Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

εἰπόντος δέ τινος διὰ τί πολεμοῦντας ὑμῖν Ἀργείους πολλάκις κρατήσαντες οὐκ ἀνῃρήκατε; οὐδʼ ἂν ἀνέλοιμεν ἔφη ὡς ἂν γυμναστὰς τοῖς νέοισιν ἔχοιμεν.

πυνθανομένου δέ τινος αὐτοῦ διὰ τί Σπαρτιᾶται τοῖς θεοῖς οὐκ ἀνατιθέασι τὰ ἀπὸ τῶν πολεμίων σκῦλα, ὅτι ἔφη ἀπὸ δειλῶν ἐστι.

Κλεομένης ὁ Κλεομβρότου, διδόντος αὐτῷ τινος μαχίμους ἀλεκτρυόνας καὶ λέγοντος ὅτι μαχόμενοι ἀποθνῄσκουσι περὶ νίκης, τῶν κατακτεινόντων τοίνυν αὐτούς ἔφη τινὰς δός μοι, ἐκεῖνοι γὰρ τούτων ἀμείνους.

Λάβωτος, μακρολογοῦντός τινος, εἶπε τί μοι μικρῶν πέρι μεγάλα φροιμιάζῃ; ὅσον γὰρ εἴη πρᾶγμα, τοσοῦτον καὶ ὁ λόγος ᾧ χρῆσαι.