Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ὁ δὲ Ἄρατος ὡς ᾔσθετο βαδίζοντα καὶ περὶ Λέρναν ὄντα μετὰ τῆς δυνάμεως, φοβηθεὶς ἀπέστελλε πρέσβεις τοὺς ἀξιοῦντας ὡς παρὰ φίλους καὶ συμμάχους αὐτὸν ἥκειν μετὰ τριακοσίων, εἰ δὲ ἀπιστεῖ, λαβεῖν ὁμήρους, ταῦτα ὕβριν εἶναι καὶ χλευασμὸν αὑτοῦ φήσας ὁ Κλεομένης ἀνέζευξεν, ἐπιστολὴν γράψας τοῖς Ἀχαιοῖς ἐγκλήματα πολλὰ κατὰ τοῦ Ἀράτου καὶ διαβολὰς ἔχουσαν.

ἔγραφε δὲ κἀκεῖνος ἐπιστολὰς κατὰ τοῦ Κλεομένους· καὶ ἐφέροντο λοιδορίαι καὶ βλασφημίαι μέχρι γάμων καὶ γυναικῶν ἀλλήλους κακῶς λεγόντων. ἐκ τούτου κήρυκα πέμψας ὁ Κλεομένης πόλεμον προεροῦντα τοῖς Ἀχαιοῖς, μικροῦ μὲν ἔλαθε τὴν Σικυωνίων πόλιν ἁρπάσας διὰ προδοσίας, ἐγγύθεν[*](ἔγγυθεν Bekker reads ἐκεῖθεν, with the Aldine.) δὲ ἀποτραπεὶς Πελλήνῃ προσέβαλε καὶ τοῦ στρατηγοῦ τῶν Ἀχαιῶν ἐκπεσόντος ἔσχε τὴν πόλιν. ὀλίγῳ δὲ ὕστερον καὶ Φενεὸν ἔλαβε καὶ Πεντέλειον.

εἶτʼ εὐθὺς Ἀργεῖοι προσεχώρησαν αὐτῷ καὶ Φλιάσιοι φρουρὰν ἐδέξαντο· καὶ ὅλως οὐδὲν ἔτι τῶν ἐπικτήτων βέβαιον ἦν

p.92
τοῖς Ἀχαιοῖς, ἀλλὰ θόρυβος πολὺς ἄφνω περιειστήκει τὸν Ἄρατον, ὁρῶντα τὴν Πελοπόννησον κραδαινομένην καὶ τὰς πόλεις ἐξανισταμένας ὑπὸ τῶν νεωτεριζόντων πανταχόθεν.

Ἠτρέμει γὰρ οὐδὲν οὐδὲ ἔστεργεν ἐπὶ τοῖς παροῦσιν, ἀλλὰ καὶ Σικυωνίων αὐτῶν καὶ Κορινθίων

paris.1624.1046
ἐγένοντο πολλοὶ καταφανεῖς διειλεγμένοι τῷ Κλεομένει καὶ πάλαι πρὸς τὸ κοινὸν ἰδίων ἐπιθυμίᾳ, δυναστειῶν ὑπούλως ἔχοντες.