Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

Λεωτυχίδας ὁ πρῶτος, λέγοντός τινος ὡς ἔστιν εὐμετάβολος, διὰ τοὺς καιρούς ἔφη οὐχ ὡς ὑμεῖς διὰ τὴν αὑτῶν κακίαν.

πρὸς δὲ τὸν ἐρωτῶντα πῶς ἄν τις μάλιστα διαφυλάσσοι τὰ παρόντα τῶν ἀγαθῶν, εἶπεν εἰ μὴ πάντα τῇ τύχῃ πιστεύοι

ἐρωτηθεὶς δὲ τί δεῖ μάλιστα μανθάνειν τοὺς ἐλευθέρους παῖδας, ταῦτʼ ἔφη ὅσαπερ ἂν αὐτοὺς ὠφελήσειαν ἄνδρας γενομένους.

πυνθανομένου δέ τινος διὰ τίνα αἰτίαν ὀλιγοποτοῦσιν οἱ Σπαρτιᾶται, ἔφη ἵνα μὴ ἄλλοι ὑπὲρ ἡμῶν βουλεύωνται, ἀλλʼ ἡμεῖς ὑπὲρ ἄλλων.