Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

Ἀντίγονος δὲ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν αὐτοκράτωρ ἡγεμὼν ἀναγορευθείς οὐχ ὑπήκουσε πρὶν τὸν μισθὸν αὐτῷ τῆς ἡγεμονίας ὁμολογηθῆναι τὸν Ἀκροκόρινθον, ἀτεχνῶς τὸν Αἰσώπου μιμησάμενος κυνηγόν. οὐ γὰρ πρότερον ἐπέβη τοῖς Ἀχαιοῖς δεομένοις καὶ ὑποβάλλουσιν αὑτοὺς διὰ τῶν πρεσβειῶν καὶ τῶν ψηφισμάτων ἢ τῇ φρουρᾷ καὶ τοῖς ὁμήροις ὥσπερ χαλινουμένους ἀνασχέσθαι.

καίτοι πᾶσαν ὁ Ἄρατος ἀφίησι φωνὴν ἀπολογιζόμενος τὴν ἀνάγκην, ὁ Πολύβιος δὲ αὐτὸν ἐκ πολλοῦ φησι καὶ πρὸ τῆς ἀνάγκης ὑφορώμενον τὸ θράσος τὸ τοῦ Κλεομένους κρύφα τῷ Ἀντιγόνῳ διαλέγεσθαι, καὶ τοὺς Μεγαλοπολίτας προκαθιέναι δεομένους Ἀχαιῶν ἐπικαλεῖσθαι τὸν Ἀντίγονον. οὗτοι γὰρ ἐπιέζοντο τῷ πολέμῳ μάλιστα, συνεχῶς ἄγοντος αὑτοὺς καὶ φέροντος τοῦ Κλεομένους.

ὁμοίως δὲ καὶ Φύλαρχος

p.90
ἱστόρηκε περὶ τούτων, ᾧ μὴ τοῦ Πολυβίου μαρτυροῦντος οὐ πάνυ τι πιστεύειν ἄξιον ἦν. ἐνθουσιᾷ γὰρ ὅταν ἅψηται τοῦ Κλεομένους, ὑπʼ εὐνοίας, καὶ καθάπερ ἐν δίκῃ τῇ ἱστορίᾳ τῷ μὲν ἀντιδικῶν διατελεῖ, τῷ δὲ συναγορεύων.

ἀπέβαλον δʼ οὖν οἱ Ἀχαιοὶ τὴν Μαντίνειαν, πάλιν ἑλόντος αὐτὴν τοῦ Κλεομένους, καὶ μάχῃ μεγάλῃ περὶ τὸ Ἑκατόμβαιον ἡττηθέντες οὕτω κατεπλάγησαν ὥστε πέμπειν εὐθὺς ἐφʼ ἡγεμονίᾳ τὸν Κλεομένη καλοῦντες εἰς Ἄργος.