. add. etiam κατασβεννύναι τὸ ὑγρόν cf. p. 954 b). οὕτως οὖν ἔφην τούτων ἐχόντων, εἰκότως ἡ τῶν ἀμυγδαλῶν πικρότης βοηθεῖ πρὸς τὸν ἄκρατον, ἀναξηραίνουσα τοῦ σώματος τὰ ἐντὸς καὶ[*](καὶ] om. mei) οὐκ ἐῶσα πίμπλασθαι τὰς φλέβας, ὧν διατάσει φασὶ καὶ ταραχῇ συμβαίνει[*](συμβαίνειν?) τὸ μεθύειν. τεκμήριον δὲ τοῦ λόγου μέγα τὸ συμβαῖνον περὶ τὰς ἀλώπεκας· ἂν γὰρ ἀμυγδάλας πικρὰς φαγοῦσαι μὴ ἐπιπίωσιν[*](em. Ex. Turnebi: 3 Vd ἐπιπίωσι 5-6 Vd 10 E τῶν ὑγρῶν ἀθρο 7 Vd E πόντων), ἀποθνήσκουσι τῶν ὑγρῶν ἀθρόως ἐκλειπόντων.