Regum et imperatorum apophthegmata
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
μεταβαλομένου δέ τινος ἀπὸ Καίσαρος πρὸς τὸν Πομπήιον, λέγοντος ὑπὸ σπουδῆς καὶ προθυμίας ἀπολελοιπέναι τὸν ἵππον , βέλτιον ἔφη αὐτὸν περὶ τοῦ ἵππου βεβουλεῦσθαι.
πρὸς δὲ τὸν ἀπαγγέλλοντα τοὺς Καίσαρος φίλους σκυθρωποὺς εἶναι λέγεις ἔφη δυσνοεῖν αὐτοὺς Καίσαρι.
μετὰ δὲ τὴν ἐν Φαρσάλῳ μάχην Πομπηίου μὲν φυγόντος , Νωνίου δέ τινος ἔτι παρʼ αὑτοῖς [*](αὑτοῖς*: αὐτοῖς) ἀετοὺς ἑπτὰ φήσαντος εἶναι καὶ διὰ τοῦτο θαρρεῖν παρακαλοῦντος, καλῶς ἂν παρῄνεις εἶπεν εἰ κολοιοῖς ἐπολεμοῦμεν.
ἐπεὶ δὲ Καῖσαρ κρατήσας τὰς Πομπηίου καταβεβλημένας εἰκόνας ἀνέστησε μετὰ τιμῆς, ἔφη
περὶ αὐτοῦ λέγων ὁ Κικέρων ὅτι τοὺς [*](τοὺς*: τοῦ) Πομπηίου Καῖσαρ ἀνδριάντας ἱστὰς τοὺς ἑαυτοῦ πήγνυσιν.οὕτω δὲ πολλοῦ τὸ καλῶς λέγειν ἐτίμα τε καὶ περὶ τοῦτο μάλιστα ἠγωνία, ὥστε προκειμένης δίκης ἐπὶ τῶν ἑκατὸν ἀνδρῶν καὶ ἐπικειμένης τῆς ἡμέρας, Ἔρωτα ἀπαγγείλαντα αὐτῷ τὸν οἰκέτην εἰς τὴν ἐπιοῦσαν ὑπερτεθῆναι τὴν δίκην ἠλευθέρωσε.
Γάιος Καῖσαρ, ὅτε Σύλλαν ἔφευγεν ἔτι μειράκιον ὤν, περιέπεσε πειραταῖς· καὶ πρῶτον μὲν αἰτηθεὶς ἀργυρίου πλῆθος κατεγέλασε τῶν λῃστῶν ὡς ἀγνοούντων ὃν ἔχουσι, καὶ διπλάσιον ὡμολόγησε δώσειν· ἔπειτα φρουρούμενος, ἕως συνῆγε τὰ χρήματα, προσέταττεν ἡσυχίαν αὐτῷ παρέχειν κοιμωμένῳ καὶ σιωπᾶν. λόγους δὲ καὶ ποιήματα γράφων ἀνεγίνωσκεν αὐτοῖς , καὶ τοὺς μὴ λίαν ἐπαινοῦντας ἀναισθήτους καὶ βαρβάρους ἀπεκάλει καὶ μετὰ γέλωτος ἠπείλει κρεμᾶν αὐτούς· ὃ καὶ μετʼ ὀλίγον ἐποίησεν τῶν γὰρ λύτρων κομισθέντων ἀπολυθεὶς καὶ συναγαγὼν ἄνδρας ἐξ Ἀσίας καὶ πλοῖα συνήρπασε τοὺς λῃστὰς καὶ προσήλωσεν.