Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

Ὁρτησίου δὲ τοῦ ῥήτορος λαβόντος μισθὸν ἀργυρᾶν σφίγγα παρὰ τοῦ Βέρρου καὶ πρὸς τὸν Κικέρωνα πλαγίως τι εἰπόντα φήσαντος αἰνιγμάτων λύσεως ἀπείρως ἔχειν, καὶ μὴν ἡ σφίγξ ἔφη παρὰ σοί ἐστιν.

Οὐοκωνίῳ δὲ ἀπαντήσας μετὰ τριῶν θυγατέρων ἀμορφοτάτων τὴν ὄψιν ἀτρέμα πρὸς τοὺς φίλους εἶπεν

Φοίβου ποτʼ οὐκ ἐῶντος ἔσπειρεν τέκνα. [*](Nauck. p. 699)

Φαύστου δὲ τοῦ Σύλλα παιδὸς διὰ πλῆθος δανείων ἀπάρτιον προγράψαντος, ταύτην ἔφη μᾶλλον ἀσπάζομαι τὴν προγραφὴν ἢ τὴν πατρῴαν αὐτοῦ.

Πομπηίου δὲ καὶ Καίσαρος διαστάντων, ἔφη γινώσκω ὃν φύγω, μὴ γινώσκων πρὸς ὃν φύγω.

καὶ Πομπήιον ἐμέμψατο τὴν πόλιν ἐκλιπόντα καὶ Θεμιστοκλέα μᾶλλον ἢ Περικλέα μιμησάμενον, οὐκ ἐκείνοις τῶν πραγμάτων ἀλλὰ τούτοις ὁμοίων ὄντων.

γενόμενος δʼ οὖν παρὰ Πομπηίῳ καὶ πάλιν μετανοῶν, ἐρωτηθεὶς ὑπὸ Πομπηίου ποῦ Πείσωνα τὸν γαμβρὸν ἀπολέλοιπεν ἔφη παρὰ τῷ σῷ πενθερῷ.