Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

τῶν δὲ Ἀργείων τὴν προτέραν ἧτταν φασκόντων ἀναμαχεῖσθαι, θαυμάζω ἔφη εἰ δύο

συλλαβῶν προσθήκῃ νῦν κρείσσονες ἐγένεσθε ἢ πρόσθεν ἦτε.

λοιδοροῦντος δέ τινος αὐτὸν καὶ φήσαντος θρυπτικὸς εἶ, ὦ Κλεόμενες, ἀλλὰ κρεῖσσον ἔφη ἢ ἄδικον εἶναι· σὺ δὲ φιλοχρήματος; καίπερ ἱκανὰ κεκτημένος.

ψάλτην δέ τις αὐτῷ βουλόμενος συστῆσαι τά τε ἄλλα τὸν ἄνδρα ἐπῄνει καὶ ψάλτην αὐτὸν ἔφη κράτιστον εἶναι τῶν Ἑλλήνων ὁ δὲ δείξας τινὰ τῶν πλησίον [*](πλησίον *: πλησίων ) νὴ τοὺς θεούς ἔφη οὗτος παρʼ ἐμοὶ ζωμοποιός.

Μαιάνδρου [*](Μαιανδρίου Herod. 3, 148) δὲ τοῦ τῆς Σάμου τυράννου διὰ τὴν Περσῶν ἔφοδον εἰς Σπάρτην φυγόντος καὶ ἐπιδείξαντος ὅσα κεκομίκει χρύσεά τε καὶ ἀργύρεα ἐκπώματα χαριζομένου τε ὅσα βούλεται, ἔλαβε μὲν οὐδέν, εὐλαβούμενος δὲ μὴ ἑτέροις τισὶ τῶν ἀστῶν διαδῷ, πορευθεὶς ἐπὶ τοὺς ἐφόρους ἄμεινον ἔφη εἶναι τῇ Σπάρτῃ τὸν ξένον ἑαυτοῦ Σάμιον ἀπαλλάττεσθαι τῆς Πελοποννήσου, ἵνα μὴ πείσῃ τινὰ τῶν Σπαρτιατῶν κακὸν γενέσθαι οἱ δὲ ὑπακούσαντες ἐξεκήρυξαν τὸν Μαίανδρον αὐτῆς ἡμέρας.