Regum et imperatorum apophthegmata
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
ἐν δὲ Ῥώμῃ πρὸς Κάτλον πρωτεύοντα Ῥωμαίων εἰς ἅμιλλαν ὑπὲρ τῆς ἀρχιερωσύνης καταστὰς; καὶ προπεμπόμενος ὑπὸ τῆς μητρὸς ἐπὶ τὰς θύρας, σήμερον εἶπεν ὦ μῆτερ, ἀρχιερέα τὸν υἱὸν ἢ φυγάδα ἕξεις.
Πομπηίαν δὲ τὴν γυναῖκα κακῶς ἀκούσασαν
ἐπὶ Κλωδίῳ παραιτησάμενος, εἶτα τοῦ Κλωδίου φεύγοντος ἐπὶ τούτῳ δίκην μάρτυς εἰσαχθεὶς οὐδὲν εἶπε φαῦλον περὶ τῆς γυναικός ἐρομένου δὲ τοῦ κατηγόρου διὰ τί τοίνυν ἐξέβαλες αὐτήν, ὅτι τὴν Καίσαρος ἔφη γυναῖκα καὶ διαβολῆς δεῖ καθαρὰν εἶναι.τὰς δʼ Ἀλεξάνδρου πράξεις ἀναγινώσκων ἐδάκρυσε καὶ πρὸς τοὺς φίλους εἶπεν ὅτι ταύτην τὴν ἡλικίαν ἔχων ἐνίκησε Δαρεῖον, ἐμοὶ δὲ μέχρι νῦν οὐδὲν πέπρακται.
πολίχνιον δὲ αὐτοῦ λυπρὸν ἐν ταῖς Ἄλπεσι παρερχομένου, καὶ τῶν φίλων διαπορούντων εἰ καὶ ἐνταῦθά τινες στάσεις εἰσὶ καὶ ἅμιλλαι περὶ πρωτείων, ἐπιστὰς καὶ σύννους γενόμενος μᾶλλον ἄν ἔφη ἐβουλόμην πρῶτος ἐνταῦθα εἶναι ἢ δεύτερος ἐν Ῥώμῃ.
τῶν δὲ τολμημάτων τὰ παράβολα καὶ μεγάλα πράττειν ἔφη δεῖν, ἀλλὰ μὴ βουλεύεσθαι.
καὶ διέβη τὸν Ῥουβίκωνα ποταμὸν ἐκ τῆς Γαλατικῆς ἐπαρχίας ἐπὶ Πομπήιον, εἰπών πᾶς [*](πᾶς delet Cobetus) ἀνερρίφθω κύβος.